De Specialibus Legibus (lib. i‑iv)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 5. Berlin: Reimer, 1906.

εἰ δὲ τὰ παρὰ γυναικὸς ἡταιρηκυίας δῶρα ἀνίερα, πῶς οὐχὶ μᾶλλον τὰ παρὰ ψυχῆς πεπορνευμένης, ἥτις παρέρριψεν ἑαυτὴν ἐπ’ αἰσχύνῃ καὶ ὕβρεσι ταῖς ἐσχάταις, οἰνοφλυγίαις, ὀψοφαγίαις, φιλαργυρίαις, φιλοδοξίαις, φιληδονίαις, ἄλλαις μυρίαις παθῶν τε αὖ καὶ νοσημάτων καὶ κακιῶν ἰδέαις; ὧν τὰ μιάσματα ἐκεῖνα τίς ἂν ἐκνίψαι χρόνος; ἔγωγε οὐκ οἶδα.

τῶν μὲν γὰρ ἑταιρῶν τὴν ἐργασίαν κατέλυσε πολλάκις γῆρας, ἐπειδήπερ ἐξώροις γενομέναις οὐδεὶς ἔτι πρόσεισιν, ἀπομαρανθείσης ὥσπερ τινῶν ἀνθῶν τῆς ἀκμῆς· ψυχῆς δὲ πορνείαν ἀκολασίᾳ συντρόφῳ καὶ συνήθει πεπαιδοτριβημένης τίς ἂν αἰὼν μεταβάλοι πρὸς εὐκοσμίαν; αἰὼν μὲν οὔ, θεὸς δὲ μόνος, ᾧ δυνατὰ τὰ παρ’ ἡμῖν ἀδύνατα.

δεῖ δὴ τὸν μέλλοντα θύειν σκέπτεσθαι, μὴ εἰ τὸ ἱερεῖον ἄμωμον, ἀλλ’ εἰ ἡ διάνοια ὁλόκληρος αὐτῷ καὶ παντελὴς καθέστηκε. διερευνάτω μέντοι καὶ τὰς αἰτίας, ὧν ἕνεκα ἀνάγειν ἀξιοῖ θυσίας· ἤτοι γὰρ εὐχαριστῶν ἐπὶ προϋπηργμέναις εὐεργεσίαις ἢ βεβαιότητα παρόντων ἢ μελλόντων κτῆσιν ἀγαθῶν αἰτούμενος ἢ κακῶν παρόντων ἢ προσδοκωμένων ἀποτροπήν, ἐφ’ οἷς ἅπασιν ὑγείαν καὶ σωτηρίαν ἐκπορίζειν ὀφείλει τῷ λογισμῷ.

εἴτε γὰρ ἐπὶ προϋπηργμέναις εὐχαριστεῖ, μὴ ἀχαριστησάτω φαῦλος γενόμενος — σπουδαίῳ γὰρ ἐδόθησαν αἱ χάριτες —, εἴτε βεβαιούμενος τὰ παρόντα ἀγαθὰ καὶ χρηστὰ περὶ τῶν μελλόντων προσδοκῶν, ἄξιον αὑτὸν παρεχέτω τῶν εὐπραγιῶν ἀστεῖος ὤν, εἴτε κακῶν τινων φυγὴν αἰτούμενος, μὴ δράτω κολάσεων ἐπάξια καὶ τιμωριῶν.

[*](1 περὶ N 3 πεπορνευκυίας FN ἥτις codd: ἡ v 5 αὖ om. FNA 6 ἐκεῖνα] om. N, ἀνέκπλυτα coni. Mang. ἔγωγ’ FA γὰρ om. A ἑταίρων FN 7 πολλάκις κατέλυσε transp. F, πολλάκις om. N ἐπείπερ A 9 πεπαιδοτριβημένης RFN: πεπαιδοτριβημένην ceteri (Turn.) ἄν om. FN 10 μεταβάλοι F: μεταβάλλει N, μεταβαλεῖ ceteri; μεταβάλλοι v οὔ] οὖν Mang. 12 ἄμωμον ι conicio ἡ om. Α 13 ἕνεκ’ F ἀνάγειν] ἀγαγεῖν 15 κτῆσιν ἀγαθῶν R: ἀγαθῶν κτῆσιν ceteri (v) 16 ὑγίειαν F 17 ἐπὶ οm. GP1 18 σπουδαίοις Α 18.19 αἱ χάριτες ἐδόθησαν transp. F 19 παρόντ’ F χρηστὰ] χρὴ τὰ GHP 20 προσδοκῶν RFA: προσδοκᾶν ceteri ὂν (??) (Turn.) αὐτὸν F, ἀυτῶ R, ἀυτῶ P, αὐτὸν ex ἀυτῶ corr. H, ἑαυτὸν Α 21 κακῶν . . . ὦ R (τινῶν ι supplevi): κακῶν ceteri)
v.5.p.69
[*](p. 254 M.)

Πῦρ, φησίν, ἐπὶ τοῦ θυσιαστηρίου καυθήσεται διὰ παντὸς ἄσβεστον· εἰκότως, οἶμαι, καὶ προσηκόντως· ἐπειδὴ γὰρ αἱ τοῦ θεοῦ χάριτες ἀέναοι καὶ ἀνελλιπεῖς καὶ ἀδιάστατοι, ὧν μεθ’ ἡμέραν καὶ νύκτωρ οἱ ἄνθρωποι τυγχάνουσιν, καὶ τὸ σύμβολον τῆς εὐχαριστίας, ἡ ἱερὰ φλόξ, ζωπυρείσθω καὶ ἀεὶ ἄσβεστος ἔστω.

τάχα μέντοι καὶ διὰ τοῦδε βούλεται τὰς παλαιὰς ταῖς νέαις θυσίαις ἁρμόσασθαι καὶ ἑνῶσαι τῇ μονῇ καὶ παρουσίᾳ τοῦ αὐτοῦ πυρός, ᾧ πᾶσαι καθιεροῦνται, πρὸς ἔνδειξιν τοῦ τελείας ἐν εὐχαριστίαις εἶναι, κἂν ἀπὸ μυρίων ὅσων ἀφορμῶν γίνωνται κατὰ περιουσίας ἀφθόνους ἢ τοὐναντίον ἐνδείας τῶν προσαγομένων.

τὰ μὲν ῥητὰ ταῦτα [σύμβολα νοητῶν], τὰ δὲ πρὸς διάνοιαν τοῖς τῆς ἀλληγορίας κανόσιν ἐπισκεπτέον· πρὸς ἀλήθειαν τοῦ θεοῦ θυσιαστήριόν ἐστιν ἡ εὐχάριστος τοῦ σοφοῦ ψυχὴ παγεῖσα ἐκ τελείων ἀρετῶν ἀτμήτων καὶ ἀδιαιρέτων· οὐδὲν γὰρ μέρος ἀρετῆς ἀχρεῖον.

ἐπὶ ταύτης ἀεὶ τὸ ἱερὸν φῶς ἀνακαίεται φυλαττόμενον ἄσβεστον· διανοίας δὲ φῶς ἐστι σοφία, ἐπεὶ καὶ τοὐναντίον σκότος ψυχῆς ἀφροσύνη· ὅπερ γὰρ αἰσθητὸν φῶς ὀφθαλμοῖς πρὸς κατάληψιν σωμάτων, τοῦτ’ ἐπιστήμη λογισμῷ πρὸς θεωρίαν τῶν ἀσωμάτων καὶ νοητῶν, ἧς ἀεὶ τὸ φέγγος ἐπιλάμπει μηδέποτε ἀμαυρούμενον ἢ σβεννύμενον.

Μετὰ ταῦτά φησιν· „ἐπὶ παντὸς δώρου προσοίσετε ἅλα”, δι’ οὗ, καθάπερ καὶ πρότερον εἶπον, τὴν εἰς ἅπαν διαμονὴν αἰνίττεται· [*](1 tit. τὰ ἄλλα περὶ τὸ θυσιαστήριον R, Φίλωνος τὰ ἄλλα περὶ τὸ θυσιαστήριον Αrm: τὰ ἄλλα τὰ περὶ τὸ θυσιαστήριον in textu AH, τὰ ἄλλα τὰ περὶ τὸν βωμόν F 2 πῦρ —καυθήσεται] πῦρ φησὶ καιέσθω ἐπὶ τοῦ βωμοῦ καὶ ἔστω F 3 post ἐπειδὴ pergit F: τινὰς τῶν ἀποκόπων ἔθετο κτλ. (p. 83,21), cetera sine indicio lacunae om. αἱ τοῦ θεοῦ χάριτες R: τοῦ θεοῦ αἱ χάριτες AH (v) 4 ἀέναοι R: ἀένναοι AH (v) νύκτωρ R: νύκτα AH (v) 5 τυγχάνουσιν R (conieceram): τυγχάνομεν ΑΗ (v) 6 μέντοι R (sic scripseram): μὲν ΑΗ (v) διὰ τοῦδε Mang.: διὰ τόδε codd. 9 ὅσων] νόσων ἢ Arm γίνονται H 10 προσαγομένων] προσαγόντων couicio 10. 11 σύμβολα νοητῶν seclusi 11 τῆς om. R post ἐπισκεπτέον interpunxi (sic Arm): post ἀλήθειαν (12) interpung. codd. (v) 13 ἀρετῶν R Arm (coni. Mang.): ἀριθμῶν ΑΗ (v) 14 τὸ ἱερὸν] ἐν τῶ ἱερῷ Arm 16 ὀφθαλμοῖς scripsi: εἰς ὃφθαλμοὺς codd. (v) 16. 17 πρὸς κατάληψιν σωμάτων R Arm: om. AB (v) 17 πρὸς om. R 18 ἧς RA: οἷς Η (Turn.) ἀμαυρούμενον ἢ σβεννύμενον scripsi: ἀμαυρούμενον R, σβεννύμενον AH (v) 19 φησί R ἐπὶ om. R προσοίσεται Η ἄλα R: ἅλας AH (v) 20 καὶ om. R) [*](1 Lev. 6,9. 12. 13 19 Lev. 2,13. cf. Ioseph. Ant. lud. III § 227 (de holocaustis) καὶ πάσαντες ἁλσὶν ἐπὶ τὸν βωμὸν ἀνατιθέασι.)

v.5.p.70
φυλακτήριον γὰρ οἱ ἅλες σωμάτων, τετιμημένοι ψυχῆς δευτερείοις· ὡς γὰρ αἰτία τοῦ μὴ διαφθείρεσθαι τὰ σώματα ψυχή, καὶ οἱ ἅλες ἐπὶ πλεῖστον αὐτὰ συνέχοντες καὶ τρόπον τινὰ ἀθανατίζοντες.

διὸ καὶ κέκληκε θυσιαστήριον, ἴδιον καὶ ἐξαίρετον ὄνομα θέμενος αὐτῷ παρὰ τὸ διατηρεῖν, ὡς ἔοικε, τὰς θυσίας, καίτοι τῶν κρεῶν ἀναλισκομένων ὑπὸ πυρός· ὡς εἶναι σαφεστάτην πίστιν, ὅτι οὐ τὰ ἱερεῖα θυσίαν ἀλλὰ τὴν διάνοιαν καὶ προθυμίαν ὑπολαμβάνει τοῦ καταθύοντος εἶναι, ἐν ᾗ τὸ μόνιμον καὶ βέβαιον ἐξ ἀρετῆς.

προσέτι κἀκεῖνο προσνομοθετεῖ, κελεύων πᾶσαν θυσίαν δίχα ζύμης καὶ μέλιτος προσάγεσθαι, μηδέτερον ἀξιῶν ἀναφέρειν ἐπὶ τὸ θυσιαστήριον· μέλι μὲν ἴσως, ἐπειδήπερ ἡ συναγωγὸς αὐτοῦ μέλιττα ζῷόν ἐστιν οὐ καθαρόν, ἐκ σήψεως καὶ φθορᾶς νεκρῶν, ὡς ὁ λόγος, βοῶν γεννώμενον, καθὰ καὶ οἱ σφῆκες ἐξ ἱππείων σωμάτων·

ἢ κατὰ σύμβολον τοῦ πᾶσαν ἀνίερον εἶναι τὴν περιττὴν ἡδονήν, τὰ μὲν περὶ τὴν κατάποσιν γλυκαίνουσαν, πικρὰς δὲ καὶ δυσιάτους αὖθις ἐπιφέρουσαν ἀλγηδόνας, ὑφ’ ὧν ἀνάγκη τὴν ψυχὴν σείεσθαι καὶ κλονεῖσθαι παγίως ἱδρυθῆναι μὴ δυναμένην·

ζύμην δὲ διὰ τὴν γινομένην ἔπαρσιν ἐξ αὐτῆς, πάλιν συμβολικῶς, ἵνα μηδεὶς προσιὼν τῷ θυσιαστηρίῳ τὸ παράπαν ἐπαίρηται φυσηθεὶς ὑπ’ ἀλαζονείας, ἀλλ’ εἰς τὸ τοῦ θεοῦ μέγεθος ἀποβλέπων αἴσθησιν λαμβάνῃ τῆς περὶ τὸ γενητὸν ἀσθενείας, κἂν εὐτυχίαις ἑτέρων διαφέρῃ, καὶ τὸν εἰκότα ποιησάμενος λογισμὸν στέλλῃ τὸ τοῦ φρονήματος ὑπέραυχον ὕψος, τὴν ἐπίβουλον οἴησιν καθαιρῶν.

εἰ γὰρ ὁ τῶν ὅλων κτίστης καὶ ποιητὴς καὶ πάντων [*](1 δευτερείοις R: δευτερείων A δευτερείῳ H ὡς R: ἴσως ΑΗ 3.4 κέκληκε θυσιαστήριον V (Turn.): κέκληται θυσιαστήριον R, κύκλωμα θυσιαστηρίου AH 7 ὑπολαμβάνειν H εἶναι, ἐν ἧ τὸ μόνιμον Arm: ἵνα ἡ μόνιμον codd. (v) 8 προσνομοθετεῖ R: νομοθετεῖ AH (v) 8.9 πᾶσαν θυσίαν R: θυσίαν πᾶσαν AH 9 ἀναφέρειν scripsi (sic Arm?): R quid habeat, incertum, διαφέρειν AH (v) ; προσφέρειν coni. Mang. 13. 14 τὰ μὲν περὶ τὴν κατάποσιν om. in textu, add. mg R 14 καταγλυκαίνουσαν R 14. 15 ἐπιφέρουσα H 16 ἱδρυνθῆναι Α 17 πάλιν] πάνυ coni. Mang. 19 γεννητὸν ΑΗ γενητὸν πᾶν Arm 20 ἑτέρων R: om. AH (v) καὶ οm. Arm 21 στέλλει ΑΗ 22 εἰ γὰρ R: εἰ δ’ AH (V)) [*](9 Lev. 2,11 11 cf. Nicand. Ther. 741 sq. ἵπποι γὰρ σφηκῶν γένεσις, ταύρων δὲ μέλισσαι | σκήνεσι πυθομένοισι λυκοσπάδες ἐξεγένοντο. ubi schol.: φησὶν ὅτι τῶν ἵππων ἀποθνῃσκόντων σηπόμενα τὰ σκηνώματα γεννῶσι τοὺς σφῆκας, τῶν δὲ ταύρων ὁμοίως σηπομένων γεννῶσι τὰς μελίσσας. Ael. Nat. anim. I 28 ἵππος ἐρριμμένος σφηκῶν γένεσίς ἐστιν· ὁ μὲν γὰρ ὑποσήπεται, ἐκ δὲ τοῦ μυελοῦ ἐκπέτονται οἱ θῆρες οὗτοι. II 57 καὶ ἀποθανὼν δὲ βοῦς γενναῖόν τι χρῆμα καὶ ἀξιέπαινον· μέλισσαι γοῦν ἐκ τῶν ἐκείνου λειψάνων ἐκφύονται. Hesych. βουγενέων· . . . καὶ ἡ μέλισσα βουγενής, ὅτι ἐκ βοείων ὀστέων γεννᾶται.)

v.5.p.71
ἀνεπιδεὴς ὧν ἐγέννησεν, οὐ πρὸς τὰς ὑπερβολὰς τοῦ κράτους αὑτοῦ καὶ τῆς ἐξουσίας ἀπιδὼν ἀλλὰ πρὸς τὴν σὴν ἀσθένειαν, μεταδίδωσί σοι τῆς ἵλεω δυνάμεως αὑτοῦ τὰς ἐνδείας ἀναπληρῶν αἷς κέχρησαι, σὲ τί ποιεῖν ἁρμόττει πρὸς ἀνθρώπους τοὺς φύσει συγγενεῖς καὶ ἀπὸ τῶν αὐτῶν στοιχείων σπαρέντας, τὸν μηδὲν εἰς τὸν κόσμον ἀλλὰ μηδὲ σαυτὸν εἰσενηνοχότα;

γυμνὸς μὲν γάρ, θαυμάσιε, ἦλθες, γυμνὸς δὲ πάλιν ἄπεις, τὸν μεταξὺ χρόνον γενέσεως καὶ θανάτου παρὰ τοῦ θεοῦ χρῆσιν λαβών, ἐν ᾧ τί ποιεῖν προσῆκον ἦν ἢ κοινωνίας καὶ ὁμονοίας ἰσότητός τε καὶ φιλανθρωπίας καὶ τῆς ἄλλης ἀρετῆς ἐπιμελεῖσθαι, ἀποβαλλόμενον τὴν ἄνισον καὶ ἄδικον καὶ ἀσύμβατον κακίαν, ἣ τὸ ἡμερώτατον φύσει ζῷον, ἄνθρωπον, ὠμὸν καὶ ἀτίθασον ἐργάζεται;

Πάλιν ἀφ’ ἑσπέρας ἕως πρωίας προστάττει καίεσθαι λύχνους ἐπὶ τῆς ἱερᾶς λυχνίας εἴσω τοῦ καταπετάσματος, πολλῶν χάριν· ἑνὸς μὲν ἵνα ἐκ διαδοχῆς τοῦ μεθημερινοῦ φωτὸς καταλάμπηται τὰ ἅγια γινόμενα ἀεὶ σκότους ἀμέτοχα καθ’ ὁμοιότητα τῶν ἀστέρων· καὶ γὰρ οὗτοι δύντος ἡλίου τὸ ἴδιον ἀναφαίνουσι φέγγος ἣν ἐτάχθησαν ἐν τῷ κόσμῳ τάξιν οὐ λείποντες·

ἑτέρου δὲ τοῦ καὶ νύκτωρ ἀδελφόν τι καὶ συγγενὲς ταῖς μεθημεριναῖς θυσίαις ἐπιτελεῖσθαι πρὸς ἀρέσκειαν θεοῦ καὶ μηδένα χρόνον ἢ καιρὸν εὐχαριστίας παραλείπειν· ἐπιτηδειοτάτη δὲ καὶ προσφυεστάτη νυκτὶ τῆς εὐχαριστίας θυσία — θυσίαν γὰρ αὐτὴν ἄξιον καλεῖν — ἡ τοῦ ἱερωτάτου φέγγους ἐν τοῖς ἀδύτοις αὐγή·

τρίτου δὲ καὶ σφόδρα ἀναγκαίου· ἐπειδὴ γὰρ οὐ μόνον ἐγρηγορότες εὖ πάσχομεν ἀλλὰ [*](1 αὐτοῦ AH (ν) 1.2 τῆς ἐξουσίας R Arm: τὰς ἐξουσίας AH (v) 2 ἀπιδὼν] ὑπεριδὼν AH σοι om. Η (Turn.) 3 αὐτοῦ AH, αὑτοῦ om. Arm αἷς om. R κέχρησαι R Arm: κέχωσαι AH (v) 5 σπαρέντας] συγκραθέντας vel συγκριθέντας coni. Mang. τὸν κόσμον codd.: τόν om. v 6 μὲν γάρ om. Arm, γάρ om. R δὲ R: om. ΑΗ (v) ἄπεις scripsi (an ἄπει?): ἀπίης codd. (v) 7 τὸν μεταξὺ χρόνον] οὐ μετὰ πολὺν χρόνον Arm χρῆσιν coni. Mang.: sed cf. vol. 1 197,3 9 ἄλλης Arm (coni. Mang.): om. codd. (v) προβαλλόμενον Arm 11 ἀτίθασον R: ἀτίθασσον ΑΗ (v) 12 πρωίας R: πρωὶ AH (v) 13 τῆς ἱερᾶς R Arm (Mang.): τὰς ἱερὰς ΑΗ 14 διαδοχῆς R: διαδόχου AH 16 δύντος R (sic scripseram): δύνοντος AH (v) 19 παραλείπεσθαι conicio post παραλείπειν interpungit R: post νυκτί (20) AH (v) 19.20 ἐπιτηδειοτάτη δὲ καὶ προσφυεστάτη νυκτὶ R (Arm?): ἐπιτηδειότατον καὶ προσφυέστατον τῆ νυκτί AH (v) 20 τῆς εὐχαριστίας θυσία scripsi: τὴν εὐχαριστίας θυσίαν εἶναι R, om. ΑΗ (v) 21 ἡ ... αὐγή R: τὴν . . . αὐγήν AH (v) 22 οὐ] οὗ Η εὑ] οὗ Η) [*](12 Exod. 27,21. 30,8. Lev. 24)

v.5.p.72
καὶ καθεύδοντες, τοῦ φιλοδώρου θεοῦ μεγάλην ἐπικουρίαν, ὕπνον, τῷ θνητῷ γένει παρασχόντος ἐπ’ ὠφελείᾳ σώματός τε καὶ ψυχῆς, τοῦ μὲν σώματος τῶν μεθημερινῶν πόνων ἀφιεμένου, τῆς δὲ ψυχῆς ἐπικουφιζομένης τὰς φροντίδας καὶ ἀναχωρούσης εἰς ἑαυτὴν ἀπὸ τοῦ τῶν αἰσθήσεων ὄχλου καὶ θορύβου καὶ δυναμένης τότε γοῦν ἰδιάζειν καὶ ἐνομιλεῖν ἑαυτῇ, προσηκόντως ἐδικαίωσεν ὁ νόμος τὰς εὐχαριστίας διακληρῶσαι, ὑπὲρ μὲν ἐγρηγόρσεως διὰ τῶν προσαγομένων ἱερείων, ὑπὲρ δὲ ὕπνου καὶ τῶν ἀπὸ τοῦδε ὠφελειῶν διὰ τῆς τῶν ἱερῶν λύχνων ἐξάψεως.

Ἃ μὲν οὖν πρὸς εὐσέβειαν νομοθετεῖται κατὰ προστάξεις καὶ ἀπαγορεύσεις, ταῦτα καὶ τὰ τούτοις παραπλήσιά ἐστιν· ἃ δὲ κατὰ τὰς φιλοσόφους ὑποθήκας καὶ παραινέσεις, ὧδε λεκτέον. αἰτεῖται γάρ, φησίν, ὦ διάνοια, παρὰ σοῦ ὁ θεὸς οὐδὲν βαρὺ καὶ ποικίλον ἢ δύσεργον ἀλλὰ ἁπλοῦν πάνυ καὶ ῥᾴδιον.

ταῦτα δ’ ἐστὶν ἀγαπᾶν αὐτὸν ὡς εὐεργέτην, εἰ δὲ μή, φοβεῖσθαι γοῦν ὡς ἄρχοντα καὶ κύριον, καὶ διὰ πασῶν ἰέναι τῶν εἰς ἀρέσκειαν ὁδῶν καὶ λατρεύειν αὐτῷ μὴ παρέργως ἀλλὰ ὅλῃ τῇ ψυχῇ πεπληρωμένῃ γνώμης φιλοθέου καὶ τῶν ἐντολῶν αὐτοῦ περιέχεσθαι καὶ τὰ δίκαια τιμᾶν. ἐξ ὧν ἁπάντων αὐτὸς μὲν ἐν ὁμοίᾳ μένει φύσει μὴ τρεπόμενος. ἔτι δὲ τῶν ἄλλων ὅσα κατὰ τὸν κόσμον ἐστὶ βελτίωσιν ἴσχει, ἥλιος ἢ σελήνη ἢ τὸ πλῆθος τῶν ἄλλων ἀστέρων ἢ ὁ σύμπας οὐρανός. ἀλλὰ καὶ τῆς γῆς τὰ μὲν ὄρη πρὸς ὕψος αἴρεται περιμηκέστατον, ἡ δὲ πεδιὰς ὥσπερ αἱ χυταὶ οὐσίαι ἐπὶ πλεῖστον εὐρύνεται, καὶ ἡ θάλαττα μεταβάλλει πρὸς πότιμον ἢ οἱ ποταμοὶ πελαγῶν ἐξισοῦνται μεγέθεσιν. ἐπὶ μὲν οὖν τῶν αὐτῶν ὅρων ἕκαστον ἵδρυται ἐφ’ οἷς εὐθὺς ἐξ ἀρχῆς ὅτε ἐποίησεν ὁ θεὸς ἐτάχθη· σὺ δὲ βελτίων ἔσῃ ζῶν ἀνυπαιτίως. [*](1 τοῦ φιλοδώρου RH: τοῦ μεγαλοδώρου καὶ φιλοδώρου Α (Mang.) 4 τὰς φροντίδας om. Arm τοῦ om. Τurn. 5 ἰδιάζειν om. Η (Turn.) 9 ἃ] τὰ Arm 10 ἃ] τὰ Arm 11 ὑποθήκας] ὑποθέσεις R 13 ἁπλοῦν om. R πάνυ] πάλιν H (Turn.) ταῦτα] τοῦτο coni. Mang. 15 ἀλλὰ R: ἀλλ’ AH 18—25 i verba ἐξ ὧν ἀπάντων — ζῶν ἀνυπαιτίως, quibus sententiarum turbari nemo non videt, Philonis videntur esse, sed aliunde hic inculcata 18 αὐτὸς] ὁ κόσμος coni. Mang. φύσει om. R 18. 19 ἔτι δὲ R ut vid. (coni. Mang.) εἴ τι δὲ ΑΗ 10 καὶ ante βελτίωσιν add. Arm 21 καὶ om. R τῆς γῆς RA: τῆς om. H (v) περιμηκέστερον R 2;5 πελαγῶν ἐξισοῦνται μεγέθεσιν R πελάγεσιν ἐξισοῦνται ΑΗ (v) 24 ἐφ’ οἷς εὐθὺς R Arm: εὐθὺς ἐφ’ οἷς ΑΗ (v) 25 ὅτε ἐποίησεν ὁ θεὸς ἐτάχθη scripsi: ὅτε . . . ἐτάχθη R (om. ἐποίησεν), ὁ θεὸς supplevi ὅτε ἐποίησεν ἐτάχθη Arm, ἐποίησεν ὅτε ἐτάχθη ΑΗ (v)) [*](13 Deut. 10.12. 13.)

v.5.p.73
τί δὴ τούτων ἀργαλέον ἐστὶν ἢ ἐπίπονον;