De Decalogo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἑβδομάδι δὲ τὰς μεγίστας καὶ πολυημέρους ἑορτὰς προσένειμε κτὰ τὰς τοῦ ἔτους ἰσημηρίας, ἐαρινὴν καὶ μετοπωρινήν, δύο δυσὶν ἀναθείς, ἑκατέραν ἐφ’ ἡμέρας ἑπτά, τὴν μὲν κατὰ τὸ ἔαρ ἐπὶ τελειώσει τῶν σπειρομένων, τὴν δὲ μετοπωρινὴν ἐπὶ συγκομιδῇ καρπῶν ἀπάντων, οὓς καὶ τὰ δένδρα ἤνεγκεν· ἑπτὰ δ’ ἡμέραι ἀπενεμήθησαν εἰκότως ἑπτὰ μησὶ τῆς ἰσημερίας ἑκατέρας, ἵνα μὴν ἕκαστος λαμβάνῃ γέρας ἐξαίρετον μίαν ἱερὰν ἡμέραν ἑορτώδη πρὸς εὐθυμίαν καὶ ἀπόλαυσιν ἐκεχειρίας.

ἐμφέρονται δὲ καὶ ἄλλοι νόμοι πάνυ καλῶς τεθέντες, εἰς ἡμερότητα καὶ κοινωνίαν ἀτυφίαν τε καὶ ἰσότητα προκαλούμενοι· τούτων οἱ μέν [*](1 αἷς G Arm: om. oeteri (v) ἐγίγνετο M, ἐγγίνεται G ἑβδομάδα Arm 2 alt. τὴν] τῆ F, τῆ in τὴν corr. Η 2. 3 ἐπιπροσθεῖσαν AP; οὐδ’ vel ἐπιπροστεθεῖσαν coni. Mang. 3 ὁμοιουμένην MAPFG : ὡμοιωμένην corr. ex ὁμοιουμένην H ὡμοιωμένην v) 3. 4 παριθμεῖ (sic) AP1, ἀπαριθμεῖ MP2 κ 5 διήρηται F1H1 6 πάσχα G αὐτῶν] αὐτὸς conicio 7 αὐτῶν ου om. Arm (fort. recte) 7. 8 χαρισαμένην Η 8 κατὰ scripsi: καὶ G(H1 ut vid.), om. ceteri (v) 10 τῆς] γῆς H (Turn.) πεδιάδος καὶ τῆς ὀρεινῆς coni. Mang. coll. 305,4 12 ἔθος ἄρτους transp. F οἳ—ὁ θεός (14) atld. mg. H πρωτογενημάτων FG 13 γενημάτων FG καρποῦ A 14 ἀνθρώπω F: ἀνθρώποις ceteri (v) ζώων AGH Arm: ζώω MPF (Mang.) 15 post προσένειμε add. καὶ τὰς Arm 16 μεθοπωρινήν F (item lin. 18) δυσὶν om. Arm 19 alt. ἑπτὰ] ἑβδόμοις Mang. τοῖς ante τῆς add. Arm 20 λαμβάνει APG 21 ἱερὰν om. Arm εὐθυμίαν] ἐπιθυμίαν F ἐκκεχειρίας APF 22 τιθέντες Richt. Tauchn. 23 τε om. H προκαλούμενοι Arm (coni. Mang.): προσκαλούμενοι MFGH mg. P2, om. AP)

v.4.p.305
εἰσι περὶ τοῦ λεγομένου ἑβδοματικοῦ, καθ’ ὃ διείρηται πᾶσαι ἀργὴν τὴν χώραν ἐᾶν μήτε σπείροντας μήτε ἀροῦντας μήτε δένδρα διακαθαίροντας ἢ τέμνοντας ἢ ὅσ’ ἄλλα τῶν κατὰ γεωργίαν ἐπιτελοῦντας·

ἓξ γὰρ ἐνιαυτοῖς τήν τε πεδιάδα καὶ τὴν ὀρεινὴν εἰς καρπῶν γένεσιν καὶ δασμῶν ἐτήσιον φορὰν πονηθείσας ἀνέσεως ἠξίωσε τοῦ διαπνεῦσαι χάριν καὶ ἀπελευθεριάσαι χρησαμένας ἀνεπικελεύστῳ τῇ φύσει.

ἕτεροι δ’ εἰσὶ περὶ τοῦ πεντηκοστοῦ ἔτους, ἐν ᾧ τά τε λεχθέντα ἀρτίως ἐπιτελεῖται καὶ — τὸ ἀναγκαιότατον — τῶν κληρουχιῶν ἀποκατάστασις εἰς τοὺς ἐξ ἀρχῆς λαχόντας οἴκους, πρᾶγμα φιλανθρωπίας καὶ δικαιοσύνης μεστόν.

τὸ δὲ πέμπτον, τὸ περὶ γονέων τιμῆς, πολλοὺς καὶ ἀναγκαίους νόμους ὑπαινίττεται, τοὺς ἐπὶ πρεσβύταις καὶ νέοις ἀναγραφέντας, τοὺς ἐπ’ ἄρχουσι καὶ ὑπηκόοις, τοὺς ἐπ’ εὐεργέταις καὶ εὖ πεπονθόσι, τοὺς ἐπὶ δούλοις καὶ δεσπότις.

γονεῖς μὲν γὰρ ἐν τῇ κρείττονι τῶν εἰρημένων εἰσὶ τάξει, ἐν ᾗ πρεσβύτεροι, ἡγεμόνες, εὐεργέται, δεσπόται, παῖδες δὲ ἐν τῇ καταδεεστέρᾳ, ἐν ᾗ νεώτεροι, ὑπήκοοι, εὖ πεπονθότες, δοῦλοι.

πολλὰ δὲ καὶ ἄλλα προστέτακται, νέοις μὲν εἰς ἀποδοχὴν γήρως, πρεσβύταις δ’ εἰς ἐπιμέλειαν νεότητος, καὶ ὑπηκόοις μὲν εἰς πειθαρχίαν ἡγεμόνων, ἡγεμόσι δ’ εἰς ὠφέλειαν τῶν ἀρχομένων, καὶ εὖ μὲν πεπονθόσιν εἰς χαρίτων ἀμοιβάς, ἄρξασι δὲ δωρεῶν εἰς τὸ μὴ ζητεῖν καθάπερ ἐν δανείοις ἀπόδοσιν, καὶ θεράπουσι μὲν εἰς ὑπηρεσίαν φιλοδέσποτον, δεσπόταις δ’ εἰς ἠπιότητα καὶ πρᾳότητα, δι’ ὧν ἐξισοῦται τὸ ἄνισον.

ἇι ἡ μὲν προτέρα πεντὰς ἐν τούτοις περατοῦται κεφαλαιώδη τύπον περιέχουσα, τῶν δ’ ἐν εἴδει νόμων οὐκ ὀλίγος ἀριθμός. τῆς δ’ ἑτέρας [*](1 ἑβδοματικοῦ #x003E; coni. Mang. καθ’ ὃ Turn. (v): καθ᾿ ὃν G, καθὰ ceteri διήρηται F1H1, δὴ εἴρηται AP ἀργὴν corr. ex ἀργεῖν H 2 σπείραντας Α μήτ’ AP 2.0 καθαίροντας AP 3 ἡ τέμνοντας om. Richt. Tauchn. ὅσα AP τελοῦντας AP, ἔπι ss. P2 4 παιδιάδα G γέννησιν AP 5 δασμὸν AP 6 χρησαμένας Mang. χρησομένας Wendl.): χρησάμενος codd., om. Arm 8 ἡ ante τῶν add. Richt. Tauchn. ἀποκατάστασιν Η 9 πρᾶγμα] πρόσταγμα coni. Mang. 10 ὁ δὲ πέμπτος, ὁ G 12 ἐπ’ ἄρχουσι G: ὑπάρχοις MFH, ἐπὶ ὑπάρχοις AP 13. 14 ἐν — τάξει] τῆς τῶν κρειττόνων εἰσὶ μερίδος καὶ τάξεως Η (Turn.) 14 πρεσβύτεροι] πρεσβύται H (v) 15 δεσπόται, εὐεργέται transp. M παῖ δὲ (sic) Α 16 εὖ προπεπονθότες Arm δὲ om. M 17 εἰς om. Arm δὲ M εἰς om. Arm εἰς ἐπιμέλειαν ἡγεμόσι δ’ (18) om. G 18 ἡγεμόνων om. Mang. δὲ M 19 εὖ] τοῖς M 20 θεραπεύουσι F, θεράπ(??)ουσι P 21 δὲ M ἠπιότητας καὶ πραότητας Η (Turn.) 23 περατοῦται Mang. : περαιοῦται codd. 24 τῆς δὲ δευτέρας coni. Mang. Philonis opera vol. IV 20)

v.4.p.306
πρῶτόν ἐστι κεφάλαιον τὸ κατὰ μοιχῶν, ᾧ ὑποτέτακται πλεῖστά διατάγματα, τὸ κατὰ φθορέων, τὸ κατὰ παιδεραστῶν, τὸ κατὰ τῶν λαγνίστερον βιούντων ὁμιλίαις τε καὶ μίξεσιν ἐκνόμοις καὶ ἀκολάστοις χρωμένων.

τὰς δὲ ἰδέας ἀναγέγραφεν οὐχ ὑπὲρ τοῦ μηνῦσαι τὸ πολύχουν καὶ πολύτροπον τῆς ἀκρασίας, ἀλλ’ ὑπὲρ τοῦ τοὺς ἀσχημόνως ζῶντας ἐμφανέστατα δυσωπεῖν ἐπαντλοῦντα τοῖς ὠσὶν αὐτῶν ἀθρόα ὀνείδη, δι’ ὧν ἐρυθριάσουσι.

δεύτερον δὲ κεφάλαιον ἡ τοῦ μὴ ἀνδροφονεῖν ἀπαγόρευσις, ὑφ’ ἥν εἰσ’· πάντες οἱ περὶ βιαίων, ὕβρεως, αἰκίας, τραυμάτων, πηρώσεως ἀναγκαῖοι νόμοι καὶ σφόδρα κοινωφελεῖς.

τρίτον δὲ τὸ περὶ τοῦ μὴ κλέπτειν, ᾧ ὑποτέτακται τὰ ἐπὶ χρεωκοπίαις ὁρισθέντα καὶ ἐξάρνοις παρακαταθηκῶν καὶ ἀκοινωνήτῳ κοινωνίᾳ καὶ ἀναισχύντοις ἁρπαγαῖς καὶ συνόλως πλεονεξίαις, ὑφ’ ὧν πείθονταί τινες φανερῶς ἢ λάθρα τἀλλότρια νοσφίζεσθαι.

τέταρτον δὲ τὸ περὶ τοῦ μὴ ψευδομαρτυρεῖν, ᾧ πολλὰ ἐμφέρεται, τὸ μὴ ἀπατᾶν, τὸ μὴ συκοφαντεῖν, τὸ μὴ τοῖς ἐξαμαρτάνουσι συμπράττειν, τὸ μὴ ποιεῖσθαι προκάλυμμα πίστιν ἀπιστίας, ἐφ’ οἷς ἅπασι νόμοι προσήκοντες ἐτέθησαν.

πέμπτον δὲ τὸ ἀνεῖργον τὴν τῶν ἀδικημάτων πηγήν, ἐπιθυμίαν, ἀφ’ ἧς ῥέουσιν αἱ παρανομώταται πράξεις, ἴδιαι καὶ κοιναί, μικραὶ καὶ μεγάλαι, ἱεραὶ κὼ βέβηλοι, περί τε σώματα καὶ ψυχὰς καὶ τὰ λεγόμενα ἐκτός· διαφεύγει γὰρ οὐδέν, ὡς καὶ πρότερον ἐλέχθη, τὴν ἐπιθυμίαν, ἀλλ’ οἷα φλὸξ ἐν ὕλη νέμεται δαπανῶσα πάντα καὶ φθείρουσα.

πολλὰ δὲ καὶ τῶν ὑποπιπτόντων αὐτῇ διατέτακται πρός τε νουθεσίας ἐπανόρθωσιν ἐνδεχομένων καὶ πρὸς κόλασιν ἀφηνιαστῶν ὅλον τὸν βίον ἐνδεδωκότων τῷ πάθει.

τοσαῦτα καὶ περὶ τῆς δευτέρας πεντάδος ἀποχρώντως λέλεκται πρὸς ἐκπλήρωσιν τῶν δέκα λογίων, ἅπερ ἱεροπρεπῶς ἔχρησεν αὑτὸς ὁ θεός. ἦν γὰρ ἁρμόττον αὐτοῦ τῇ φύσει, κεφάλαια μὲν τῶν [*](1 ὑποτάττεται F 3 λαγνεστερον G, λαγνιέστερον F 4 δ’ AP 5 πολύχουν F2, πούχουν F1 τοῦ] τὸ Η 6 ἐπαντλοῦντα scripsi: ἐπαντλοῦντας codd., ἐπαντλῶν Mang. αὐτῶν in αὐτῶν corr. H αὐτῶν Turn.) 10 τὸ μὴ περὶ τοῦ κλέπτειν Α, μὴ om. P ὑποτάττεται FH (v) χρεοκοπίαις F 11 παρακαταθηκῶν Arm (cf. quis rer. div. her. § 105): παρακαταθήκαις codd.; παρακαταθήκης coni. Mang. 13 τὰ ἀλλότρια M 13. 14 τὸ μὴ περὶ τοῦ ψευδομαρτυρεῖν Α, μὴ om. PG 15 προκάλυμα Η 16 νόμοι om. Arm προσηκόντως Arm 17 ἀνείργειν Arm ἧς] οἷς M 18 παρανομώτατοι MH ἱεραὶ] ἀνίεροι coni. Mang. 20 καὶ om. APG, ss. P2 ἐν om. F 21 alt. καὶ om. FH (v) 22 αὐτῇ] αὐτῷ conicio ἐνδεχομένων Arm (coni. Mang.): ἐνδεχομένην codd. 23 ἐκδεδωκότων APG 25 λέγεται M λογίων M: λόγων ceteri οὕσπερ G 26 τῶν] τἄ AP)

v.4.p.307
ἐν εἴδει νόμων αὐτοπροσώπως θεσπίσαι, νόμους δὲ τοὺς ἐν τῷ μέρει διὰ τοῦ τελειοτάτου τῶν προφητῶν, ὃν ἐπικρίνας ἀριστίνδην καὶ ἀναπλήσας ἐνθέου πνεύματος ἑρμηνέα τῶν χρησμῳδουμένων εἵλετο.

μετὰ δὲ ταῦτα λέγωμεν τὴν αἰτίαν, δι’ ἣν τοὺς δέκα λόγους ἢ νόμους ἀπεφήνατο ψιλαῖς προστάξεσι καὶ ἀπαγορεύσεσι κατὰ τῶν παραβησομένων, ὡς ἔθος νομοθέταις, μηδὲν ὁρίσας ἐπιτίμιον· θεὸς ἦν, εὐθὺς δὲ κύριος ἀγαθός, μόνων ἀγαθῶν αἴτιος, κακοῦ δ’ οὐδενός.

οἰκειότατον οὗν ὑπολαβὼν αὑτοῦ τῇ φύσει τὰ σωτήρια κελεύειν ἀμιγῆ καὶ ἀμέτοχα τιμωρίας, ἵνα μή πὼς φόβῳ τις ἄφρονι συμβούλῳ χρησάμενος ἄκων ἀλλ’ ἔμφρονι λογισμῷ καθ’ ἑκούσιον γνώμην αἱρῆται τὰ βέλτιστα, μετὰ κολάσεως οὐκ ἠξίωσε θεσπίζειν, οὐκ ἀσυλίαν τοῖς ἀδικοπραγοῦσι διδούς, ἀλλ’ εἰδὼς τὴν πάρεδρον αὑτῷ δίκην καὶ τῶν ἀνθρωπίνων ἔφορον πραγμάτων οὐκ ἠρεμήσουσαν ἅτε φύσει μισοπόνηρον καὶ ὥσπερ τι συγγενὲς ἔργον ἐκδεξομένην τὴν κατὰ τῶν ἁμαρτανόντων ἄμυναν.

ἐμπρεπὲς γὰρ ὑπηρέταις μὲν καὶ ὑπάρχοις θεοῦ καθάπερ τοῖς πολέμου στρατηγοῖς ἐπὶ λιποτάκταις οἳ λείπουσι τὴν τοὺ δικαίου τάξιν ἀμυντηρίοις χρῆσθαι, τῷ δὲ μεγάλῳ βασιλεῖ τὴν κοινὴν ἀσφάλειαν ἐπιγεγράφθαι τοῦ παντός, εἰρηνοφυλακοῦντι καὶ τὰ τῆς εἰρήνης ἀγαθὰ πάντα τοῖς πανταχοῦ πᾶσιν ἀεὶ πλουσίως καὶ ἀφθόνως χορηγοῦντι· τῷ γὰρ ὄντι ὁ μὲν θεὸς πρύτανις εἰρήνης, οἱ δ’ ὑποδιάκονοι πολέμων ἡγεμόνες εἰσίν.

[*](2.3 ἀναπλάσας Arm 4 λέγωμεν MG: λέγομεν FH Arm, λέξομεν AP νόμους ἢ λόγους transp. M 4. b ἀπεφήνατο] ἀποφήνας II (v) G μηδὲν ὁρίσας] οὐδὲν ὥρισεν Η (v) μὲν ἦν Christophorson εὐθὴς (sic) δ’ κύριος AP 7 ἀγαθός om. M 8 αὐτοῦ codd. φόβω Arm (cf. dc Abrah. § 14): om. codd. 10 κατ’ F αἱρεῖται corr. in αἱρῆται Η 11 ἀσυλίαν] ἀσχολίαν M 12 αὐτῶ codd. καὶ secludendum putavit Mang. ἀνθρωπίνων MG: ἀνθρωπείων APFH 14 ἐκδεξομένων M εὐπρεπὲς M 14. 15 γὰρ τι add. H) ὑπηρέταις μὲν MFGH: μὲν γὰρ ὑπηρέταις AP (Mang.) 16 λειποτάκταις codd. οἲ] ἡ Α 17 δὲ om. M ἀσφάλειαν] ὠφέλειαν AP (prob. Mang.) 18 εἰρηνοφυλακτοῦντι AP 19 μὲν] μόνος Arm περὶ τῶν δέκα λόγων οἱ κεφάλαια νόμων εἰσί subscr. G)