De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

λόγος δ’ ἐστὶν ἀναγραφεὶς ἐν τοῖς κατὰ τὴν κοσμοποιίαν, περιέχων αἰτίαν ἀναγκαίαν· ἐν γὰρ ἓξ ἡμέραις φησὶ κτισθῆναι τὸν κόσμον, τῇ δ’ ἑβδόμῃ παυσάμενον τῶν ἔργων τὸν θεὸν ἄρξασθαι τὰ γεγονότα καλῶς θεωρεῖν.

ἐκέλευσεν οὖν καὶ τοὺς μέλλοντας ἐν ταύτῃ ζῆν τῇ πολιτείᾳ καθάπερ ἐν τοῖς ἄλλοις καὶ κατὰ τοῦθ’ ἕπεσθαι θεῷ, πρὸς μὲν ἔργα τρεπομένους ἐφ’ ἡμέρας ἕξ, ἀνέχοντας δὲ τῇ ἑβδόμῃ καὶ φιλοσοφοῦντας καὶ θεωρίαις μὲν τῶν τῆς φύσεως σχολάζοντας, ἐπισκοποῦντας δὲ καὶ εἴ τι μὴ καθαρῶς ἐν ταῖς προτέραις ἐπράχθη, λόγον καὶ εὐθύνας ὧν εἶπον ἢ ἔδρασαν παρ’ ἑαυτῶν λαμβάνοντας ἐν τῷ τῆς ψυχῆς βουλευτηρίῳ, συνεδρευόντων καὶ συνεξεταζόντων τῶν νόμων εἴς τε τὴν τῶν παροραθέντων κατόρθωσιν καὶ πρὸς τὴν τοῦ μηδὲν αὖθις ἐξαμαρτάνειν προφυλακήν.

ἀλλ’ ὁ μὲν θεὸς ἅπαξ κατεχρήσατο ταῖς ἓξ ἡμέραις πρὸς τὴν τοῦ κόσμου τελείωσιν μήκους χρόνων οὐ προσδεόμενος· ἀνθρώπων δ’ ἕκαστος ἅτε θνητῆς φύσεως μετέχων καὶ μυρίων ἐνδεὴς ὢν πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας ὀφείλει μὴ κατοκνεῖν ἐκπορίζειν τὰ ἐπιτήδεια μέχρι τελευτῆς τοῦ βίου διαναπαυόμενος τὰς [*](1 εἶτα ADR αἰεὶ om. DR αἱ om. Turn. 3 οὕτως F ἀδικήμασιν] ἀσεβήμασιν coni. Mang. κολάζειν] ἐκριζοῦν Arm 5 ἀναπράττη M 8 κατὰ θεὸν corruptum; κατὰ σελήνην vel κατὰ σεληνιακὸν κύκλον (cf. 252,12) conicio, κατὰ ζ' coni. Christophorson τῆς νουμηνίας κατὰ ζ' Mang.) διαριθμούμεναι Mang. : διαριθμούμενοι codd. 9 ἡμέρας add. Mang. διαλιπόντες MF ἀεὶ F 10 ἐν τῇ Μωυσέως κοσμοποιίᾳ Arm τὴν κοσμοποιίαν F: τὴν om. ceteri (v) 11 τὴν δ’ ἑβδόμην M 12 παυόμενον M 15 ἡμέραις Α, om. Arm 15. 16 καὶ φιλοσοφοῦντας τῆ ἑβδόμη transp. Η (v) 16 τῶν] ταῖς F ἐνσχολάζοντας coni. Mang. 18 ἡ] ἢν A 19 βουλευτηρίῳ] δικαστηρίῳ coni. Mang. τῶν νόμων M: νόμων ceteri (Turn.) 21 προ(??)φυλακήν σ eras.) F, φυλακήν Ἀρ’ 22 ἡμέραις AP: om. ceteri (Arm) 24 κατοκνεῖν ἓξ ἡμέραις Christophorson 25 ἐμπορίζειν AP1 τελευτῆς om. APF, add. mg. P2 εἰς τὰς Arm)

v.4.p.292
ἱερὰς ἑβδομάδας.

ἆρ’ οὐ παγκάλη παραίνεσις καὶ πρὸς πᾶσαν ἀρετὴν ἱκανωτάτη προτρέψασθαι καὶ διαφερόντως εἰς εὐσέβειαν; „ἕπου" φησίν „αἰεὶ θεῷ· παράδειγμα προθεσμίας ἔστω σοι πράξεων ἓν ἑξαήμερον αὐταρκέστατον, ἐν ᾧ τὸν κόσμον ἐδημιούργει· παράδειγμα καὶ τοῦ δεῖν φιλοσοφεῖν ἡ ἑβδόμη, καθ’ ἣν ἐπιδεῖν λέγεται ἃ εἰργάσατο, ὅπως καὶ αὐτὸς ἐπιθεωρῇς τὰ φύσεως καὶ τὰ ἴδια ὅσα συντείνει πρὸς εὐδαιμονίαν".

τοιοῦτον οὖν ἀρχέτυπον τῶν ἀρίστων βίων, πρακτικοῦ τε καὶ θεωρητικοῦ, μὴ παρέλθωμεν, ἀλλ’ αἰεὶ πρὸς αὐτὸ βλέποντες ἐναργεῖς εἰκόνας καὶ τύπους ταῖς ἑαυτῶν διανοίαις ἐγχαράττωμεν ἐξομοιοῦντες θνητὴν φύσιν ὡς ἔνεστιν ἀθανάτῳ κατὰ τὸ λέγειν καὶ πράττειν ἃ χρή. πῶς δὲ | λέγεται ἐν ἓξ ἡμέραις γεγενῆσθαι τὸν κόσμον ὑπὸ θεοῦ τοῦ [*](p. 198 M.) μηδὲ χρόνων εἰς τὸ ποιεῖν δεομένου, μεμήνυται διὰ τῶν ἀλληγορηθέντων

ἐν ἑτέροις. τὴν μέντοι προνομίαν, ἧς ἐν τοῖς οὖσιν ἑβδομὰς ἠξίωται, δηλοῦσιν οἱ περὶ τὰ μαθήματα διατρίψαντες, ἐπιμελῶς πάνυ καὶ πεφροντισμένως αὐτὴν ἐξιχνεύσαντες. ἥδε γάρ ἐστιν ἡ ἐν ἀριθμοῖς παρθένος, ἡ ἀμήτωρ φύσις, ἡ μονάδος οἰκειοτάτη καὶ ἀρχῆς, ἡ ἰδέα τῶν πλανήτων, ἐπεὶ καὶ τῆς ἀπλανοῦς σφαίρας μονάς· ἐκ γὰρ μονάδος καὶ ἑβδομάδος οὐρανὸς ὁ ἀσώματος, τὸ παράδειγμα τοῦ ὁρατοῦ.

πέπηγε δ’ ὁ οὐρανὸς ἔκ τε τῆς ἀμερίστου φύσεως καὶ τῆς μεριστῆς· ἡ μὲν οὖν ἀμέριστος τὴν πρώτην καὶ ἀνωτάτω καὶ ἀπλανῆ περιφορὰν εἴληχεν, ἣν μονὰς ἐπισκοπεῖ, ἡ δὲ μεριστὴ τὴν καὶ δυνάμει καὶ τάξει δευτέραν, ἧς ἐπιτροπεύει ἑβδομάς, ἥτις ἑξαχῇ διανεμηθεῖσα τοὺς ἐπικαλουμένους ἑπτὰ πλάνητας εἰργάσατο·

οὐκ ἐπειδὴ πεπλάνηταί τι τῶν κατὰ τὸν οὐρανὸν θείας καὶ μακαρίας καὶ εὐδαίμονος φύσεως μετεσχηκότων, οἷς πᾶσι τὸ ἀπλανὲς οἰκειότατον — τὴν γοῦν ἐν ὁμοίῳ ταυτότητα σῴζοντα δολιχεύει τὸν αἰῶνα μηδεμίαν ἐνδεχόμενα τροπὴν καὶ μεταβολήν —, ἀλλ’ ὅτι περιπολοῦνται ὑπεναντίως τῇ ἀμερίστῳ καὶ [*](1 ἑβδομάδας] ἑβδόμας voluit Mang. ’2 ἱκανωτάτην M 3 προθεσμία F ἓν om. Arm ἑξαήμερον Christophorson (Mang.): ἑξάμετρον codd., ἑξὰς μέτρον Arm 5 ἡ om. M 8 αὐτὸ AP, αὐτὸ ex αὐτὸν corr. H: αὐτὸν MFG 10 πράττειν MH: τὸ πράττειν ceteri \’2 μηδὲ] μὴ conicio χρόνων MFGH: χρόνου AP (v) ; lρόνων μήκους conicio 14 πάνυ] πάντη AP, πάνυ post πεφροντισμένως (l.’j) trausp. H (Turn.) 15 ἀνι·ι̣νεύσαντες AP Ifi ἡ ἰδέα] καὶ ἰδέα L (Turn.) 17 ἐπεὶ καὶ] ἐπὶ δὲ Arm ἡ μονάς AI’ 18 ὁ οὐρανὸς, ὁ eras. P rj δὲ MAP ὁ ora. AP τῆς ἀμερίστου F: τῆς om. ceteri (v) 20 περιφορὰν] σφαῖραν coni. Mang. 21 ἡ μονὰς Arm τάξιν Α 23 πλανήτας FH 24 κατ’ οὐρανὸν H (v) 25 ὁμοίῳ] ὁμοιότητι Arin 27 ὅτι M: ὅτι καὶ ceteri (v) περιπολοῦνται G: περιπολοῦντα APFH, -..ολοῦντες M ὐἶεναντίω,] ἐναντίως Η (v) περι-)

v.4.p.293
ἐξωτάτω σφαίρᾳ, πλάνητες ὠνομάσθησαν οὐ κυρίως ὑπ’ ἀνθρώπων εἰκαιοτέρων, οἳ τὴν ἰδίαν πλάνην τοῖς οὐρανίοις ἐπεφήμισαν, ἃ τὴν τοῦ θείου στρατοπέδου τάξιν οὐδέποτε λείπει.

διὰ μὲν δὴ ταῦτα καὶ ἔτι πλείω τετίμηται ἡ ἑβδομάς· ἐπ’ οὐδενὶ δ’ οὕτω προνομίας ἔτυχεν ἢ τῷ μάλιστα τὸν ποιητὴν καὶ πατέρα τῶν ὅλων ἐμφαίνεσθαι δι’ αὐτῆς· ὡς γὰρ διὰ κατόπτρου φαντασιοῦται ὁ νοῦς θεὸν δρῶντα καὶ κοσμοποιοῦντα καὶ τῶν ὅλων ἐπιτροπεύοντα.

Μετὰ δὲ τὰ περὶ τῆς ἑβδόμης παραγγέλλει πέμπτον παράγγελμα τὸ περὶ γονέων τιμῆς τάξιν αὐτῷ δοὺς τὴν μεθόριον τῶν δυοῖν πεντάδων· τελευταῖον γὰρ ὂν τῆς προτέρας, ἐν ᾗ τὰ ἱερώτατα προστάττεται, συνάπτει καὶ τῇ δευτέρᾳ περιεχούσῃ τὰ πρὸς ἀνθρώπους δίκαια.

αἴτιον δ’ ὡς οἶμαι τόδε· τῶν γονέων ἡ φύσις ἀθανάτου καὶ θνητῆς οὐσίας ἔοικεν εἶναι μεθόριος, θνητῆς μὲν διὰ τὴν πρὸς ἀνθρώπους καὶ τὰ ἄλλα ζῷα συγγένειαν κατὰ τὸ τοῦ σώματος ἐπίκηρον, ἀθανάτου δὲ διὰ τὴν τοῦ γεννᾶν πρὸς θεὸν τὸν γεννητὴν τῶν ὅλων ἐξομοίωσιν.

ἤδη μὲν οὖν τινες τῇ ἑτέρᾳ μερίδι προσκληρώσαντες ἑαυτοὺς ἔδοξαν τῆς ἑτέρας ὀλιγωρεῖν· ἄκρατον γὰρ ἐμφορησάμενοι τὸν εὐσεβείας πόθον, πολλὰ χαίρειν φράσαντες ταῖς ἄλλαις πραγματείαις ὅλον ἀνέθεσαν τὸν οἰκεῖον βίον θεραπείᾳ θεοῦ.

οἱ δ’ οὐδὲν ἔξω τῶν πρὸς ἀνθρώπους δικαιωμάτων ἀγαθὸν ὑποτοπήσαντες εἶναι μόνην τὴν πρὸς ἀνθρώπους ὁμιλίαν ἠσπάσαντο, τῶν τε ἀγαθῶν τὴν χρῆσιν ἐξ ἴσου πᾶσι παρέχοντες διὰ κοινωνίας ἵμερον καὶ τὰ δεινὰ κατὰ δύναμιν ἐπικουφίζειν [*](1 ἐξωτάτη Η (Turn.) post οὐ κυρίως add. ἀλλ’ Arm 2 ἐπουρανίοις MG 3 καὶ ἔτι om. Arm 4 ἡ om. F οὕτως F ἡ] ὡς Christophorson (Mang.) 5 δι’ αὐτῆς M: διὰ ταύτης ceteri (v) 7 τῶν ὅλων] τὰ τῶν ἄλλων M 8 τῆσδε τῆς M 9 τὸ ante πέμπτον (8) trausp. M Arm τὸ bis scripsit Maug.) δοὺς] διὰ N δυεῖν FGH 10 γὰρ om. AP ἐν ᾗ] ἑνοῖ G mg. Η (Turn.) προστάττεται scripsi (sic Arm ut vid.): πρὸς τὰ πέντε MAFHN (Turn.), πρὸς τά ἕτερα πέντε G, πρὸς τὰ πέντε—περιεχούσῃ om.) P; πρὸς τὸ θεῖον Christophorson Mang.; προστάττεται τὰ πέντε coni. Wendl. 11 συνάπτει καὶ τῆ δευτέρα MAFHN: καὶ συνάπτει τῆ δευτέρα G, καὶ τῆ δευτέρα συνάπτει mg. H (v) δίκαι] δικαιώματα Arm 13 μεθόριον GH (Turn.) 13. 14 τὰ ἄλλα M: ἄλλα AP1, τἄλλα Η, τἆλλα FGP2N 14 κατὰ M διὰ Arm): καὶ ceteri (v) ἐπίκαιρον 31 1.5 γεννᾶν] γεννῶντος coni. Wendl. γενέτην FN 16 ἑαυτοὺς M: αὑτοὺς APG, αὑτοὺς corr. ex αὐτοὺς H, αὐτοὺς FN 17 τὸν τῆς εὐσεβείας Α 20 δικαιωμάτων] δικαίων M (Mang.) 21 τ’ AP πᾶσι om. G) [*](8 — 296,19 N fol. 152v τοῦ αὐτοῦ Φίλωνος) περὶ γονέων τιμῆς. παραγγέλλει — θειοτέρᾳ πεντάδι.)

v.4.p.294
ἀξιοῦντες.

τούτους μὲν οὖν φιλανθρώπους, τοὺς δὲ προτέρους φιλοθέους ἐνδίκως ἂν εἴποι τις, ἡμιτελεῖς τὴν ἀρετήν· ὁλόκληροι γὰρ οἱ παρ’ ἀμφοτέροις εὐδοκιμοῦντες. ὅσοι δὲ μήτ’ ἐν τοῖς πρὸς ἀνθρώπους ἐξετάζονται, συνηδόμενοι μὲν ἐπὶ τοῖς κοινοῖς ἀγαθοῖς, συναλγοῦντες δ’ ἐπὶ τοῖς ἐναντίοις, μήτ’ εὐσεβείας καὶ ὁσιότητος περιέχονται, μεταβεβληκέναι δόξαιεν ἂν εἰς θηρίων φύσιν· ὧν τῆς ἀγριότητος οἴσονται τὰ πρωτεῖα οἱ γονέων ἀλογοῦντες, ἑκατέρας μερίδος ὄντες ἐχθροὶ καὶ τῆς

πρὸς θεὸν καὶ τῆς πρὸς ἀνθρώπους. ἐν δυσὶν οὖν δικαστηρίοις, ἃ δὴ μόνα ἐστὶν ἐν τῇ φύσει, μὴ ἀγνοείτωσαν ἑαλωκότες, ἀσεβείας μὲν ἐν τῷ θείῳ, διότι τοὺς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντας καὶ κατὰ τοῦτο μιμησαμένους θεὸν οὐ περιέπουσι, μισανθρωπίας δ’ ἐν τῷ κατ’ ἀνθρώπους.

τίνα γὰρ ἕτερον εὖ ποιήσουσιν οἱ τῶν συγγενεστάτων καὶ τὰς μεγίστας παρασχομένων δωρεὰς ὀλιγωροῦντες, ὧν ἔνιαι δι’ ὑπερβολὴν οὐδ’ ἀμοιβὰς ἐνδέχονται; πῶς γὰρ ἂν ὁ γεννηθεὶς ἀντιγεννῆσαι δύναιτο τοὺς σπείραντας, κλῆρον ἐξαίρετον τῆς φύσεως χαρισαμένης πρὸς παῖδας γονεῦσιν εἰς ἀντίδοσιν ἐλθεῖν οὐ δυνάμενον; ὅθεν καὶ σφόδρα προσῆκεν ἀγανακτεῖν, εἰ μὴ πάντα ἔχοντες ἀντιχαρίζεσθαι μηδὲ τὰ κουφότατα ἐθελήσουσιν.