De Decalogo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
τὸ μέντοι πανούργημα φθάνει καὶ πρὸς ἀσέβειαν· οὐ γὰρ ἀνωμότοις δικάζειν ἔθος, ἀλλὰ μετὰ φρικωδεστάτων ὅρκων, οὓς παραβαίνουσι πρὸ τῶν ἀπατωμένων οἱ φενακίζοντες, ἐπειδὴ τῶν μὲν τὸ σφάλμα οὐ κατὰ γνώμην, οἱ δ’ ἐπιστήμῃ καταστρατηγοῦσι καὶ ἐκ προνοίας ἁμαρτάνοντες καὶ τοὺς κυρίους τῆς ψήφου συνεξαμαρτάνειν ἀναπείθοντες οὐκ εἰδότας ὃ δρῶσιν ἐπὶ τιμωρίᾳ [*](1 — 3 τὸ μὲν—δεύτερον δὲ om. DR fol. 281r 1 γὰρ om. AP (ss. P2) 2 βίῳ] κόσμῳ Ann κτῆμα] χρῆμα coni. Mang. ἱερώτερον v (Arm?): ἱερώτατον codd. D: #x003E; κτῆμα, ἱερώτατον conicio περιτιθεῖσαν coui. Mang. πισχ 3 μηδεὶς N τῷ] τὸ F, γὰρ τῷ D 4 σκότει AP περιαμφίσκουσι F, περιαμφίσκουσι N 5 post ἁμαρτάνουσιν add. δικασταῖς D (prob. Mang.) ἐπιτίθενται — ἔχοντες (9) om. D μήτ’] μήτε AP; μήτε ter Nicet. 7 προσεξεργάζονται MG: προσεπεξεργάζονται ceteri (v), προσεπεξάργονται (sic) N 8 ἢ post ᾖ add. Arm alt. διὰ FN Nicet. : om. ceten (v) γραμμάτων] πραγμάτων AP 9 μάρτυρα N 10 τοῖς om. H (Turn.) τοῖς δικασταῖς om. D 11 μόνοις — ἔλεγχον (12) om. D τούτοις Arm : om. codd. Nicet. 12 ἀδικεῖσθαι] ἐλέγχεσθαι Arm Nicet. 13 δὲ] δὲ οὐ D 13. 14 ἀδίκους καὶ παρανόμους D Arm, — οὑς ex — ὡς corr. H: ἀδίκως καὶ παρανόμως ceteri Nicet. 14 ψήφους D γνώμας Arm): om. codd. Nicet. νόμων καὶ δικαίων AP, δικαίων καὶ νομίμων transp. H, νομίμων καὶ om. D γράφειν H Arm: ἀναγράφειν ceteri D Nicet. γράφεσθαι v) 14. 15 τότε μέντοι καὶ τὸ πὰν. φθάνει πρὸς D 15 ἀνωμότως H (v), ἀνομότως D δικάζουσιν (om. ἔθος) D 16 πρὸ] μετὰ Arm 17 δὲ D Nicet. 17. 18 ἐπιστήμης στρατηγοῦσιν ἐκ προνοίας D 18 καταστρατηγοῦσι FGHN Arm Nicet. : κατηγοροῦσι MAP (Mang.) προνοίας] πορνείας P κυρίους D Arm: κατηγόρους codd. (Turn.) 18. 19 τῆ ψήφω AP 19 ante οὐκ add. ἄγουσιν D εἰδότες N ὃ δρῶσιν om. D ἐπὶ τιμωρίας τοὺς οὐδεμιᾶς ἀξίους D) [*](1 — 3 DR fol. 72v Φίλωνος) ἐκ τοῦ εἰς τὴν θείαν δεκάλογον: σεμνὸν ἡ ἀλήθεια — ἐπισκιάζηται.)
τελευταῖον δ’ ἐπιθυμεῖν ἀπαγορεύει νεωτεροποιὸν καὶ ἐπίβουλον τὴν ἐπιθυμίαν εἰδώς. πάντα μὲν γὰρ τὰ ψυχῆς πάθη χαλεπά, κινοῦντα καὶ σείοντα αὐτὴν παρὰ φύσιν καὶ ὑγιαίνειν οὐκ ἐῶντα, χαλεπώτατον δ’ ἐπιθυμία· διὸ τῶν μὲν ἄλλων ἕκαστον θύραθεν ἐπεισιὸν καὶ προσπῖπτον ἔξωθεν ἀκούσιον εἶναι δοκεῖ, μόνη δ’ ἐπιθυμία τὴν ἀρχὴν ἐξ ἡμῶν αὐτῶν λαμβάνει καὶ ἔστιν ἑκούσιος.
τί δ’ ἐστὶν ὃ λέγω; τοῦ παρόντος καὶ νομισθέντος ἀγαθοῦ φαντασία διεγείρει καὶ διανίστησι τὴν ψυχὴν ἠρεμοῦσαν καὶ σφόδρα μετέωρον ἐξαίρει καθάπερ ὀφθαλμοὺς φῶς ἀναστράψαν· καλεῖται δὲ τουτὶ τὸ πάθος αὐτῆς ἡδονή.
τὸ δ’ ἐναντίον ἀγαθῷ κακόν, ὅταν ἐκβιασάμενον πληγὴν ἐπενέγκῃ καίριον, συννοίας καὶ κατηφείας εὐθὺς αὐτὴν ἀναπίμπλησιν ἄκουσαν·
ὄνομα δὲ καὶ] τούτῳ τῷ πάθει λύπη. ὅταν δὲ τὸ κακὸν μήπω μὲν εἰσῳκισμένον θλίβῃ, μέλλῃ δ’ ἀφικνεῖσθαι καὶ παρευτρεπίζηται, πτοίαν καὶ ἀγωνίαν, ἀποφράδας ἀγγέλους, προεκπέμπει δειματοῦντας· φόβος δὲ προσαγορεύεται τὸ πάθος.
ἐπειδὰν δὲ λαβών τις ἔννοιαν ἀγαθοῦ μὴ παρόντος ὀρέγηται τυχεῖν αὐτοῦ, πρὸς μήκιστον τὴν ψυχὴν ἐλαύνων καὶ ἐπὶ πλεῖστον ἐκτείνων, ψαῦσαι τοῦ ποθουμένου γλιχόμενος, ὥσπερ ἐπὶ τροχοῦ κατατείνεται, σπεύδων μὲν συλλαβεῖν, ἐφικνεῖσθαι δ’ ἀδυνατῶν καὶ ταὐτὸν πεπονθὼς τοῖς τοὺς ἐξαναχωροῦντα διώκουσιν ἐλάττονι μὲν τάχει προθυμίᾳ δ’ ἀνανταγωνίστῳ.
ὅμοιον δέ τι καὶ περὶ τὰς αἰσθήσεις ἔοικε συμβαίνειν· ὀφθαλμοί τε γὰρ πολλάκις ὁρατοῦ τινος πάνυ μακρὰν [*](1 διὰ — ἀπειπεῖν (2) om. Richt. μὲν om. Nicet. 1. 2 ψευδῆ μαρτυρίαν Nicet. 3 δὲ MN ἐπιθυμεῖν Arm: ἐπιθυμίαν codd. (v) ἀγορεύει H 4 τὴν ἐπιθυμίαν ταύτην AP (Mang.) μὲν om. P ψυχῆς] τῆς ψυχῆς Α 5 κινοῦντα] κλονοῦντα coui. Mang. 6 δὲ MN 7 μόνη om. Arm ἐπιθυμία N Arm: ἡ ἐπιθυμία AP, αὐτὴ ἐπιθυμία ceteri (v) ; αὕτη vel αὖ ἡ (pro αὐτή) coni. Mang. 8 αὐτῶν om. H (v) λαμβάνειν F ἀκούσιος F 11 τουτὶ] τοῦτο M 12 ἀγαθοῦ AP ἐμβιασάμενον G ἐπενέγκοι AP 13 καιρίαν AP καὶ om. N οι εὐθύς om. M 14 καὶ seclusi (om. Arm) μέλλη Α, μέλλει PH δὲ MN παρευτρεπίζηται codd. παρατραπίζηται Α): παρευτρεπίζεσθαι v 18 τυχεῖν αὐτοῦ MFGN: αὐτοῦ τυχεῖν AP, λαβεῖν αὐτοῦ Η (Turn.) ἐλαύνων scripsi: ἐλαύνει codd. (v) 19 γλιχομένην (scil. τὴν ψυχὴν) coni. Mang. 20 τροχῶ N ἐφικέσθαι FN 22 δὲ MAP ἀνταγωνίστω AP1 23 τε γὰρ om. Turn., τε om. Richt. μακρὰν πάνυ transp. Α) [*](3 — 303,8 pergit N fol. 154r: τελευταῖον δὲ ἐπιθυμίαν — ἅλις μὲν δὴ τούτων)
καὶ θροῦ πάλιν ἀσαφοῦς ἐκ μακροῦ διαστήματος φερομένου, τὰ ὦτα ἀνεγερθέντα καὶ ἐπουρίσαντα ἵεται καὶ σπεύδει προσελθεῖν εἰ οἷόν τε ἐγγυτέρω, πόθῳ τοῦ τρανωθῆναι ταῖς ἀκοαῖς τὸν ἦχον· ὁ δ’ —
ἔτι γὰρ ἀμαυρὸς ὡς ἔοικε προσπίπτει — οὐδὲν τῶν εἰς γνῶσιν τηλαυγέστερον ἐπιδίδωσιν, ὡς ἔτι μᾶλλον τὸν ἀνήνυτον καὶ ἀδιεξίτητον ἐπιτείνεσθαι τοῦ καταλαβεῖν ἵμερον, Ταντάλειον τιμωρίαν ἐπιφερούσης τῆς ἐπιθυμίας· ἐκεῖνός τε γὰρ ὧν ὀρεχθείη πάντων ὁπότε μέλλοι ψαύσειν, ἀπετύγχανεν, ὅ τε κρατηθεὶς ἐπιθυμίᾳ, διψῶν ἀεὶ τῶν ἀπόντων, οὐδέποτε πληροῦται περὶ κενὴν ἰλυσπώμενος τὴν ὄρεξιν.
ὥσπερ τε τὰ ἑρπηνώδη τῶν νοσημάτων, εἰ μὴ προανακρουσθείη τομαῖς ἢ καύσεσιν, ἐπιθέοντα σύμπασαν ἐν κύκλῳ καταλαμβάνει τὴν τοῦ σώματος κοινωνίαν οὐδὲν ἀπαθὲς μέρος ἐῶντα, οὕτως, εἰ μὴ λόγος ὁ κατὰ φιλοσοφίαν ἰατροῦ δίκην ἀγαθοῦ ῥέουσαν τὴν ἐπιθυμίαν ἐπίσχοι, πάντ’ ἐξ ἀνάγκης τὰ τοὺ βίου πράγματα κινηθήσεται παρὰ φύσιν· οὐδὲν γάρ ἐστιν ὑπεξῃρημένον ὃ διαφεύγει τὸ πάθος, ἀλλ’ ὅταν ἄδειαν λάβῃ καὶ ἐκεχειρίαν, ἐπινέμεται καὶ σίνεται πάντα διὰ πάντων.
εὔηθες ἴσως μακρηγορεῖν ἐστι περὶ τῶν οὕτως ἐμφανῶν, ἃ τίς ἀνὴρ ἢ πόλις ἀγνοεῖ καθ’ ἑκάστην οὐχ ἡμέραν μόνον ἀλλὰ καὶ ὥραν ὡς ἔπος εἰπεῖν ἔλεγχον ἐναργῆ παριστάντα; χρημάτων ἔρως ἢ γυναικὸς ἢ δόξης ἤ τινος ἄλλου τῶν ἡδονὴν ἀπεργαζομένων ἀρά γε μικρῶν καὶ τῶν τυχόντων αἴτιος γίνεται κακῶν;
οὐ διὰ τοῦτον συγγένειαι μὲν ἀλλοτριοῦνται τὴν φυσικὴν εὔνοιαν [*](1 αὐτοὺς MFN, αὐτοὺς in αὑτοὺς corr. H 2 καινοῦ G 3 τὴν ὄψιν om. H λ Τurn.) 4 βιαίῳ] βεβαίῳ AP, βίω M ἀτενοῦς AP (Arm?) ἀτενοῦς G, ἀτελοῦς MFN, om. Η (v) 5 φερομένου εἰς τὰ ὦτα Arm 6 ἐγερθέντα AP ἐπουρίσαντα] ἐπορθιάσαντα vel ἐπορθιασθέντα coni. Mang. ἵεται MHFN 7.8 ἔτι γὰρ] ἔπειτα AP 8 ἀμαυρῶς AP 9 ἐπιδίδωσιν G: ἐπιδιδοὺς ceteri (v) ἀδιεξήτητον FH1, καὶ ἀδιεξίτητον om. M 11 μέλλοι MAPFN Arm: μέλλει GH (v) ἀπ ε ϊ 12 αἰεὶ Ἀρ’ παρόντων H 13 οὐδέπω G παρὰ M τε] δέ G, om. AP 14 „προανεκριζωθείη Arm" 15 ἐπιθέοντα] ἐπινεμόμενα Arm 17 ῥέουσαν] ἕρπουσαν coni. Mang. 18 κατακινηθήσεται AP γὰρ om. M μαιν 19 ἐκκεχειρίαν APFH 20 ἐπινέμεται] ἐπιμαίνεται FN, ἐπινέμεται L ἐπιμαίνεται Turn.) σίνεται Mang.: γίνεται codd., γίγνεται N, κινεῖται Arm πάντα]πάντη Α, om. N ’ίσως] οὕτως Ν 21 οὕτως] ὄντως M 22. 23 παριστῶντα FN 23 tert. ἡ om. N 25 τοῦτον scripsi: τοῦτο codd. εὔνοιαν] ἔννοιαν FH)
οἱ γὰρ Ἑλλήνων καὶ βαρβάρων πρός τε ἑαυτοὺς καὶ πρὸς ἀλλήλους τραγῳδηθέντες πόλεμοι πάντες ἀπὸ μιᾶς πηγῆς ἐρρύησαν, ἐπιθυμίας ἢ χρημάτων ἢ δόξης ἢ ἡδονῆς· περὶ γὰρ ταῦτα κηραίνει τὸ τῶν ἀνθρώπων γένος.
Ἅλις μὲν δὴ τούτων. χρὴ δὲ μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι οἱ δέκα λόγοι κεφάλαια νόμων εἰσὶ τῶν ἐν εἴδει παρ’ ὅλην τὴν νομοθεσίαν ἐν ταῖς ἱεραῖς βίβλοις ἀναγραφέντων.
ὁ μὲν πρῶτος τῶν περὶ μοναρχίας· οὗτοι δὲ δηλοῦσιν, ὅτι ἓν αἴτιον τοῦ κόσμου καὶ ἡγεμὼν καὶ βασιλεὺς εἷς ὁ ἡνιοχῶν καὶ κυβερνῶν τὰ ὅλα σωτηρίως, ὀλιγαρχίαν ἢ ὀχλοκρατίαν, ἐπιβούλους πολιτείας φυομένας παρ’ ἀνθρώποις τοῖς κακίστοις ἐξ ἀταξίας καὶ πλεονεξίας, ἐξεληλακὼς ἐκ τοὐ καθαρωτάτου τῆς οὐσίας, οὐρανοῦ.
ὁ δὲ δεύτερος κεφάλαιόν ἐστι πάντων, ὅσα περὶ χειροκμήτων ἐνομοθετεῖτο, ἀγάλματα καὶ ξόανα καὶ συνόλως ἀφιδρύματα, ὧν γραφικὴ καὶ πλαστικὴ βλαβεραὶ δημιουργοί, κατασκευάζειν οὐκ ἐῶν οὐδ’ ὅσα μύθων πλάσματα προσίεσθαι, θεογαμίαν καὶ θεογονίαν καὶ τὰς ἀμφοτέραις ἑπομένας ἀμυθήτους καὶ ἀργαλεωτάτας κῆρας.
τῷ δὲ τρίτῳ ὑποστέλλει τά τε ἀνώμοτα πάντα καὶ ἐφ’ οἷς ὀμνύναι δεῖ καὶ ὁπότε καὶ ὅπου χρὴ καὶ τίνα καὶ πῶς ἔχοντα κατά τε ψυχὴν καὶ σῶμα καὶ ὅσα ἐπ’ εὐόρκοις καὶ τοὐναντίον ἐχρήσθη.
τὸ δὲ τέταρτον, τὸ περὶ τῆς ἑβδομάδος, οὐδὲν ἀλλ’ ἢ κεφάλαιον νομιστέον ἑορτῶν καὶ τῶν διατεταγμένων εἰς ἑκάστην ἁγνευτικῶν, περιρραντηρίων τε αἰσίων καὶ [*](2 πληροῦνται AP 3 κεκαινουργουμένων (sic) Η (Turn.), κεκαινουργημένων FN ἀεὶ HFN 4 τε] θ’ AP (Mang.) 6 ἢ δόξης ἡ χρημάτων transp. AP 8 τούτων corr. ex τοῦτον H, τοῦτο M ἐκεῖν’ AP 9 παρ’ om. F 10 τῶν om. Arm 11 ὁ ἡγεμὼν AP 12 εἶς ὁ] ὡς Arm ὀλιγαρχίαν δὲ Arm ἢ om. M ὀχλοκρασίαν MF1H 13 ἀνεπιβούλους M παρὰ Η 14 ἐληλακὼς F2, λελακηκὼς F1 τὴν οὐσίαν AP 15 ὅσα] ὅθεν Α 16 ἐνομοθετεῖτο AP: ἐνομοθετεῖτο ἄν ceteri (v) 18 θεογαμίαν] ἁ. θεομαχίαν AP καὶ θεογονίαν om. Arm ἀμφοτέραις P: ἀμφοτέροις Α, ἀμφοτέροις ceteri (Turn.) 19 ἀργαλεωτάτας F: ἀργαλεωτάτους MAP, ἀργαλεωτέρας GH (Turn.) 19.20 ὑποστέλλει suspectum; ὑποτάττει conicio 20 πάντα om. FH (v) 21 ἔχοντα MP: ἔχοντας ceteri (v) σῶμα καἴ ψυχὴν transp. F 22 alt. τὸ] τὸν G 23 ἑβδομάδος] ἑβδόμης voluit Mang. ἀλλ’] ἄλλ’ M 24 δία (om. τεταγμένων) AP, τεταγμένων add. mg. P2 τε G (Arm?): δὲ ceteri (v))
ἑβδόμην δὲ λέγω καὶ τὴν σὺν ἑξάδι τῇ γονιμωτάτῃ καὶ τὴν ἄνευ ἑξάδος, ἐπιπροσθοῦσαν αὐτῇ, μονάδι ὁμοιουμένην, ὧν ἑκατέρᾳ τὰς ἑορτὰς παραριθμεῖ· μονάδι μὲν τήν τε ἱερομηνίαν, ἣν σάλπιγξιν ὑποσημαίνουσι, καὶ νηστείαν, ἐν ᾗ σιτίων καὶ ποτῶν ἀποχὴ διείρηται, καὶ ἣν Ἑβραῖοι πατρίῳ γλώττῃ Πάσχα προσαγορεύουσιν, ἐν ᾗ θύουσι πανδημεὶ αὐτῶν ἕκαστος τοὺς ἱερεῖς αὐτῶν οὐκ ἀναμένοντες, ἱερωσύνην τοῦ νόμου χαρισαμένου τῷ ἔθνει παντὶ κατὰ μίαν ἡμέραν ἐξαίρετον ἀνὰ πᾶν ἔτος εἰς αὐτουργίαν θυσιῶν·
καὶ ἔτι τὴν ἐν ᾗ προσφέρεται δράγμα χαριστήριον εὐγονίας καὶ φορᾶς τῆς πεδιάδος δι’ ἀσταχύων πληρώσεως· καὶ τὴν ἀπὸ ταύτης καταριθμουμένην ἑπτὰ ἑβδομάσι πεντηκοστὴν ἡμέραν, ἐν ᾗ προσάγειν ἄρτους ἔθος, οἳ καλοῦνται πρωτογεννημάτων ἐτύμως, ἐπειδήπερ εἰσὶν ἀπαρχὴ γεννημάτων καὶ καρπῶν ἡμέρου τροφῆς, ἣν ἀνθρώπῳ τῷ ἡμερωτάτῳ ζῴων ἀπένειμεν ὁ θεός.