De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

οἷς δεόντως ἂν εἴποιμι· τὰ θηρία πρὸς ἀνθρώπους ἡμεροῦσθαι δεῖ· καὶ πολλάκις ἔγνων ἡμερωθέντας λέοντας, ἄρκτους, παρδάλεις, οὐ μόνον πρὸς τοὺς τρέφοντας διὰ τὴν [*](1 ἀξιοῦντες] ἐξισοῦντες Η 2 ἑκάτεροι δὲ ἡμιτελεῖς conicio 3 μήτε N 4 ἐπὶ] ἐν M δὲ MN 5 μήτε M 5. 6 μεταβεβηκέναι APH Arm (prob. Mang.) 6 ἂν om. AP, ss. P2 θηρίων APFN: τῶν θηρίων MG, τὴν τῶν θηρίων Η (Turn.) ; τὴν θηρίων Mang. 7 πρωτεῖα] πρεσβεῖα Arm καὶ τῆς] τῆς τε Nicet. 8 δυσὶν M δυσὶ Nicet.): δυσὶν corr. ex δυοῖν H, δυοῖν APGN, δυεῖν F οὖν om. Nicet. δικαστηρίοιν FGN 9 ἐστὶν ἐν M Nicet.: ἐστὶ (cm. ἐν) FGHN, εἰσὶ (om. ἐν) AP ἀγνοείτωσαν M Arm Nicet.: ἀγνοούμενα ἴστωσαν ceteri (Turn.) 10 θείῳ] θεῷ Arm διότι] ὅτι Nicet. τοῦ om. Nicet. προαγαγόντας MGN mg. P2 Nicet. 1 1 θεῶ H δὲ AP Nicet. 12 κατὰ M Nicet. ἀνθρώπους] αὐτούς AP 13 παρασχομένων M Barocc: παρεσχημένων ceteri ὀλιγωροῦντα Γ’ 14 ἄν om. MFN Karocc. 14. 15 γεννῆσαι F 15 σπείροντας Barocc. 15.16 χαρισαμένης] χάρισαι μίαν N 17 μὴ G: μηδὲ ceteri (v), γε Nicet. τὰ πάντα H1mg.P2 ἔχοντες Arm : μέλλοντες codd. (v) 18 θελήσουσιν N 19 ἀνθρώπους Christophorson (Mang.): ἀνθρώπων codd. Arm δεῖ] δοκεῖ FN; δεῖ seclusit Christopborson, οἴδα coni. Mang. 20 ἄρκους M παρδάλεις, ἄρκτους transp. Arm 7 — 18 Nicetae Serrani Gatena in Lucam (cod. Vat. 1611 fol. 246v): οἱ οὖν γονέων ἀλογοῦντες — ἐθελήσουσιν. 7. 8 Anton. Mel. II 12 Col. 1049 Φίλωνος: οἱ γονέων ἀλογοῦντες ἑκατέρας μερίδος εἰσὶν ἐχθροί, καὶ τῆς πρὸς θεὸν καὶ τῆς πρὸς ἀνθρώπους. 12— 16 Mel. Barocc. fol. 235v Φίλωνος): τίνα ἕτερον— οὐ δυνάμενον.)

v.4.p.295
ἐπὶ τοῖς ἀναγκαίοις χάριν, ἀλλὰ καὶ πρὸς τοὺς ἄλλους, ἕνεκά μοι δοκῶ τῆς πρὸς ἐκείνους ὁμοιότητος· καλὸν γὰρ ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ βελτιώσεως ἐλπίδα.

νυνὶ δ’ ἀναγκασθήσομαι τἀναντία λέγειν· μιμηταὶ θηρίων ἐνίων, ἄνθρωποι, γίνεσθε. τοὺς ὠφεληκότας ἀντωφελεῖν ἐκεῖνα οἶδε καὶ πεπαίδευται· κύνες οἰκουροὶ προασπίζουσι καὶ προαποθνῄσκουσι τῶν δεσποτῶν, ὅταν κίνδυνός τις ἐξαπιναίως καταλάβῃ· τοὺς δ’ ἐν ταῖς ποίμναις φασὶ προαγωνιζομένους τῶν θρεμμάτων ἄχρι νίκης ἢ θανάτου παραμένειν ὑπὲρ τοῦ διατηρῆσαι τοὺς ἀγελάρχας ἀζημίους.

εἶτ’ οὐκ αἰσχρῶν ἐστιν αἴσχιστον, ἐν χαρίτων ἀμοιβαῖς ἄνθρωπον ἡττηθῆναι κυνός, τοῦ θηρίων θρασυτάτου τὸ ἡμερώτατον ζῷον; ἀλλ’ εἰ μὴ τοῖς χερσαίοις ἀναδιδασκόμεθα, πρὸς τὴν πτηνὴν καὶ ἀεροπόρον μετίωμεν φύσιν ἃ χρὴ παρ’ αὐτῆς μαθησόμενοι.

τῶν πελαργῶν οἱ μὲν γηραιοὶ καταμένουσιν ἐν ταῖς νεοττιαῖς ἀδυνατοῦντες ἵπτασθαι οἱ δὲ τούτων παῖδες ὀλίγου δέω φάναι γῆν καὶ θάλατταν ἐπιποτώμενοι πανταχόθεν ἐκπορίζουσι τοῖς γονεῦσι τὰ ἐπιτήδεια·

καὶ οἱ μὲν ἀξίω τῆς ἡλικίας ἠρεμοῦντες ἐν ἀφθονίᾳ διατελοῦσι τῇ πάσῃ τρυφῶντες, οἱ δὲ τὰς εἰς τὸν πορισμὸν κακοπαθείας ἐπελαφριζόμενοι τῷ εὐσεβεῖν καὶ τῷ προσδοκᾶν ἐν γήρᾳ τὰ αὐτὰ πείσεσθαι [*](1 χάριν] χρείαν M 2 δοκεῖ Α ἀεὶ M: αἰεὶ ceteri 3 ἐλπίδα om. Arrn δὲ M 4 ἐνίων] ἔνιοι τῶν M γένεσθε MGH, γίνεσθαι Arm 5 πεπαίδευται AFN: πεπαίδευνται PGH, παιδεύεται M οἰκουροὶ M Arm : οἴκου ceteri Vind. (Turn.) 6 καὶ προαποθνῄσκουσι om. FN ἐξαπιναίως om. AP (add. mg. P2), ἐξαπηναῖος Vind. 7 καταλάβη FN Vind.: καταλάβοι ceteri (Mang.) φασὶ M: φασὶ καὶ ceteri Vind. 8 νίκης ἢ M: om. ceteri Vind. 9 ἀγελάρχους FN, ἀρχαγγέλους Vind. αἰσχρῶν] αἰσχρόν Vind. 10 θρασυτάτου] ἀγριωτάτου M 11 ζῷον om. M 12 αὐτοῖς Vind. 12. 13 μαθησόμεθα N Arm 13 νεοττίαις MAPF Vind. 14 ὀλίγω AP Vind. 15 ἐπιποτώμενοι MAPG: ἐπιπετόμενοι corr. ex ἐπιποτώμενοι Η, επιπετόμενοι Vind. Nicet., ἐφιπτάμενοι FN 15. 16 τἀπιτήδεια FGN 16 ἠρεμοῦντες Η, ἡμεροῦντες Arm 16. 17 ἐν ἀφθονία πάση διατελοῦσιν Nicet. 17 τὰς] τὰ F εἰς] πρὸς M τὸν om. G κακοπαθείας] κακίας Nicet. 17. 18 ἐπελαφρίζοντες conicio (sic Arm)) [*](2.3 DR fol. 260v Anton. Mel. II 35 Col. 1093 Φίλωνος lo. Georgides p. 49,3 sine lemmate: καλὸν ἀεὶ τῷ κρείττονι τὸ χεῖρον ἀκολουθεῖν διὰ βελτιώσεως ἐλπίδα 5— 296,15 Vindob. hist. gr. 67 fol. 56v: κύνες οἴκου — γηροτροφοῦσι (29(3,4) τοὺς ἑαυτῶν γονεῖς ἐπεσχάτων. ἀρ’ οὐκ ἄξιον ἐπὶ τούτοις ἐγκαλύπτεσθαι ἡμᾶς καὶ κακίζειν ἑαυτούς, ὅσοι τοὺς ἑαυτῶν τόκοις (sic) ὑπερορῶσι λιμῷ καὶ αὐχμῷ καἰ τοῖς ἄλλοις τοῦ βίου κακοῖς οι περιεστιϊχισμένους (sic) ; καὶ γὰρ θεοῦ ὑπηρέται εἰσὶ πρὸς τέκνων σπορὰν (296,12) — ἐν τῷ ζῳοπλαστεῖν. 13— 296,18 pergit Nicetas 1. 1.: ἀλλὰ καὶ τῆς ἀλόγου φύσεως ἐν χαρίτων ἀμοιβαῖς ἀγνωμονέστεροι φαίνονται. τῶν γὰρ πελαργῶν — τοσαῦτα καὶ περὶ γονέων τιμῆς ἐφιλοσόφησεν. 13 sqq. cf. Aristoph. Av. 1353 — 1357. Arist. Hist. anim. IX 13 p. 615b 23. Zenob. Paris. I 94 ibique Leutschii adnot.)

v.4.p.296
ὑπὸ τῶν ἐκγόνων ἀναγκαῖον ὄφλημα ἀντεκτίνουσιν, ἐν καιρῷ καὶ λαβόντες αὐτὸ καὶ ἀνταποδιδόντες, ὅτ’ οὐδέτεροι τρέφειν αὑτοὺς δύνανται, παῖδες μὲν ἐν ἀρχῇ τῆς γενέσεως, γονεῖς δ’ ἐπὶ τελευτῇ τοῦ βίου· ὅθεν αὐτοδιδάκτῳ τῇ φύσει νεοττοτροφηθέντες γηροτροφοῦσι χαίροντες.

ἆρ’ οὐκ ἄξιον ἐπὶ τούτοις ἀνθρώπους, ὅσοι γονέων ἀμελοῦσιν, ἐγκαλύπτεσθαι καὶ κακίζειν ἑαυτούς, ὠλιγωρηκότας ὧν ἢ μόνων ἢ πρὸ τῶν ἄλλωι ἀναγκαῖον ἦν πεφροντικέναι, καὶ ταῦτ’ οὐ διδόντας μᾶλλον ἢ ἀποδιδόντας; παίδων γὰρ ἴδιον οὐδέν, ὃ μὴ γονέων ἐστίν, ἢ οἴκοθεν ἐπιδεδωκότων ἢ τὰς αἰτίας ἰῆς κτήσεως παρασχομένων.

εὐσέβειαν δὲ καὶ ὁσιότητα, τὰς ἀρετῶν ἡγεμονίδας, ἀρά γ’ ἐντὸς ὅρων ἔχουσι τῶν ψυχῶν; ὑπερορίους μὲν οὖν ἀπεληλάκασι καὶ πεφυγαδεύκασι· θεοῦ γὰρ ὑπηρέται πρὸς τέκνων σπορὰν οἱ γονεῖς· ὁ δ’ ὑπηρέτην ἀτιμάζων συνατιμάζει καὶ τὸν ἄρχοντα.

τῶν δ’ εὐτολμοτέρων ἀποσεμνύνοντες τὸ γονέων ὄνομά φασί τινες, ὡς ἄρα πατὴρ καὶ μήτηρ ἐμφανεῖς εἰσι θεοί, μιμούμενοι τὸν ἀγένητον ἐν τῷ ζῳοπλαστεῖν· ἀλλὰ τὸν μὲν εἶναι τοῦ κόσμου θεόν, τοὺς δὲ μόνων ὧν ἐγέννησαν. ἀμήχανον δ’ εὐσεβεῖσθαι τὸν ἀόρατον ὑπὸ τῶν εἰς τοὺς ἐμφανεῖς καὶ ἐγγὺς ὄντας ἀσεβούντων.

Τοσαῦτα καὶ περὶ γονέων τιμῆς φιλοσοφήσας τέλος ἐπιτίθησι τῇ ἑτέρᾳ καὶ θειοτέρᾳ πεντάδι. τὴν δ’ ἑτέραν ἀναγραψάμενος περιέχουσαν ἀπαγορεύσεις τῶν πρὸς ἀνθρώπους ἀπὸ μοιχείας ἄρχεται, [*](1 ἐκγόνων APFN Vind. Nicet.: ἐγγόνων MGH (v) ἀντεκτίννουσιν M, ἀντεκτιννύουσιν FN Vind., ἐκτίνουσιν Nicet. καὶ - - ἀνταποδιδόντες (2) om. Arm 2 λαμβάνοντες P καὶ αὐτὸ Nicet. ἀνταποδιδόντες M: ἀποδιδόντες ceteri (v) ὅτ’ —βίου (3) om. Vind. ὅτ’ M (Arm), ὅτε Nicet.: om. ceteri (v) οὐδ’ ἕτεροι FGHi (Mang.) αὐτοὺς codd. 3 δὲ MN Nicet. 4 νεοττοτραφηθέντες N χαίροντες] γέροντας (i, τοὺς ἑαυτῶν γονεῖς ἐπεσχάτων Vind. 5 ἀνθρώπους ἐπὶ τούτοις traasp. M ἀνθρώπους— ἀμελοῦσιν om. Vind. ἀμελοῦσιν] ἀμελεῖς M 5, 6 ἐγκαλύπτεσθαι ἡμᾶς Vind. 6 ἑαυτούς om. M μόνον FHN (v) 7 οὐ--γὰρ (8) om. FN 8 ἴδιον οὐδέν M: οὐδὲν ἴδιον ceteri (v) 9 παρασχομένων MAPG Nicet.: παρεσχημένων FN, ἐπιπαρασχομένων H (Turn.) εὐσέβειαν — πεφυγαδεύκασι (11) om. Nicet. 10 ὁσιότητα] ἰσότητα coni. Mang. τὰς τῶν ἀρετῶν Η (v) γε MN ὅρον N, ὅρων om. AP (add. mg. ’-’) II ἀπεληλάκασι M: ἐληλάκασι ceteri γὰρ om. Nicet. 13 τὸν πρῶτον ἄρχοντα Arm post εὐτολμοτέρων add. τῶν παίδων Vind., τινὲς Nicet. 14 ὄνομα] ἀξίωμα FN Vind. Nicet. Arm 15 ἀγένητον GH Nicet. : ἀγέννητον ceteri ἐν τῷ ζῳοπλαστεῖν] ὄντως ζωοπλάστην Nicet. 19 ἑτέρᾳ] προτέρα coni. Mang. δ’ ἑτέραν] δευτέραν coni. Mang. ἀναγραψάμενος codd.: ἀναγραψόμενος v) [*](8 cf. Plat. Legg. IV p. 717 b. 13 sqq. cf. Praechter, Hierokles der Stoiker, p. 4.5 sqq.)

v.4.p.297
μέγιστον ἀδικημάτων τοῦτ’ εἶναι ὑπολαβών.

πρῶτον μὲν γὰρ πηγὴν ἔχει φιληδονίαν, ἣ καὶ τὰ σώματα θρύπτει τῶν ἐχόντων καὶ τοὺς τῆς ψυχῆς ἐκλύει τόνους καὶ τὰς οὐσίας διαφθείρει πάντα δίκην ἀσβέστου πυρὸς ὧν ἄν προσάψηται καταφλέγουσα καὶ μηδὲν σῷον ἀπολείπουσα τῶν κατὰ τὸν ἀνθρώπινον βίον.

ἔπειτ’ ἀναπείθει τὸν μοιχὸν οὐκ ἀδικεῖν μόνον ἀλλὰ καὶ διδάσκειν συναδικεῖν ἐν ἀκοινωνήτοις πράγμασι κοινωνίαν τιθέμενον· οἴστρου γὰρ τοῦ] κατασχόντος, ἀμήχανον λαβεῖν τέλος δι’ ἑνὸς μόνου τὰς ὀρέξεις, ἀλλὰ δεῖ πάντως δύο κοινοπραγῆσαι, τὸν μὲν ὑφηγητοῦ τὸν δὲ γνωρίμου τάξιν λαβόντα, πρὸς ἀκρασίας καὶ λαγνείας βεβαίωσιν, αἰσχίστων κακῶν.

οὐδὲ γὰρ τοῦτ’ ἔνεστιν εἰπεῖν, ὡς τὸ σῶμα μόνον διαφθείρεται τῆς μοιχευομένης γυναικός, ἀλλ’, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἡ ψυχὴ πρὸ τοὐ σώματος εἰς ἀλλοτρίωσιν ἐθίζεται διδασκομένη πάντα τρόπον ἀποστρέφεσθαι καὶ μισεῖν τὸν ἄνδρα.

καὶ ἧττον ἂν ἦν δεινόν, εἰ τὸ μῖσος ἐπεδείκνυτο ἐμφανές — τὰ γὰρ ἐν περιόπτῳ ῥᾷον φυλάξασθαι —· νυνὶ δὲ δυσυπονόητον καὶ δυσθήρατόν ἐστι, πανούργοις τέχναις συσκιαζόμενον καὶ τὴν ἐναντίαν ἔστιν ὅτε τοῦ φιλεῖν δόξαν ἐμποιοῦν γοητείαις τισὶ καὶ ἀπάταις.

ἀναστάτους γε μὴν τρεῖς ἀποδεικνύουσιν οἴκους, τόν τε τοῦ παρασπονδουμένου ἀνδρός, ὃς τὰς ἐπὶ γάμοις εὐχὰς καὶ τὰς ἐπὶ γνησίοις παισὶν ἐλπίδας περικόπτεται, καὶ δύο δ’ ἑτέρους τόν τε τοῦ μοιχοῦ καὶ τὸν τῆς γυναικός· καὶ γὰρ τούτων ἑκάτερος ὕβρεως καὶ ἀτιμίας καὶ τῶν μεγίστων ὀνειδῶν ἀναπίμπλαται.

κἄν πολυάνθρωποι μὲν τύχωσιν αἱ συγγένειαι διὰ τὰς ἐπιγαμίας καὶ τὰς ἄλλων πρὸς ἄλλους ἐπιμιξίας, ἅψεται καὶ τῆς πόλεως ἁπάσης ἐν κύκλῳ βαδίζον τἀδίκημα.

παγχάλεπόν γε μὴν καὶ ὁ τῶν τέκνων [*](l Arm τοῦτο AP 2 φιληδονίαν Arm Nicet.: φιληδονίας codd. ἡ] οἳ AP 3 τόνους ἐκλύει transp. AP τὰς μεγίστας οὐσίας Arm 4 μηδὲ ἓν Nicet. 5 τῶν om. Η (Turn.) ἔπειτα P 6 διδάσκειν G (coni. Mang.): διδάσκει ceteri συναδικεῖν διδάσκει transp. Arm 7 τοῦ (sic codd. Arm Nicet.) seclusi; τούτου Mang. λαβεῖν] εὑρεῖν AP (Turn.) 10 τοῦτο Nicet. ἔνεστιν] ἔστιν G 11 μοιχωμένης AP 13 τρόπον om. F ἣν om. M 14 ἐμφανὲς ἐπεδείκνυτο transp. Nicet. 15 ante δυσυπονόητον add. καὶ AP, δυσύποιστον καὶ add. Nicet. 16 δόξαν τοῦ φιλεῖν transp. M 17 ἀποδείκνυ(??)σιν G, ἀποδείκνυσιν AP 18 παρασπενδομένου H (Turn.) ὃς Markland (Mang.): οὐ G Nicet., om. ceteri 19 παρακόπτεται M, περικόπτουσι Nicet. δὲ AP 20 τόν τε τοῦ] τοῦ τε AP alt. τὸν Arm (coni. Mang.): om. codd. 21 ὕβρεων Nicet. ἀναπίμπλανται H (Turn.) κἂν γὰρ Arm 22 μὲν om. Nicet. (fort. recte)) [*](1— 298,14 Nicetae Serrani Catena in Lucam (Vat. 1611 fol. 245v) Φίλωνος: μέγιστον ἀδικημάτων ἐστὶν ἡ μοιχεία. πρῶτον μὲν γὰρ — πρῶτον ἀδικημάτων ἀνεγράφη.)

v.4.p.298
ἐπαμφοτερισμός· μὴ γὰρ ἁγνευούσης γυναικός, ἀμφίδοξον καὶ ἄδηλον, τὰ ἀποκυόμενα τίνος ἐστὶ τῇ ἀληθείᾳ πατρός· εἶτα λανθάνοντος τοῦ πράγματος, οἱ μοιχίδιοι τὴν τῶν γνησίων παρασπασάμενοι τάξιν ἀλλοτρίαν γενεὰν νοθεύουσι καὶ κλῆρον ὅσον τῷ δοκεῖν πατρῷον οὐδὲν προσήκοντα διαδέξονται.