De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τὰς δὲ τοσαύτας μυριάδας ἔπεισεν ὁμογνωμονῆσαι καὶ τὸν αὐτὸν ὕμνον ἐν ταὐτῷ συνᾴδειν τὰ τεράστια ἐκεῖνα μεγαλουργήματα, περὶ ὧν ὀλίγῳ πρότερον διεξῆλθον· ἐφ’ οἷς ὁ προφήτης γεγηθώς, ὁρῶν καὶ τὴν τοῦ ἔθνους περιχάρειαν, οὐδ’ αὐτὸς ἔτι χωρῶν τὴν ἡδονήν, κατῆρχε τῆς ᾠδῆς· οἱ δ’ ἀκούοντες εἰς δύο χοροὺς ἁλισθέντες τὰ λεχθέντα συνῇδον.

Τοῦτ’ ἐστὶ τῆς κατ’ ἐνθουσιασμὸν προφητείας Μωυσέως ἀρχὴ καὶ προοίμιον. ἑξῆς δὲ θεσπίζει περὶ τοῦ πρώτου καὶ ἀναγκαιοτάτου, τροφῆς, ἣν γῆ μὲν οὐκ ἤνεγκε — καὶ γὰρ ἦν στεῖρα καὶ ἄγονος —, ὤμβρησε δ’ οὐρανὸς οὐχ ἅπαξ ἀλλ’ ἐπὶ τεσσαρακονταετίαν ἑκάστης ἡμέρας πρὸ τῆς ἕω καρπὸν αἰθέριον ἐν δρόσῳ κέγχρῳ παραπλήσιον.

ὃν ἰδὼν Μωυσῆς συγκομίζειν κελεύει καὶ ἐπιθειάσας φησί· „πιστεύειν δεῖ τῷ θεῷ πεπειραμένους αὐτοῦ τῶν εὐεργεσιῶν ἐν μείζοσιν ἐλπίδος πράγμασιν· ἀθησαύριστα, ἀταμίευτα τὰ τῆς τροφῆς ἔστω· [*](2 λόγου] ἔργου P λόγου μείζονα BEM, μείζονα λόγου VOK εὐχαριστικοῖς conicio 4 ἐξάρχοι M 5 καὶ ante τὴν ἀδελφήν add. BEM 6 τὸν ποιητὴν HP, εἰς τὸν ποιητὴν G τε eras. V2, om. OK κράσεως AFGHP: κράσεων ceterl 8 τὴν ὀξύτητα VK 9 μὲν] τῶν Α δὲ Α οἱ om. Α 10 ἀποτελεῖ (i 11 ὁμογνωμονεῖν VK καὶ VOK (coni. Mang.): om. ceteri 11. 12 ἐν ταὐτῶ AFGHP: om. ceteri 12 συνάδειν AFGHP: συνᾴδειν καὶ λέγειν ceteri (prob. Mang.) ἐκεῖνα Α: ἐκεῖνα καὶ ceteri (v) μεγαλουργηθέντα AGHP (v) 13 διῆλθον BEMF 14 προκατῆρχε VOK 15 εἰς δύο χοροὺς om. YOK ἁλισθέντες] διαιρεθέντες Α (v) τὰ λεχθέντα Α: τοῖς λεχθεῖσι VOK, τοὺς λεχθέντας ceteri 17 τοῦτ’ ἔστι BEMG, τουτέστι V1AFHP, τοῦτό ἐστι V2OK μωϋσέως BEM: μωϋσέος ceteri 18 ἀρχὴν Α τοῦ om. VOK 20 ὄμβρησε E δέ Α ἀλλὰ AVK ἐπὶ om. Α τεσσαρακονταετίαν] τεσσαράκοντα κρόνους UP 23 τῷ om. Α αὐτῶ P 24 τὰ om. VOK) [*](18 sqq. Exod. 16,4 sqq.)

v.4.p.262
μηδεὶς ἄχρι πρωΐας ὑπολειπέσθω μηδὲν αὐτῆς μέρος.”

τοῦτ’ ἀκούσαντες ἔνιοι τῶν πρὸς εὐσέβειαν ἀνερματίστων, ὑπολαβόντες ἴσως οὐ χρησμοὺς ἀλλὰ παραίνεσιν ἄρχοντος εἶναι τὰ λεγόμενα, λείπουσιν εἰς τὴν ὑστεραίαν· τὸ δὲ σηπόμενον τὸν κύκλον τοῦ στρατοπέδου δυσοδμίας πληροῖ τὸ πρῶτον, εἶτ’ εἰς σκώληκας, ὧν ἡ γένεσις ἐκ φθορᾶς ἐστι, μετέβαλεν.

ἅπερ ἰδὼν Μωυσῆς εἰκότως ἐπὶ τοῖς ἀπειθέσι πικραίνεται· πῶς γὰρ οὐκ ἔμελλεν, εἰ τοσαῦτα καὶ τηλικαῦτα θεασάμενοι, πρὸς μὲν τὰς πιθανὰς καὶ εὐλόγους φαντασίας ἀδύνατα πραχθῆναι, τελειωθέντα δὲ εὐμαρῶς ἐπιφροσύναις θείαις, οὐκ ἐνδοιάζουσι μόνον, ἀλλὰ καὶ ἀπιστοῦσιν οἱ δυσμαθέστατοι πάντων;

ἀλλ’ ὅ γε πατὴρ δυσὶν ἐναργεστάταις ἀποδείξεσι τὸ λόγιον τοῦ προφήτου διασυνέστησεν, ὧν τὴν μὲν ἑτέραν εὐθὺς ἀπεδείξατο φθορᾷ τοῦ ὑπολειφθέντος καὶ δυσωδίᾳ καὶ τῇ πρὸς σκώληκας, τὸ φαυλότατον ζῷον, μεταβολῇ, τὴν δ’ ἑτέραν ὕστερον· ἀεὶ γὰρ τὸ πλεονάζον τοῦ συγκομισθέντος ὑπὸ τῆς πληθύος ταῖς ἡλιακαῖς

ἀκτῖσι διελύετο καὶ τηκόμενον ἐξανηλοῦτο. δεύτερον οὐκ εἰς μακρὰν ἐπιθειάσας ἀποφθέγγεται λόγιον τὸ περὶ τῆς ἱερᾶς ἑβδόμης. ἔχουσαν γὰρ αὐτὴν ἐν τῇ φύσει προνομίαν, οὐκ ἀφ’ οὗ μόνον ἐδημιουργήθη ὁ κόσμος, ἀλλὰ καὶ πρὸ τῆς οὐρανοῦ καὶ παντὸς αἰσθητοῦ γενέσεως, ἠγνόησαν ἄνθρωποι, τάχα που διὰ τὰς ἐν ὕδασι καὶ πυρὶ γενομένας συνεχεῖς καὶ ἐπαλλήλους φθορὰς οὐ δυνηθέντων παρὰ τῶν πρότερον διαδέξασθαι μνήμην τῶν ἔπειτα τῆς κατὰ τὸν ἐν χρόνοις εἱρμὸν ἀκολουθίας καὶ τάξεως· ὅπερ ἀδηλούμενον ἐπιθειάσας ἀνέφηνε λογίῳ μαρτυρηθέντι διὰ σημείου τινὸς ἐναργοῦς.

τὸ δὲ σημεῖον τοιοῦτον ἦν· ἐλάττων μὲν ἀπ’ ἀέρος ἐγίνετο ἡ φορὰ ταῖς προτέραις ἡμέραις [*](1 ἀπολειπέσθω VOK τοῦτ’ AGHP: ταῦτ᾿ ceteri 2 ἀτερματίστων A 4 τὸν κύκλω AV1, τὰ κύκλω V2OK δυσοδμίας AF: δυσοσμίας ceteri 5 εἶτα AVOK 6 μετέβαλλεν Γ’ ἅπερ — ἔμελλεν (7) om. F μώσης P ἀπειθέσι] ἀληθέσι BEMA(V1 ut vid.) 7 ἃ aute πρὸς add. BEMVOK 9 δ’ Α 9. 10 ἀπιστοῦσιν] ἀπειθοῦσιν P 11 ἐπιδείξεσι HP, ὄψεσι δείξεσι G διεσυνέστησεν H1P 12 εὐθὺς AFGHP: om. ceteri ἀπεδείξατο FGIIP: ἐπεδείξατο Α, ἐπεδείξατο ceteri lo σκώληκα Α ζῶον ἀνηλοῦτο ex ζώων corr. V αἰεὶ A: ἐπεὶ coni. Mang. 15 ἐξημβλοῦτο A post δεύτερον add. δὲ VOK 16 ἀποθειάσας BEMGH (v) φθέγγεται Α 19 ἐν om. HP ὕδατι Η (coni. Mang.) 20 γινομένας VOK φθορὰς AFGHP: φορὰς ceteri 21 πρότερον FGHP: προτέρων ceteri μνήμην AFGHP: μνήμη ceteri 23 μαρτυρηθέντας F 24 ἐλάττω F ἐγίνετο AVOK: ἐγένετο ceteri (v))

v.4.p.263
τῆς τροφῆς, τότε δ’ αὖ διπλασίων· καὶ ταῖς μὲν προτέραις εἴ τι κατελείφθη, λειβόμενον ἐτήκετο μέχρι τοῦ παντελῶς εἰς νοτίδα μεταβαλὸν ἀναλωθῆναι, τότε δ’ οὐδεμίαν ἐνδεχόμενον τροπὴν ἐν ὁμοίῳ διέμενεν· ἐφ’ οἷς ἀγγελλομένοις ἅμα καὶ ὁρωμένοις καταπλαγεὶς Μωυσῆς οὐκ ἐστοχάσατο μᾶλλον ἢ θεοφορηθεὶς ἐθέσπισε τὴν ἑβδόμην.

ἐῶ λέγειν, ὅτι καὶ αἱ τοιαῦται εἰκασίαι συγγενεῖς προφητείας εἰσίν· ὁ γὰρ νοῦς οὐκ ἂν οὕτως εὐσκόπως εὐθυβόλησεν, εἰ μὴ καὶ θεῖον ἦν πνεῦμα τὸ ποδηγετοῦν πρὸς αὐτὴν τὴν ἀλήθειαν.

τὸ δὲ τεράστιον οὐ μόνον ἐκ τοῦ διπλασιασθῆναι τὴν τροφὴν ἐδηλοῦτο οὐδ’ ἐκ τοῦ διαμεῖναι σῷον παρὰ τὸ καθεστὼς ἔθος, ἀλλὰ κἀκ τοῦ ἀμφότερα ταῦτα συμβῆναι κατὰ τὴν ἕκτην ἡμέραν, ἀφ’ ἧς ἤρξατο ἀπ’ ἀέρος ἡ τροφὴ χορηγεῖσθαι, μεθ’ ἣν ὁ ἱερώτατος τῆς ἑβδόμης ἀριθμὸς ἔμελλεν ἀνατέλλειν, ὥστε λογιζόμενος ἄν τις εὕροι κατὰ τὴν ἀκολουθίαν τῆς τοῦ κόσμου γενέσεως τὴν οὐράνιον δοθεῖσαν τροφήν· ἤρξατο γὰρ καὶ τὸν κόσμον ἑξάδος τῇ

πρώτῃ δημιουργεῖν καὶ τὴν λεχθεῖσαν ὕειν τροφήν. ἡ δ’ εἰκὼν ὁμοιοτάτη· καθάπερ γὰρ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὸ τελειότατον ἔργον, τὸν κόσμον, ἀνέφηνε, τὸν αὐτὸν τρόπον καὶ εὐθηνίαν ἐν ἐρήμῳ μεταβαλὼν τὰ στοιχεῖα πρὸς τὸ κατεπεῖγον τῆς χρείας, ἵν’ ἀντὶ γῆς ὁ ἀὴρ σιτία τροφὴν ἄπονον φέρῃ καὶ ἀταλαίπωρον οἷς ἀναχώρησις οὐκ ἦν εὐτρεπίζεσθαι κατὰ σχολὴν τἀπιτήδεια.

μετὰ ταῦτα τρίτον ἀναφθέγγεται χρησμὸν τερατωδέστατον, δηλῶν ὅτι τῇ ἑβδόμῃ τὴν εἰωθυῖαν ὁ ἀὴρ οὐ παρέξει τροφὴν καὶ οὐδὲν ἐπὶ γῆν ἀλλ’ οὐδὲ τὸ βραχύτατον ὡς ἔθος ἐνεχθήσεται.