De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

διὸ καὶ μέχρι νῦν ἀνὰ πᾶν ἔτος ἑορτὴ καὶ πανήγυρις ἄγεται κατὰ τὴν Φάρον νῆσον, εἰς ἣν οὐκ Ἰουδαῖοι μόνον ἀλλὰ καὶ παμπληθεῖς ἕτεροι διαπλέουσι τό τε χωρίον σεμνυνοῦντες, ἐν ᾧ πρῶτον τὰ τῆς ἑρμηνείας ἐξέλαμψε, καὶ παλαιᾶς ἕνεκεν εὐεργεσίας ἀεὶ νεαζούσης εὐχαριστήσοντες τῷ θεῷ.

μετὰ δὲ τὰς εὐχὰς καὶ τὰς εὐχαριστίας οἱ μὲν πηξάμενοι σκηνὰς ἐπὶ τῶν αἰγιαλῶν οἱ δ’ ἐπὶ τῆς αἰγιαλίτιδος ψάμμου κατακλινέντες ἐν [*](1 ὀνομάτων om. HP1, add. mg. P2 τὸν αὐτὸν Α 2 ἐνθύμημα et τε om. Α καὶ παραφράζοντα om. BEMAF 3 ἄλλοτε] ἄλλας τε FH1 Barb. ἄλλας] ἀλλοίας VOKGH2, ἄλλοις H1 Barb., ἄλλαις F νομοθέσεως Κ 4 ταὐτὸν codd.: ταὐτὸ v 4.5 τὰ δ’ ἑλληνικὰ M 6 οἶμαι τρόπον transp. Barb. ἐν γεωμετρία καὶ διαλεκτικὴ F Barb.: γεωμετρίας καὶ διαλεκτικῆς ἀριθμητικῆς V2OK ceteri 7 ποικιλία Α 8 καὶ οὗτοι τρόπον transp. Barb. συντρέχοντα GHP Barb.: συντρέχοντα ἐντρέχοντα BEMA) γὰρ ceteri 9 ὀνόματα om. M δὴ] ἢ coni. Mang;. μόνα ἢ om. F ἢ] ἧ E, om. VOKH Barb. ἢ μάλιστα om. G 10 τοῦδε F Barb.: τούτοις BEM, τούτου ceteri 10. 11 ἐάν τε 003E; coni. Mang. 12 καὶ] ὅσοι coni. Markland 13 GHP Barb. δὲ VOK 15 ἑρμηνεῖς FGHP Barb. ἐκείνους FGHP Barb.: om. ceteri τοὺς ante οἷς add. V2OK 16 ἐξεγένετο GHP Barb.: ἐγένοντο F, ἐγένετο ceteri μωυσέος FHP, μώσεως VOKAG Barb. 17 ἄχρι G 19 σεμνυνοῦντες BEMA: σεμνύνοντες ceteri τἄ AF Barb.: τὰ ceteri; τὸ x003E; coni. Mang. 20 ἕνεκα GHP Barb. αἰεὶ x003E; ἀεὶ coni. Mang. νεαζούσῃ V2OK 21 εὐχαριστηρίας Barb., εὐεργεσίας τὰς σκηνὰς FG Barb. 22 τῶν αἰγιαλῶν codd.: τὸν αἰγιαλὸν Barb., τοῦ αἰγιαλοῦ v οἵδ’ Κ κατακλινέντες BEM: κατακλιθέντες AFG, κατακλίναντες HP Barb., κλίναντες VOK)

v.4.p.210
ὑπαίθρῳ μετ’ οἰκείων καὶ φίλων ἑστιῶνται, πολυτελεστέραν τῆς ἐν βασιλείοις κατασκευῆς τότε τὴν ἀκτὴν νομίζοντες.

οὕτω μὲν οἱ νόμοι ζηλωτοὶ καὶ περιμάχητοι πᾶσιν ἰδιώταις τε καὶ ἡγεμόσιν ἐπιδείκνυνται, καὶ ταῦτ’ ἐκ πολλῶν χρόνων τοῦ ἔθνους οὐκ εὐτυχοῦντος — τὰ δὲ τῶν μὴ ἐν ἀκμαῖς πέφυκέ πως ἐπισκιάζεσθαι —·

εἰ δὲ γένοιτό τις ἀφορμὴ πρὸς τὸ λαμπρότερον, πόσην εἰκὸς ἐπίδοσιν γενήσεσθαι; καταλιπόντας ἂν οἶμαι τὰ ἴδια καὶ πολλὰ χαίρειν φράσαντας τοῖς πατρίοις ἑκάστους μεταβαλεῖν ἐπὶ τὴν τούτων μόνων τιμήν· εὐτυχίᾳ γὰρ τοῦ ἔθνους οἱ νόμοι συναναλάμψαντες ἀμαυρώσουσι τοὺς ἄλλους καθάπερ ἀνατείλας ἥλιος τοὺς ἀστέρας.

Ἀπόχρη μὲν οὖν καὶ τὰ λεχθέντα πολὺς ἔπαινος εἶναι τοῦ νομοθέτου. πλείων δ’ ἐστὶν ἕτερος, ὃν αὐταὶ περιέχουσιν αἱ ἱερώταται βίβλοι, πρὸς ἃς ἤδη τρεπτέον, εἰς ἔνδειξιν τῆς τοῦ συγγράψαντος ἀρετῆς.

τούτων τοίνυν τὸ μέν ἐστιν ἱστορικὸν μέρος, τὸ δὲ περὶ τὰς προστάξεις καὶ ἀπαγορεύσεις, ὑπὲρ οὗ δεύτερον λέξομεν τὸ πρότερον τῇ τάξει πρότερον ἀκριβώσαντες.

ἔστιν οὖν τοῦ ἱστορικοῦ τὸ μὲν περὶ τῆς τοῦ κόσμου γενέσεως, τὸ δὲ γενεαλογικόν, τοῦ δὲ γενεαλογικοῦ τὸ μὲν περὶ κολάσεως ἀσεβῶν, τὸ δ’ αὖ περὶ τιμῆς δικαίων. οὗ δὲ χάριν ἐνθένδε τῆς νομοθεσίας ἤρξατο τὰ περὶ [*](1 μετὰ τῶν οἰκείων Α εἱστιῶντο V1BEMAF 2 τότε] ταύτην coni. Mang. ἀκτὴν spat. 3 — 4 litt. ὁρῶντες Barb. 3 ἐπιδείκνυνται] ἐπίσης (i. e. ἐπ’ ἴσης) δείκνυνται Barb. 4 ἐκ FGHP: ἐπὶ BEMA, ἐστὶ VOK 6 γενήσεσθαι FGHP: γενέσθαι ceteri 6. 7 καταλιπόντες M 8 ἑκάστοις BEMVK (Mang.) μεταβαλεῖν FGHP: μὲν καταβαλεῖν BEMA(V1?), πάντως καταδραμεῖν V2OK τούτων] τῶν O μόνον F 11 οὖν FGHP Barb.: om. ceteri καὶ om. F εἶναι om. Α 12 πλείων GHP: πλεῖον Barb., πλεία K, πλείω ceteri δέ ἐστιν VOK ἕτερος ὃν FGHBarb.: ἕτερος ὧν H1P, ἕτερα ὧν ceteri αὐταὶ Barb.: αὐτοὶ F, αὗται ceteri (v) ἱερώτατοι FGHP 13 ἔνδειξιν codd.: τὴν ἔνδειξιν v συγγράψαντος] συγγράμματος F ’) προστάξεις] πράξεις FGHP1 16 τῇ om. O 18 δὲ om. A 19 οὗ δὲ GHP Barb.: τοῦ δὲ BMV2OKF, τοῦδε EAV1 τῆς ἐνθένδε νομοθεσίας transp. F, τῆς νομοθεσίας ἐνθένδε Barb. τὰ] τὰς H1P) [*](11 — 213,1 pergit Barb. IV 56: καὶ μεθ’ ἕτερα: ἀπόχρη — ἀπολέσθαι. 14—212,17 Procop. Gaz. Comment. m Genes. praef. (Migne P. G. t. 87,1 Col. Wendlaud Neu entd. Fragm. Phiios p. 33 sqq.): οὗτος οὖν (Μωυσῆς).... δύο εἴδη γραφῆς, τὸ μὲν ἱστορικόν, τὸ δὲ νομοθετικόν· τοῦ δὲ νομοθετικοῦ τὸ παραινετικόν, τὸ δὲ ἀπαγορευτικόν· καὶ τοῦ ἱστορικοῦ τό μὲν περὶ κόσμου γενέσεως, τὸ δὲ γενεαλογικόν· τοῦ δὲ γενεαλογικοῦ τὸ μὲν περὶ κολάσεως ἀσεβῶν, τὸ δὲ περὶ τῆς τῶν δικαίων τιμῆς. τὸ δὲ ἱστορικὸν προὔταξε τοῦ νομοθετικοῦ διὰ τοιαύτην αἰτίαν· οὐ πρᾶγμα ποιῶν παλαιῶν πραγμάτων ἡμῖν διηγήσασθαι τὴν ἱστορίαν κατεπαγγέλλεται, ἄνωθεν δὲ καὶ ἀπὸ (πρὸ codd.) τῆς τοῦ παντὸς γενέσεως τὶν ἀρχὴν ποιησάμενος δείκνυσι πατέρα τοῦ κόσμου καὶ ποιητὴν τοῦτον σὺν ἀληθείᾳ νομοθέτην ὑπάρχοντα· ἐχρῆν γὰ) ἐγνῶσθαι πρὸ τῶν νόμων τὸν νομοθέτην . . . δείκνυσι δὲ Μωυσῆς καὶ ὅτι δεῖ τὸν νόμοις χρησόμενον σύμφωνον τὸν βίον τῇ τοῦ παντὸς ἁρμονίᾳ καὶ τάξει παρέχεσθαι καὶ δεικνύναι συνᾴδοντα λόγοις ἔργα καὶ τοῖς ἔργοις τὰ ῥήματα. τοιγαροῦν τῶν ἄλλων νομοθετῶν τῶν μὲν εὐθὺς ὁριζόντων τὰ πρακτέα καὶ μὴ καὶ τιμωρίας ἐπιτιθέντων τοῖς παραβαίνουσι, τῶν δὲ πόλιν κτισάντων ἐν πρώτοις, εἶτα διὰ τῶν νόμων ἣν ἐνόμισαν πολιτείαν ἁρμοσάντων τῇ πόλει, ὁ Μωυσῆς τὸ μὲν πρῶτον νομίσας εἶναι τυραννικὸν καὶ μηδεμίαν ἔχον πειθὼ καὶ παραμυθίαν, τὸ δὲ ἕτερον ἐμμελὲς μέν, οὐ μὴν διὰ πάντων κατωρθωμένον, αὐτὸς ἑκατέρων διήνεγκεν· τῷ τε γὰρ νομοθετικῷ τὸ παραινετικὸν ἐγκατέμιξε τοῦ προτρέπειν μᾶλλον ἢ βιάζεσθαι λόγον ποιούμενος, καὶ τὸ πόλιν χειροποίητον ἀρχὴν ποιήσασθαι τῆς συγγραφῆς κτιζομένην τῷ λόγῳ ταπεινότερον ἢ κατὰ ἥν ἀξίαν τῶν νόμων ὑπείληφεν, ὧν πρὸς τὸ κάλλος ἀκριβεῖ τῇ θέα κατὰ τὴν διάνοιαν ἀπιδὼν τῆς ἐπὶ ὑπεριδὼν κτίσεως ἐπὶ τὴν μεγίστην πόλιν, τὸν κόσμον, ἀνέδραμεν καὶ τὴν αὐτῆς ὑφηγήσατο γένεσιν, ἐμφερεστάτην εἰκόνα τοὺς νόμους τῆς τοῦ κόσμου πολιτείας ἡγούμενος· τῶν γοῦν νόμων ἡ δύναμις, εἴ τις ἀκριβῶς ἐξετάσειε, τῇ τοῦ παντὸς ἁρμονίᾳ συνᾴδει. τοιγαροῦν εἴ τινες παντελῶς ἐξεπήδησαν ἀρετῆς, ὡς οὐκ ἀνθρώπων ἐχθροὺς ἀλλ’ οὐρανοῦ τε καὶ κόσ· μου παντὸς οὐ τάς ἐν ἔθει τιμωρίας ὑπομεῖναί φησιν, ἀλλὰ καινὰς καὶ παρηλλαγμένας, τῶν τοῦ παντὸς δραστικωτάτων στοιχείων ἐπιτιθεμένων αὐτοῖς ὕδατος καὶ πυρός.)

v.4.p.211
τὰς προστάξεις καὶ ἀπαγορεύσεις ἐν δευτέρῳ θείς, λεκτέον.

οὐ γὰρ οἷά τις συγγραφεὺς ἐπετήδευσε παλαιῶν πράξεων καταλιπεῖν ὑπομνήματα τοῖς ἔπειτα τοῦ ψυχαγωγῆσαι χάριν ἀνωφελῶς, ἀλλ’ ἠρχαιολόγησεν ἄνωθεν ἀρξάμενος ἀπὸ τῆς τοῦ παντὸς γενέσεως, ἵν’ ἐπιδείξῃ δύο τὰ ἀναγκαιότατα· ἓν μὲν τὸν αὐτὸν πατέρα καὶ ποιητὴν τοῦ κόσμου καὶ ἀληθείᾳ νομοθέτην, ἕτερον δὲ τὸν χρησόμενον τοῖς νόμοις ἀκολουθίαν φύσεως ἀσπασόμενον καὶ βιωσόμενον κατὰ τὴν τοῦ ὅλου διάταξιν ἁρμονίᾳ καὶ συμφωνίᾳ πρὸς ἔργα λόγων καὶ πρὸς λόγους ἔργων.

τῶν μὲν οὖν ἄλλων νομοθετῶν οἱ μὲν εὐθὺς ἅ τε χρὴ πράττειν καὶ ἃ μὴ διαταξάμενοι τιμωρίας κατὰ τῶν παραβαινόντων ὥρισαν, οἱ δ’ ἀμείνους δόξαντες εἶναι τὴν ἀρχὴν οὐκ ἐνθένδε ἐποιήσαντο, πόλιν δὲ τῷ λόγῳ κτίσαντες καὶ ἱδρυσάμενοι πρότερον ἣν ἐνόμιζον οἰκειοτάτην καὶ πρεπωδεστάτην εἶναι τῇ κτισθείσῃ πολιτείαν διὰ τῆς τῶν νόμων θέσεως ἐφήρμοζον.

ὁ δὲ τὸ μὲν πρότερον ὑπολαβὼν (ὅπερ ἦν) τυραννικόν τε καὶ δεσποτικόν, ἄνευ παραμυθίας προστάττειν ὡς οὐκ ἐλευθέροις ἀλλὰ δούλοις, τὸ δ’ ὕστερον ἐμμελὲς μέν, οὐ μὴν τελείως ἐπαινετὸν ἅπασι τοῖς κριταῖς, ὡς ἔοικεν, ἐν ἑκατέρῳ τῶν λεχθέντων διήνεγκεν.

ἔν τε γὰρ ταῖς προστάξεσι καὶ ἀπογορεύσεσιν ὑποτίθεται καὶ παρηγορεῖ τὸ πλέον ἢ κελεύει, μετὰ προοιμίων καὶ ἐπιλόγων τὰ πλεῖστα καὶ ἀναγκαιότατα πειρώμενος ὑφηγεῖσθαι, τοῦ προτρέψασθαι χάριν μᾶλλον ἢ [*](1 τὰς om. F προστάξεις] πράξεις FGH1P 3 ἠρχολόγησεν VOK 4 τοῦ om. F δύο] βίω F 4. 5 τἀναγκαιότατα Barb. 5 αὐτὸν om. Turn. 6 ἀληθείας VOKH (v), ἀληθῆ (sic) P post τὸν add. αὐτὸν BEMAVi, αὐτοῦ V2OK 7 ἀσπασάμενον ΒΕ, ἀνασπασάμενον Α ὅλου] λόγου VOK 8 ἐν ἁρμονία coni. Weadl. συμφυία M 12 ἣν FH2 Barb.: om. 13 εἶναι post οἰκειοτάτην (12) transp. Α (v), θεῖναι (pro εἶναι) V2K, εἶναι om. HP πολιτείαν add. καὶ BEMV1, ἣν V2OK 14 ἐφήρμοζον FGHP Barb.: πρότερον ἐφήρμοζον ἐφήρμοσαν V2OK) ceteri (v) ὁ δὲ καὶ Κ 15 ὡς BEMA 17 ὡς F Barb.: om. ceteri (v) ἑκατέρα V1OK 18 καὶ ταῖς ἀπαγορεύσεσιν BEMA (Mang.) ; καὶ ἀπαγορεύσεσιν om. Turn. παρηγορεῖ] παραινεῖ G)

v.4.p.212
βιάσασθαι· πόλεώς τε χειροποιήτου κτίσιν ἀρχὴν ποιήσασθαι τῆς γραφῆς ταπεινότερον ἢ κατὰ τὴν ἀξίαν τῶν νόμων ὑπολαβὼν εἶναι, πρὸς τὸ μέγεθος καὶ κάλλος τῆς ὅλης νομοθεσίας ἀκριβεστάτῃ ὄψει τῇ κατὰ διάνοιαν ἀπιδὼν καὶ νομίσας αὐτὴν κρείττονα καὶ θειοτέραν ἢ ὥστε κύκλῳ τινὶ τῶν ἐπὶ γῆς ὁρισθῆναι, τῆς μεγαλοπόλεως τὴν γένεσιν εἰσηγήσατο, τοὺς νόμους ἐμφερεστάτην εἰκόνα τῆς τοῦ κόσμου πολιτείας

ἡγησάμενος εἶναι. τῶν γοῦν ἐν μέρει διατεταγμένων τὰς δυνάμεις εἴ τις ἀκριβῶς ἐξετάζειν ἐθελήσειεν, εὑρήσει τῆς τοῦ παντὸς ἁρμονίας ἐφιεμένας καὶ τῷ λόγῳ τῆς ἀιδίου φύσεως συνᾳδούσας.

διὸ καὶ τοὺς ἀφθόνων μὲν ἀγαθῶν ἀξιωθέντας ὅσα κατ’ εὐεξίαν σωμάτων καὶ τὰς περὶ πλοῦτον καὶ δόξαν καὶ τὰ ἄλλα ἐκτὸς εὐτυχίας, ἀρετῆς δ’ ἀφηνιάσαντας καὶ οὐκ ἀνάγκῃ γνώμῃ δ’ ἑκουσίῳ πανουργίαν καὶ ἀδικίαν καὶ τὰς ἄλλας κακίας, ὡς μέγα ὄφελος τὴν μεγίστην ζημίαν, ἐπιτηδεύσαντας καθάπερ οὐκ ἀνθρώπων ἐχθροὺς ἀλλὰ τοῦ σύμπαντος οὐρανοῦ τε καὶ κόσμου τὰς ἐν ἔθει τιμωρίας οὔ φησιν ὑπομεῖναι, ἀλλὰ καινοτάτας καὶ παρηλλαγμένας, ἃς ἐμεγαλούργησεν ἡ πάρεδρος τῷ θεῷ μισοπόνηρος δίκη, τῶν τοῦ παντὸς δραστικωτάτων στοιχείων ἐπιθεμένων ὕδατος καὶ πυρός, ὡς καιρῶν περιόδοις τοὺς μὲν κατακλυσμοῖς φθαρῆναι, τοὺς δὲ [*](1 post κτίσιν add. καὶ FGHP Barb. (v) ; καὶ delendum censuit Mang. 2 κατ’ ἀξίαν BEMA (v) 3 καὶ τὸ κάλλος F 4 νομίσας] νόμου Barb. κρείττονα αὐτὴν transp. Barb. 6 τοῦ κόσμου] κόσμου Α, τοῦ νόμου V1, ἐννόμου V2OK πολίτης Κ 7 οὑν Barb. 8 ἐθελήσει M 8.9 ὑφιεμένας Barb. 9 διὸ] δι’ οὗ GHP (Turn.) τοὺς] τῶν Barb.; τοὺς ἀγαθοὺς vel εὐσεβεῖς coni. Mang. 10 μὲν] μὴ Κ τοὺς ante ἀξιωθέντας Barb. τὰς ὅσα BEM, τὰ ὅσα AF εὐεξίας H1P Barb. τὰς] τὰ Α 11 τἄλλα VOK Barb. ἐκτὸς] τὰ ἐκτὸς Barb., τὰ τῆς ἀφηνιάσοντας H1P 12 πανουργίας καὶ ἀδικίας H; καὶ ἀδικίαν om. Turn. 13 τὴν om. VOK 14 οὐρανοῦ] ἀνου (i. e. ἀνθρώπου) BEM 16 ἅς ἐδημιούργησεν BEMA 17 post ἐπιθεμένων add. αὐτοῖς V2K 18 pr. τοὺς] τοῖς F)

v.4.p.213
καταφλεχθέντας ἀπολέσθαι.

πελάγη μὲν ἀρθέντα καὶ ποταμοὶ μετεωρισθέντες αὐθιγενεῖς τε καὶ χείμαρροι τὰς ἐν τῇ πεδιάδι πόλεις ἁπάσας ἐπέκλυσαν καὶ κατέσυραν, τὰς δὲ κατὰ τὴν ὀρεινὴν αἱ μεθ’ ἡμέραν καὶ νύκτωρ συνεχεῖς καὶ ἀδιάστατοι ὄμβρων φοραί.

χρόνῳ δ’ ὕστερον ἐκ τῶν ὑπολειφθέντων πάλιν τοῦ γένους συναυξηθέντος καὶ εἰς πολυανθρωπίαν ἐπιδόντος, ἐπειδὴ τὸ περὶ τοὺς προγόνους πάθος οἱ ἀπόγονοι μάθημα σωφροσύνης οὐκ ἐποιήσαντο, πρὸς δ’ ἀκολασίας ἐτράποντο ζηλωταὶ χαλεπωτέρων ἐπιτηδευμάτων γενόμενοι, πυρὶ τούτους ἀναλῶσαι διενοήθη.

τότ’ οὖν, ὡς μηνύει τὰ λόγια, κεραυνοὶ ῥυέντες ἐξ οὐρανοῦ τούς τε ἀσεβεῖς κατέπρησαν καὶ τὰς πόλεις αὐτῶν· καὶ μέχρι τοῦ νῦν μνημεῖα τοῦ συμβεβηκότος ἀλέκτου πάθους δείκνυται κατὰ Συρίαν, ἐρείπια καὶ τέφρα καὶ θεῖον καὶ καπνὸς καὶ ἡ ἔτι ἀναδιδομένη φλὸξ ἀμαυρὰ καθάπερ διασμυχομένου πυρός.

ἐν δὲ τούτῳ συνέβαινε τούς τε ἀσεβεῖς ταῖς εἰρημέναις τιμωρίαις κολάζεσθαι καὶ τοὺς καλοκἀγαθίᾳ διενηνοχότας εὖ πάσχειν ἀρετῆς ἐπαξίων ἄθλων τυγχάνοντας.

ἐν μέν γε τῇ φορᾷ τοῦ κεραυνίου πυρὸς οἰκήτορσιν αὐτοῖς ὅλης χώρας ἐμπιπραμένης, εἷς μόνος ἀνὴρ μέτοικος ἐπιφροσύνῃ θείᾳ σῴζεται, διότι τῶν ἐγχωρίων παρανομημάτων οὐδὲν ἠσπάσατο, τῶν μετοίκων εἰωθότων ἀσφαλείας ἕνεκα τὰ ξενικὰ τιμᾶν, ἐπεὶ τοῖς ἀτιμάζουσι κίνδυνος ἐκ τῶν αὐτοχθόνων ἕπεται· καίτοι γ’ οὐκ ἐπ’ ἄκρον ἦλθε σοφίας, ὡς διὰ τελειότητα τῆς ἐν αὐτῷ φύσεως τοσούτου γέρως ἀξιωθῆναι, ἀλλ’ ὅτι μόνος τοῖς πολλοῖς οὐ συνηνέχθη πρὸς τὸ ἁβροδίαιτον ἀποκλίνασι καὶ πάσας μὲν ἡδονὰς πάσας δ’ ἐπιθυμίας χορηγίαις ἀφθόνοις ἀνάψασιν ὥσπερ φλόγα λασίῳ ὕλῃ κεχυμένῃ.

κατὰ δὲ τὸν μέγαν κατακλυσμὸν ὀλίγου [*](1 μὲν γὰρ coni. Mang. 2 ἀπέκλυσαν M, κατέκλυσαν G 3 ἐπέσυραν 4 συνεχεῖς om. Α τῶν ὄμβρων VOK τῶν ὄμβρων post νύκτωρ (3) transp. Ο φθοραί P 5 ἐπαυξηθέντος VOK 8 χαλεπῶν HP πυρὶ] περὶ M 10 ἀσεβοῦντας F τοῦ om. F 11 ἀλήκτου V1, ἀλήστου V2OK, ἀλλ’ ἐκ τοῦ H1P ἀνδείκνυται G 13 διασμυχουμένου M, διὰ σμυχομένου Κ 14 καλοκαγαθίας Turn. 15 ἐπ’ ἀξίων M τυγχάνοντας ἄθλων transp. GH γε] γὰρ V2OK 16 κεραυνείου F τῆς ὅλης voluit Mang. Ε 18 ἐσπάσατο coni. Mang. καὶ ταῦτα add. ante τῶν V2OK 20 γε VOK ἦλθε] ἧκε Α (v) 21 γέρως] γένους Α μόνος Mang.: μόνον codd. 21.22 οὐ συνηνέχθη τοῖς πολλοῖς transp. F 24 λασίῳ] θείω F, θείω καὶ GHP (Turn.) ὕλη κεχυμένη BEMF: κεχυμένη ὕλη GHP, ὕλη VOK (Mang.), ὕλη κεχριμένην Α ὀλίγον) [*](1 — 4 Gen. cap. 7 4 — 24 Gen. cap. 19 10—13 cf. dc Ahrah. § 13 — 15 pergit Barb. IV 56: καὶ μετά τινα: ἐν δὲ τούτῳ — τυγχάνοντας.)

v.4.p.214
δέω φάναι τοῦ σύμπαντος ἀνθρώπων γένους φθειρομένου, ἕνα οἶκον ἀπαθῆ γενέσθαι παντὸς κακοῦ λόγος ἔχει, τὸν πρεσβύτατον καὶ ἡγεμόνα τῆς οἰκίας ἐπειδὴ συνέβαινε μηδενὸς ἀδικήματος ἑκουσίου προσάψασθαι. τὸν δὲ τρόπον τῆς σωτηρίας, ὡς αἱ ἱεραὶ βίβλοι περιέχουσιν, ἄξιον ἱστορηθῆναι διά τε μεγαλουργίαν καὶ ἅμα βελτίωσιν ἠθῶν.

νομισθεὶς γὰρ ἐπιτήδειος εἶναι μὴ μόνον ἀμοιρῆσαι τῆς κοινῆς συμφορᾶς, ἀλλὰ καὶ δευτέρας γενέσεως ἀνθρώπων αὐτὸς ἀρχὴ γενέσθαι, θείαις προστάξεσιν, ἃς ὑφηγοῦντο οἱ χρησμοί, ξύλινον δημιουργήσας ἔργον μέγιστον εἰς πήχεις τριακοσίους μῆκος καὶ πεντήκοντα εὖρος καὶ τριάκοντα ὕψος καὶ συνεχῆ κατασκευασάμενος ἔνδον οἰκήματα ἐπίπεδα καὶ ὑπερῷα, τριώροφα καὶ τετρώροφα, καὶ τροφὰς ἑτοιμασάμενος, ἀφ’ ἑκάστου γένους ζῴων ὅσα χερσαῖα καὶ πτηνὰ εἰσήγαγεν ἄρρεν τε καὶ θῆλυ σπέρματα ὑπολειπόμενος πρὸς καταλλαγὴν καιρῶν τῶν αὖθίς ποτε γενησομένων·