De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

οὐκ ἄπλωτα πελάγη δεῖ περαιοῦσθαι καὶ μέσου χειμῶνος κλύδωνι καὶ βίαις ἐναντίων πνευμάτων κλονουμένους ἄνω καὶ κάτω θαλαττεύειν ἢ τραχείας καὶ ἀτριβεῖς πεζεύειν ἀνοδίας, οὐχ ὁδούς, λῃστῶν ἢ θηρίων ἐφόδους ἀεὶ κατεπτηχότας ἢ τειχοφυλακεῖν ἐν ὑπαίθρῳ νυκτερεύοντας, ἐφεδρευόντων πολεμίων καὶ τοὺς ἀνωτάτω κινδύνους ἀπειλούντων — ἄπαγε, μηδὲν ἐπὶ καλοῖς λεγέσθω τῶν ἀηδῶν· εὐφημητέον ἐπὶ τοῖς οὕτω συμφέρουσιν.

ἐπινεῦσαι μόνον δεῖ τὴν ψυχήν, καὶ πάρεστιν ἐν ἑτοίμῳ τὰ πάντα. ἢ τοῦτο ἀγνοεῖς, ὅτι τοῦ θεοῦ καὶ ὁ αἰσθητός ἐστιν οὐρανὸς καὶ ὁ νοητός, ὁ κυρίως, εἴποι τις ἄν, „οὐρανὸς οὐρανοῦ”, καὶ πάλιν ἡ γῆ καὶ τὰ ἐν αὐτῇ καὶ σύμπας ὁ κόσμος, ὅ τε ὁρατὸς καὶ ὁ ἀόρατος καὶ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ οὐρανοῦ;

ἀλλ’ ὅμως καὶ ἐξ ἅπαντος ἀνθρώπων γένους τοὺς πρὸς ἀλήθειαν ἀνθρώπους ἀριστίνδην ἐπιλέξας εἵλετο καὶ προνομίας ἠξίωσε τῆς πάσης, ἐπὶ τὴν θεραπείαν καλέσας ἑαυτοῦ, τὴν ἀέναον τῶν καλῶν πηγήν, ἀφ’ ἧς καὶ τὰς ἄλλας ὤμβρησεν ἀρετὰς καὶ ἀνέχεεν εἰς ἀπόλαυσιν ὠφελιμωτάτην, νέκταρος μᾶλλον ἢ οὐχ ἧττον ἀθανατίζον ποτόν.

οἰκτροὶ δὲ καὶ κακοδαίμονες ὅσοι μὴ τὸν ἀρετῆς πότον εὐωχήθησαν καὶ κακοδαιμονέστατοι διετέλεσαν οἱ εἰς ἅπαν ἄγευστοι καλοκἀγαθίας, παρὸν καὶ ἐνευφρανθῆναι καὶ ἐντρυφῆσαι δικαιοσύνῃ καὶ ὁσιότητι· ἀλλ’ εἰσὶν ἀπερίτμητοι τὴν καρδίαν, ᾗ φησιν ὁ νόμος, καὶ διὰ σκληρότητα τρόπων ἀφηνιασταί, σκιρτῶντες αὐθαδῶς καὶ ἀπαυχενίζοντες·

οὓς νουθετεῖ φάσκων· „περιτέμνεσθε τὴν σκληροκαρδίαν” (Deut. 10, 16), τὸ δέ ἐστι, τὰς περιττευούσας φύσεις τοῦ ἡγεμονικοῦ, [*](1 οὐκ οm. Arm 3 κλονουμένους scripsi: κυκλουμένους codd. (v) ; κυλιομένους coni. Mang. 4 οὐχ ὁδούς secludendum puto 9 καὶ (post θεοῦ) R: om. ΑΗ (v) ὁ αἰσθητός ἐστιν A: ἐστιν ὁ αἰσθητὸς Η (v), ἐστιν om. R ὁ νοητός R: ὁ om. AH (v) 9. 10 ὁ κυρίως Arm: om. codd. 10 εἴποι τις ἄν R: εἴποι ἄν τις ΑΗ (v) 11 ὁ ἀόρατος RA: ὁ om. Η (v) 12 ὁρατοῦ οὐρανοῦ R: ὁρατοῦ om. AH (v) 13 τοὺς R Arm: om. ΑΗ (v) 14 προνομίας Mang.: προνοίας codd. 15 ἀέναον R: ἀένναον ΑΗ (v) 16 ἀνέχεεν scripsi (spargens effudit Arm): ἀνενεχθεὶς codd.; ἀνενεχθὲν Turn. μᾶλλον] μόνον Arm 17 οἰκτροὶ δὲ om. Arm 18 πότον R: πόθοι A. πόνον Η (v) ; ποτὸν coni. Mang. διετέλεσαν om. Arm οἳ H (v) 18. 19 οἱ εἰς ἅπαν ἄγευστοι] εἰς ἀνάπαυλαν μέντοι (sic) R 19 pr. καὶ om. R εὐφρανθῆναι R 20 ὁσιότητι RL Arm: ἰσότητι AH (Mang.) ἀπερίτμητοι (om. τὴν) καρδίαν R: ἀπερίτμητοι τῆ καρδία ΑΗ (v) ἧ] οἷς R ut vid. 21 pr. καὶ om. R (fort. recte) αὐθάδεις Turn. 21.22 ἀπαυχενίζοντες R Arm (coni. Mang.): ἀποσχοινίζοντες ΑΗ 22 τὴν σκληροκαρδίαν R: τὰς σκληροκαρδίας AH (v) 23 περιττευούσας R: περιττὰς AH (v) φύσεις] ἐπιφύσεις Arm) [*](1 cf. Deut. 30,18 9 Deut. 10,14 12 sq. Deut. 10,1.5.)

v.5.p.74
ἃς αἱ ἄμετροι τῶν παθῶν ἔσπειράν τε καὶ συνηύξησαν ὁρμαὶ καὶ ὁ κακὸς ψυχῆς γεωργὸς ἐφύτευσεν, ἀφροσύνη, μετὰ σπουδῆς ἀποκείρασθε.

καὶ ὁ τράχηλος, φησίν, ὑμῶν μὴ σκληρὸς ἔστω, τουτέστι, μὴ ἀκαμπὴς ὁ νοῦς καὶ αὐθαδέστατος, μηδ’ ὑπὸ τῆς ἄγαν σκαιότητος ἐπιτηδευέτω τὴν βλαβερωτάτην ἀμαθίαν, ἀλλὰ τὸ φύσει δύσκολον καὶ δύστροπον ἀποθέμενος ὡς ἐχθρὸν μεταβαλλέτω πρὸς τὸ εὔκολον, πειθαρχήσων νόμοις φύσεως.

ἢ οὐχ ὁρᾷς, ὅτι περὶ τὸ ὂν αἱ πρῶται καὶ μέγισται τῶν δυνάμεών εἰσιν, ἥ τε εὐεργέτις καὶ κολαστήριος; καὶ προσηγόρευται ἡ μὲν εὐεργέτις θεός, ἐπειδὴ κατὰ ταύτην ἔθηκε καὶ διεκόσμησε τὸ πᾶν, ἡ δὲ ἑτέρα κύριος, καθ’ ἣν ἀνῆπται τῶν ὅλων τὸ κράτος. θεὸς δὲ οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ θεῶν ἐστι θεός, καὶ ἄρχων οὐκ ἰδιωτῶν μόνον ἀλλὰ καὶ ἀρχόντων, μέγας τέ ἐστιν ὢν ὄντως καὶ ἰσχυρὸς καὶ

κραταιός. ἀλλ’ ὅμως. ὁ τοσοῦτος ἐν ἀρεταῖς καὶ δυνάμεσιν ἔλεον καὶ οἶκτον λαμβάνει τῶν ἐν ἐνδείαις ἀπορωτάτων, οὐκ ἀπαξιῶν γενέσθαι κριτὴς προσηλύτοις ἢ ὀρφανοῖς ἢ χήραις, ἀλλὰ βασιλέων καὶ τυράννων καὶ τῶν ἐν μεγάλαις δυναστείαις ὑπεριδὼν τὸ ταπεινὸν τῶν λεχθέντων ἀξιοῖ προνοίας.

τῶν μὲν ἐπηλύτων διὰ τόδε· καταλιπόντες οὗτοι τὰ πάτρια οἷς ἐνετράφησαν ψευδῶν πλασμάτων γέμοντα καὶ τύφου, γενόμενοι ἀτυφίας καὶ ἀληθείας ἐρασταὶ γνήσιοι, μετεχώρησαν πρὸς εὐσέβειαν, ἱκέται τε καὶ θεραπευταὶ τοῦ ὄντως ὄντος ἀξίως ὄντες τῆς προνοίας τῆς ἁρμοττούσης εἰκότως μεταλαγχάνουσι, καρπὸν εὑράμενοι τῆς ἐπὶ τὸν θεὸν καταφυγῆς τὴν ἀπ’ αὐτοῦ βοήθειαν.

ὀρφανῶν δὲ καὶ χηρῶν, ἐπειδὴ κηδεμόνας ἀφῄρηνται, οἱ μὲν γονεῖς, αἱ δὲ ἄνδρας, καταφυγὴ δ’ οὐδεμία τοῖς οὕτως ἐρήμοις ἐξ ἀνθρώπων ἀπολείπεται· διὸ τῆς μεγίστης [*](2 ἀποκείρασθαι R, δ’ ἀποκείρασθε Α 4 μηδ’ scripsi: μήθ’ codd. (v) 5 δύσκολον καὶ δύστροπον RA: δύστροπον καὶ δύσκολον H (v) 5.6 ἀποθέμενος H: μεθέμενος AH (v) 6 μεταβαλέτω H εὔκολον scripsi: εἰκός codd. (v) ; ἐπιεικές coni. Mang. 8 προσηγόρευται R: προσαγορεύεται AH (v) 9 κατὰ ταύτην] αὕτη καθ’ ἑαυτὴν Arm 10 δ’ AH θεὸς δὲ R: δὲ om. AH (v) 11 καὶ ἄρχων — ἀρχόντων (12) R: om. AH (v) 14 ἐν ἐνδείαις R: ἐν om. AH (Turn.) 15 ἢ ὀρφανοῖς R: καὶ ὀρφανοῖς AH (v) ἢ χήραις om. Arm ἀλλὰ καὶ Arm 17 προνοίας Mang.: προνομίας codd., προνομίας προνοίας (sic) Arm 18 ἐνετράφησαν R: ἀνετράφησαν ΑΗ ψευδῶν R: ψεύδους AH (v) 19 ἀτυφί)ας καὶ ἀληθείας R: ἀτυφίας καὶ om. AH (v) 20 τε codd.: δὲ v ἀξίως om. Arm; vel secludendum vel ἀληθῶς scribendum cens. Mang. προνοίας Mang.. προνομίας codd. 21 μεταλαγχάνουσι(ν) RA: μεταλαμβάνουσι H (v) 22 τὸν om. Α 23 αἱ] οἱ R δέ AH 24 ἐρήμοις ἐξ ἀνθρώπων R: ἐξ ἀνθρώπων ἐρήμοις ΑΗ (v) ἀπολείπεται om. Arm) [*](3 Deut. 10,16 7 sqq. Deut. 10,17 15 Deut. 1018.)

v.5.p.75
ἐλπίδος οὐκ ἀμοιροῦσι, τοῦ θεοῦ, διὰ τὴν ἵλεω φύσιν αὐτοῦ τὴν πρόνοιαν καὶ ἐπιμέλειαν μὴ ἀποστραφέντος τῶν οὕτως ἐρήμων.

ἔστω δή, φησί, μόνος θεὸς αὔχημά σου καὶ μέγιστον κλέος, καὶ μήτ’ ἐπὶ πλούτῳ μήτε δόξῃ μήτε ἡγεμονίᾳ μήτε σώματος εὐμορφίᾳ μήτε ῥώμῃ μήτε τοῖς παραπλησίοις, ἐφ’ οἷς εἰώθασιν οἱ κενοὶ φρενῶν ἐπαίρεσθαι, σεμνυνθῇς, λογισάμενος ὅτι πρῶτον μὲν ἀμέτοχα ταῦτ’ ἐστὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἔπειτα δ’ ὅτι καιρὸν ὀξὺν ἔχει τῆς μεταβολῆς, μαραινόμενα τρόπον τινά, πρὶν ἀνθῆσαι βεβαίως.

ὃ δὴ πάγιον καὶ ἄτρεπτον καὶ ἀμετάβλητον ἀγαθὸν μεταδιώκωμεν καὶ τῆς ἱκεσίας καὶ θεραπείας αὐτοῦ περιεχώμεθα καὶ μήτε κρατήσαντες ἐχθρῶν ζηλώσωμεν τὰς ἐκείνων ἐν αἷς εὐσεβεῖν δοκοῦσιν ἀσεβείας υἱοὺς καὶ θυγατέρας τοῖς αὑτῶν κατακαίοντες θεοῖς — οὐχ

ὅτι τὰ τέκνα πᾶσι τοῖς βαρβάροις ἐμπιμπράναι δι’ ἔθους ἐστίν· οὐ γὰρ οὕτως ἐξηγρίωνται τὰς φύσεις, ὡς, ἃ μηδὲ πολεμίους καὶ ἐχθροὺς ἀσυμβάτους ἐν πολέμῳ, ταῦτα τοὺς φιλτάτους καὶ οἰκειοτάτους ἐν εἰρήνῃ δρᾶν ὑπομένειν· ἀλλ’ ὅτι τὰς ψυχὰς τῷ ὄντι καταφλέγουσι καὶ διαφθείρουσιν ὧν ἐγέννησαν ἐξ ἔτι σπαργάνων ἁπαλαῖς ἔτι μὴ ἐγχαράττοντες τὰς ἀληθείας δόξας περὶ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ὄντος θεοῦ — μήτ’ οὖν ἡττηθέντες ἀναπέσωμεν καὶ ὑπαχθῶμεν ταῖς ἐκείνων εὐτυχίαις ὡς δι’ εὐσέβειαν νενικηκότων·

πολλοῖς γὰρ ἐπ’ ἐνέδρᾳ συμβαίνουσιν αἱ παραυτίκα εὐπραγίαι δέλεαρ σφοδρῶν καὶ ἀνιάτων οὖσαι κακῶν· εἰκὸς δὲ καὶ ἀναξίους ὄντας κατορθοῦν, μὴ δι’ ἑαυτούς, ἀλλὰ ὑπὲρ τοῦ λυπεῖσθαι καὶ ἀνιᾶσθαι σφοδρότερον ἡμᾶς οὐχ ὅσια δρῶντας, οἳ γεννηθέντες ἐν πολιτείᾳ φιλοθέῳ καὶ ἐντραφέντες νόμοις ἐπὶ πᾶσαν ἀρετὴν ἀλείφουσι καὶ ἐκ πρώτης ἡλικίας παιδευόμενοι τὰ κάλλιστα [*](1 ἵλεω codd.: ἵλεων v 3 ἐπὶ τῶ πλούτω R 3.4 μήτε δόξη R: μήτ’ ἐπὶ δόξη AH (v) 4 μήτε ἡγεμονία K: μήθ’ ἡγεμονία AH 4. 5 μήτε τοῖς παραπλησίοις R: ἢ τ. π. AH (v) G τοῦ addidi; τοῦ pro τῆς coui. Mang. 7 καιρὸν ὀξὺν) ἔχει τῆς μεταβολῆς R: καὶ ὀξεῖαν ἔχει τὴν μεταβολήν AH (v) μαραινόμενα R: μαραινομένην AH 8.9 ὃ (au τὸ?) δὴ πάγιον καὶ ἄτρεπτον καὶ ἀμετάβλητον ἀγα(θὸν) μεταδιώκωμεν R Arm: om. ΑΗ (v) 9 καὶ θεραπείας R Arm: om. Afl (v) 9. 10 περιεχώμεθα R Arm: περιεχόμεθα AH 10 κρατησάντων male coni. Mang.; respicit Philo Deut. 12,29 αἷς scripsi (sic R?): οἷς (R)AH (v) II αὐτῶν AH 12 ἐμπιμπράναι R: ἐμπιπρᾶν AH 13 ὡς] ὥστε R 13.14 ἆ μηδέ πολεμίους καὶ ἐχθροὺς R: ἆ μόλις ἐχθροὺς AH (v) 17 τὰς scripsi: τῆς codd. (v) δόξαις AH 18 μήτ’ οὖν scripsi: μὴ οὑν codd. (v) 21 μὴ R: οὐ ΑΗ (v) δι’ ἑαυτοὺς] δέον αὐτοὺς Arin 22 ἀνιᾶσθαι v (Turu.): ἀλᾶσθαι AH; R quid habeat, dubium δρῶντες H) [*](3 Deut. 10,21 9. 10 Deut. 10,20 11 Deut. 1231.)

v.5.p.76
παρὰ θεσπεσίοις ἀνδράσι τῶν μὲν ὀλιγωροῦμεν, τῶν δ’ ὡς ἀληθῶς ὀλιγωρίας ἀξίων περιεχόμεθα, παιδιὰν μὲν τὰ σπουδαῖα, σπουδὴν δὲ τὰ παιδιᾶς ἄξια ἡγούμενοι.

Κἂν μέντοι τις ὄνομα καὶ σχῆμα προφητείας ὑποδύς, ἐνθουσιᾶν καὶ κατέχεσθαι δοκῶν, ἄγῃ πρὸς τὴν τῶν νενομισμένων κατὰ πόλεις θρησκείαν θεῶν, οὐκ ἄξιον προσέχειν ἀπατωμένους ὀνόματι προφήτου· γόης γὰρ ἀλλ’ οὐ προφήτης ἐστὶν ὁ τοιοῦτος, ἐπειδὴ ψευδόμενος λόγια καὶ χρησμοὺς ἐπλάσατο.

κἂν ἀδελφὸς ἢ υἱὸς ἢ θυγάτηρ ἢ γυνὴ ἡ οἰκουρὸς ἢ γνήσιος φίλος ἤ τις ἕτερος εὔνους εἶναι δοκῶν εἰς τὰ ὅμοια ἐνάγῃ προτρέπων συνασμενίζειν τοῖς πολλοῖς καὶ ἐπὶ τὰ αὐτὰ ἱερὰ καὶ τὰς αὐτὰς σπονδάς τε καὶ θυσίας ἀφικνεῖσθαι, κολαστέον ὡς δήμιον καὶ κοινὸν ἐχθρὸν ὄντα ὀλίγα φροντίσαντας οἰκειότητος καὶ τὰς παραινέσεις αὐτοῦ διαγγελτέον πᾶσι τοῖς εὐσεβείας ἐρασταῖς, οἳ ἀνυπερθέτῳ τάχει ταῖς κατ’ ἀνδρὸς ἀνοσίου τιμωρίαις ἐπιδραμοῦνται κρίνοντες εὐαγὲς τὸ κατ’ αὐτοῦ φονᾶν.

ἔστω γὰρ ἡμῖν μία οἰκειότης καὶ φιλίας ἓν σύμβολον ἡ πρὸς θεὸν ἀρέσκεια καὶ τὸ πάντα λέγειν τε καὶ πράττειν ὑπὲρ εὐσεβείας· αἱ δ’ ἐκ προγόνων ἀφ’ αἵματος αὗται λεγόμεναι συγγένειαι καὶ αἱ κατ’ ἐπιγαμίας ἤ τινας ἄλλας ὁμοιοτρόπους αἰτίας οἰκειότητες ἀπορριπτέσθωσαν, εἰ μὴ πρὸς τὸ αὐτὸ τέλος ἐπείγονται, τὴν τοῦ θεοῦ τιμήν, ἣ πάσης ἑνωτικῆς εὐνοίας ἄλυτος δεσμός ἐστιν· ἀντιλήψονται γὰρ οἱ τοιοῦτοι σεμνοτέρας καὶ ἱεροπρεπεστέρας συγγενείας.

βεβαιοῦται δέ μου τὴν ὑπόσχεσιν ὁ νόμος λέγων, ὅτι οἱ „τὸ ἀρεστὸν” τῇ φύσει δρῶντες καὶ „τὸ καλὸν” υἱοί εἰσι τοῦ θεοῦ, φησὶ γάρ· „υἱοί ἐστε κυρίῳ τῷ θεῷ ὑμῶν” (Deut. 14, 1), δηλονότι προνοίας καὶ κηδεμονίας [*](1 παρὰ θεσπεσίοις ἀνδράσιν K (Arm): παρὰ θεσπεσίοις om. AH (v) 2 παιδείαν R σπουδὴν R (coni. Mang.): σπουδῆς ΑΗ 3 παιδείας R 5 κατέχεσθαι] καταδέχεσθαι H 6 ἄξιον] ἐξὸν coni. Mang. 7 ἐπειδὴ R (sic scripseram): ἐπεὶ δὲ ΑΗ (v) ψευδόμενος λόγια R (Arm?): ψευδολογίας λόγους AH (v) 8 ἐπλάσατο AH: ... οὓς?) ἐπλάσατο R, οὓς ἐπλάσατο Αrm ἡ] ἡ AH (Turn.) 9 ὅμοια] ἄνομα vel ἀνόσια coni. Mang. 10 ἐνάγει Η προτρέπει H συνασμενίζειν scripsi: ἐνασμενίζειν codd. (v) ; conicceram συναρμόζειν 11 σπονδάς τε καὶ θυσίας R: τε καὶ θυσίας om. AH (v) 12 ὀλίγα om. R 13 αὐτοῦ] τὰς δι’ αὐτοῦ Arm τοῖς] τῆς Η οἲ om. et γὰρ post ἀνυπερθέτῳ add. Arm 14 τιμωρίαις ἐπιδραμοῦνται R (sic scripseram): ἐπιδραμοῦνται τιμωρίαις AH (v) 15 κατ’ αὐτῶν (sic) 11 17 αὗται] αἰ Arm; τ’ αὖ αἱ coni. Conybeare κυρίως λεγόμεναι conicio 21 σεμνωτέρας Η 23 φησὶν R 24 ὑμῶν R (Mang.): ἡμῶν ΑΗ) [*](4 Deut. 13,1 sqq. 8 Deut. 13,6 sqq. 22 Deut. 1318.)

v.5.p.77
ἀξιωθησόμενοι τῆς ὡς ἐκ πατρός· ἡ δὲ ἐπιμέλεια τοσοῦτον διοίσει τῆς ἀπ’ ἀνθρώπων, ὅσονπερ, οἶμαι, καὶ ὁ ἐπιμελούμενος διαφέρει.

Πρὸς τούτοις ἔτι τὰ περὶ τελετὰς καὶ μυστήρια καὶ πᾶσαν τὴν τοιαύτην τερθρείαν καὶ βωμολοχίαν ἐκ τῆς ἱερᾶς ἀναιρεῖ νομοθεσίας, οὐκ ἀξιῶν τοὺς ἐν τοιαύτῃ πολιτείᾳ τραφέντας ὀργιάζεσθαι καὶ μυστικῶν πλασμάτων ἐκκρεμαμένους ὀλιγωρεῖν ἀληθείας καὶ τὰ νύκτα καὶ σκότος προσκεκληρωμένα μεταδιώκειν παρέντας τὰ ἡμέρας καὶ φωτὸς ἄξια. μηδεὶς οὖν μήτε τελείτω μήτε τελείσθω τῶν Μωυσέως φοιτητῶν καὶ γνωρίμων· ἑκάτερον γὰρ καὶ τὸ διδάσκειν καὶ τὸ μανθάνειν τελετὰς οὐ μικρὸν ἀνοσιούργημα.

τί γάρ, εἰ καλὰ ταῦτ’ ἐστίν, ὦ μύσται, καὶ συμφέροντα, συγκλεισάμενοι ἑαυτοὺς ἐν σκότῳ βαθεῖ τρεῖς ἢ τέτταρας μόνους ὠφελεῖτε, παρὸν ἅπαντας ἀνθρώπους ἐν ἀγορᾷ μέσῃ τὰ τῆς ὠφελείας προθέντας, ἵνα πᾶσιν ἀδεῶς ἐξῇ βελτίονος καὶ εὐτυχεστέρου κοινωνῆσαι βίου; φθόνος γὰρ ἀρετῆς διῴκισται.