De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ὁ δὲ τῆς κατοκωχῆς ἀνεθεὶς „ἀδικωτάτην“ εἶπεν „αἰτίαν ὑπομένω συκοφαντούμενος· λέγω γὰρ ἴδιον οὐδέν, ἀλλ’ ἅττ’ ἂν ὑπηχήσῃ τὸ θεῖον, ὅπερ οὐχὶ νῦν πρῶτον ἐγὼ μὲν εἶπον, σὺ δ’ ἤκουσας, ἀλλὰ καὶ πρόσθεν, ἡνίκα τοὺς πρέσβεις ἔπεμψας, οἷς ἀπεκρινάμην ταὐτά.“

νομίσας δ’ ὁ βασιλεὺς ἢ τὸν μάντιν ἀπατᾶν ἢ τὸ θεῖον τρέπεσθαι καὶ ταῖς τῶν τόπων μεταβολαῖς τὸ τῆς γνώμης ἐχυρὸν ἀλλάττειν, εἰς ἕτερον ἀπαγαγὼν χωρίον ἐκ λόφου πάνυ περιμήκους ἐπεδείκνυτο μέρος τι τῆς ἀντιπάλου στρατιᾶς· εἶτα πάλιν ἑπτὰ βωμοὺς ἱδρυσάμενος καὶ τὰ ἴσα τοῖς πρόσθεν ἱερεῖα καταθύσας ἐξέπεμπε τὸν μάντιν ἐπ’ οἰωνοὺς καὶ φήμας αἰσίους.

ὁ δὲ μονωθεὶς ἐξαίφνης θεοφορεῖται καὶ μηδὲν συνιείς, ὥσπερ μετανισταμένου τοῦ λογισμοῦ, τὰ ὑποβαλλόμενα ἐξελάλει προφητεύων τάδε· "ἀναστὰς ἄκουε, βασιλεῦ, τὰ ὦτα ἐπουρίσας. οὐχ ὡς ἄνθρωπος ὁ θεὸς διαψευσθῆναι δύναται οὐδ’ ὡς υἱὸς ἀνθρώπου μετανοεῖ καὶ ἅπαξ εἰπὼν οὐκ ἐμμένει. φθέγξεται τὸ παράπαν οὐδέν, ὃ μὴ τελειωθήσεται βεβαίως, ἐπεὶ ὁ λόγος ἔργον ἐστὶν αὐτῷ. παρελήφθην δ’ ἐπ’ εὐλογίαις, οὐ κατάραις, ἐγώ.

οὐκ ἔσται πόνος ἢ μόχθος ἐν Ἑβραίοις. ὁ θεὸς αὐτῶν προασπίζει περιφανῶς, ὃς καὶ τὴν τῶν Αἰγυπτιακῶν ῥύμην κακῶν ἀπεσκέδασεν ὡς ἕνα ἄνδρα τὰς τοσαύτας μυριάδας ἀναγαγών. τοιγαροῦν οἰωνῶν ἀλογοῦσι καὶ πάντων τῶν κατὰ μαντικὴν ἑνὶ τῷ τοῦ κόσμου ἡγεμόνι πιστεύοντες. ὁρῶ λαὸν ὡς σκύμνον ἀνιστάμενον καὶ ὡς λέοντα γαυρούμενον. [*](1 ἀφανῆ F1HP κατοκωχῆς scripsi: κατοχῆς VOK2FGHP, κατακωχῆς celeri 2 εἶπεν] ἔφη F αἰτίαν om. G συκοφαντίαν Α ἴδιον οὐδέν CVO: οὐδέν ἴδιον ceteri 3 ἀλλὰ F ἅττ’ F, ἅτ’ GHP (Mang.): ὅσα ceteri ὑφηχήση C, ὑπηχήσοι Α τὸ θεῖον—ἡνίκα (4) οm. G ἐγὼ μὲν CFHP: μὲν ἐγὼ ceteri 4 καὶ om. O 5 ταὐτά FH, ταῦτα GP: τὰ αὐτά ceteri 6 τῶν τόπων] τούτων τρόπων Κ τῆς γνώμης—πάνυ (7) om. HP, add. mg. H2P2 7 ἐχυρὸν CGH2: ὀχυρὸν ceteri ἀπαλλάττειν G 7. 8 ὑπερμήκους Α, ὑπὲρ μήκους P2 9 τοῖσ’ om. G ἱερείοις FGHP (v) 9.10 ἐξέπεμψε C 11 θεοφορεῖται codd.: θειοφορεῖται v 12 βασιλεύων F 13 ἐπουρίσας] ἐπευρήσας (ευ ex ου corr.) F, ἐπαιωρήσας AGHP (v) ; ἐπορθιάσας Mang. ὁ θεὸς FPD: om. ceteri τὰ αὐτὰ ante διαψευσθῆναι add. VOK2 δύναται om. D 14 οὐδὲ D, οὐχ M 14. 15 φθέγγεται F, post φθέγξεται add. γὰρ Α 16 παρελήφθην FGHP: παρειλήφειν ceteri δὲ C, δ’ om. Α 17 ἔστι AF μόχθος ἢ πόνος transp. C 18 περιφανῶς] προφανῶς Α, φανερῶς H (v) 19 τοσαύτας om. Α ἀναγαγών FGHP: ἀπαγαγών ceteri 20 τῶν om. BEMAKZ 21 ὁρῶ codd.: ὁρῶ δὲ v) [*](13—16 DC fol. 121v DR fol. 119r Φίλωνος ἐκ τοῦ περὶ Μωυσέως βίου: οὐχ ὡς ὁ θεὸς διαψευσθῆναι· οὐδὲ ὡς υἱὸς ἀνθρώπου μετανοεῖ· ἅπαξ εἰπὼν ἐμμενεῖ (ἐμμενεῖ D φθέγξεται τό παράπαν οὐδέν, ὃ μὴ τελειωθήσεται βεβαίως, ἐπεί (ἐπειδὴ DR) ὁ λόγος ἐστὶν αὐτω.)

v.4.p.188
εὐωχηθήσεται θήρας καὶ ποτῷ χρήσεται τραυματιῶν αἵματι καὶ κορεσθεὶς οὐ τρέψεται πρὸς ὕπνον, ἀλλ’ ἐγρηγορὼς τὸν ἐπινίκιον ᾄσεται ὕμνον.“

Χαλεπῶς δ’ ἐνεγκὼν ἐπὶ τῷ παρ’ ἐλπίδας αὐτῷ τὰ τῆς μαντικῆς ἀπαντᾶσθαι „ἄνθρωπε“ εἶπε, „μήτε ἀρὰς τίθεσο μήτ’ εὐχὰς ποιοῦ· βελτίων γὰρ τῶν μὴ καθ’ ἡδονὴν λόγων ἡ ἀκίνδυνος ἡσυχία.“ καὶ ταῦτ’ εἰπὼν ὥσπερ ἐκλαθόμενος ὧν εἶπε διὰ τὸ τῆς γνώμης ἀβέβαιον εἰς ἄλλον τόπον ἀπῆγε τὸν μάντιν, ἀφ’ οὗ δείξας μέρος τι τῆς Ἑβραϊκῆς στρατιᾶς καταρᾶσθαι παρεκάλει.

ὁ δ’ ἅτε χείρων ἐκείνου, καίτοι πρὸς τὰς ἐπιφερομένας κατηγορίας ἀπολογίᾳ μιᾷ χρώμενος ἀληθεῖ, ὡς οὐδὲν ἴδιον λέγοι, κατεχόμενος δὲ καὶ ἐνθουσιῶν διερμηνεύοι τὰ ἑτέρου, δέον μηκέτ’ ἐπακολουθεῖν ἀλλ’ οἴκαδε ἀπαίρειν, ἑτοιμότερον τοῦ παραπέμποντος προεξέτρεχεν, ἅμα μὲν οἰήσει, κακῷ μεγάλῳ, πεπιεσμένος, ἅμα δὲ καὶ τῇ διανοίᾳ καταρᾶσθαι γλιχόμενος, εἰ καὶ τῇ φωνῇ διεκωλύετο.

παραγενόμενος δ’ εἰς ὄρος μεῖζον τῶν προτέρων ἄχρι πολλοῦ κατατεῖνον κελεύει μὲν τὴν αὐτὴν ἐπιτελεῖν θυσίαν βωμοὺς πάλιν ἑπτὰ κατασκευάσαντας καὶ ἱερεῖα τεσσαρεσκαίδεκα προσαγαγόντας ἑκάστῳ βωμῷ δύο, μόσχον τε καὶ κριόν. αὐτὸς δὲ οὐκέτι κατὰ τὸ εἰκὸς ἐπὶ κληδόνας καὶ οἰωνοὺς ἵετο πολλὰ τὴν αὑτοῦ τέχνην κακίσας ὡς χρόνῳ καθάπερ γραφὴν ἐξίτηλον γενομένην καὶ τοὺς εὐθυβόλους στοχασμοὺς ἐξαμαυρωθεῖσαν· ἄλλως δὲ καὶ μόλις ἐνενόησεν, ὅτι οὐ συνᾴδει τῷ τοῦ [*](1 εὐωχηθήσεται AF2GHP: εὐωχήσεται ceteri θῆρας Η, θήραις Α 2 ἀλλ’— ὕμνον om. M ἐγρηγόρως BEVAFK 3 δὲ C, 4 μαντείας Z ἀπατᾶσθαι G μήτ’ Α 5 ἀκίνδυνος] ἀνήδονος coni. Markland 6 ὥσπερ—εἶπεν post ἀβέβαιον transp. F 8 ὅδ’ KZ. ὁ δ’ om. CBEMA, ὁ δὲ ἄτε χείρων V2 in ras., om. O ἅτε] ἄτε F, ἄτερ CBEMA χείρων FK: χείρων V2 χειλέων Α, χειρῶν ceteri 9 μιᾷ om. FGHP (Turn.) χρώμενος μιᾷ Mang. χρωμένου V2 10 λέγει AVOGZ δὲ om. H1P διερμηνεύει MA 11 ἑτέρων V post δέον add. οὖν V2O μηκέτ’ ἐπακολουθεῖν GHP. μηκέτι ἐπακολουθεῖν VOFK2: μὴ κατεπακολουθεῖν ceteri οἴκαδ’ ἐπαίρειν F 12 διεξέτρεχεν Α κακῶν μεγάλων VOGHP 13 καταρᾶσθαι FGHP: καταράσασθαι ceteri γλιχόμενος om. Α εἰ καὶ FGHP: κὰν ceteri 14 δὲ AF 15 ἐκτελεῖν Α 16 τεσσαρεσκαίδεκα FGHP: τεσσαρισκαίδεκα τέσσαρα καὶ δέκα ceteri προσάγοντας VOG 17 δύο CFGHP: om. ceteri δ’ Α εἰκὸς] εἰωθὸς coni. Mang. (cf. LXX) 18 ἵετο AFHPKZ: ἵετο ceteri αὑτοῦ Α: αὐτὴν KHP, om. G, αὐτοῦ ceteri ὡς FGHP: om. ceteri 19 τοῖς εὐθυβόλοις στοχασμοῖς CVOK2 στοχασμοὺς] πειρασμοὺς A 20 ἀμαυρωθεῖσαν BEMAKZ δὲ] τε conicio; ἄλλως τε, εἰ καὶ μόλις coni. Mang. 5 DP fol. 358r DM fol. 269r Φίλωνος ἐκ τοῦ περὶ Μώσεως βίου DH fol. 33r DR fol. 36v et 272r Φίλωνος lo. Georgides p. 14 Boiss.: βελτίων (βέλτιον DM DR2 τῶν τοῦ DM) μὴ καθ’ ἡδονὴν λόγων (λόγου DM) ἡ ἀκίνδυνος 17 sqq. Num. cap. 24)

v.4.p.189
θεοῦ βουλήματι ἡ τοῦ μισθωσαμένου προαίρεσις αὐτὸν βασιλέως.

τραπόμενος οὖν κατὰ τὴν ἐρήμην ὁρᾷ κατὰ φυλὰς ἐστρατοπεδευκότας Ἑβραίους καὶ τό τε πλῆθος καὶ τὴν τάξιν ὡς πόλεως ἀλλ’ οὐ στρατοπέδου καταπλαγεὶς ἔνθους γενόμενος ἀναφθέγγεται τάδε·

„φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ὅστις καθ’ ὕπνον ἐναργῆ φαντασίαν εἶδε θεοῦ τοῖς τῆς ψυχῆς ἀκοιμήτοις ὄμμασιν. ὡς καλοί σου οἱ οἶκοι, στρατιὰ Ἑβραίων, αἱ σκηναί σου ὡς νάπαι σκιάζουσαι, ὡς παράδεισος ἐπὶ ποταμοῦ, ὡς κέδρος παρ’ ὕδατα.

ἐξελεύσεταί ποτε ἄνθρωπος ἐξ ὑμῶν καὶ ἐπικρατήσει πολλῶν ἐθνῶν καὶ ἐπιβαίνουσα ἡ τοῦδε βασιλεία καθ’ ἑκάστην ἡμέραν πρὸς ὕψος ἀρθήσεται. ὁ λαὸς οὗτος ἡγεμόνι τῆς ἀπ’ Αἰγύπτου πάσης ὁδοῦ κέχρηται θεῷ καθ’ ἓν κέρας ἄγοντι τὴν πληθύν.

τοιγαροῦν ἔδεται ἔθνη πολλὰ ἐχθρῶν καὶ ὅσον ἐν αὐτοῖς πῖον ἄχρι μυελοῦ λήψεται καὶ ταῖς ἑκηβολίαις ἀπολεῖ τοὺς δυσμενεῖς. ἀναπαύσεται κατακλινεὶς ὡς λέων ἢ σκύμνος λέοντος, μάλα καταφρονητικῶς δεδιὼς οὐδένα, φόβον τοῖς ἄλλοις ἐνειργασμένος· ἄθλιος ὃς ἂν αὐτὸν παρακινήσας ἐγείρῃ. οἱ μὲν εὐλογοῦντές σε εὐφημίας ἄξιοι, κατάρας δ’ οἱ καταρώμενοι.“

Σφόδρα δ’ ἐπὶ τούτοις ἀγανακτήσας ὁ βασιλεὺς „ἐπ’ ἀραῖς“ εἶπεν „ἐχθρῶν μετακληθεὶς εὐχὰς ἤδη τρεῖς τὰς ὑπὲρ ἐκείνων πεποίησαι· φεῦγε δὴ θᾶττον—ὀξὺ πάθος ἐστὶ θυμός —, μή τι καὶ νεώτερον ἐργάσασθαι βιασθῶ.

πόσον πλῆθος χρημάτων, ἀνοητότατε, καὶ δωρεῶν, πόσην δ’ εὐφημίαν καὶ δόξαν ἀφῄρησαι σεαυτὸν φρενοβλαβὴς ὤν· ἐπανελεύσῃ φέρων ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἀγαθὸν μὲν οὐδέν, [*](2 ἔρημον Κ1Ζ 3 ἀλλ’ οὐ] ἄλλου BEMVO; ὡς πάνυ πολλοῦ mg. M 3.4 καταπλαγῆς C 4 ἀναφθέγγεται· τάδε φησὶν MA (v) 5 ἀληθινὸς VOF 7 σκηναί] σκιαί BEMAPZ pr. ὡς] ὡσεὶ Α συσκιάζουσι FHP (v) 8 ὕδατος KZ ἐπικρατήση Α 10 πρὸς] εἰς G πρὸς ὕψος om. Α ἀπ’ om. BEMKZ 11 ὁδοῦ om. Κ1, ss. Κ2 12 πολλῶν A ἄχρι FGHP: μέχρι ceteri λήψεται] λάψεται coni. Mang. 13 κατακλινεὶς CBEMGP: κατακλινθεὶς F, κατακλιθεὶς AVOHKZ 15 post ἄθλιος add. δ’ FGHP (v) ἐγείροι Α 16 εὐφημίας] εὐλογίας KZ δὲ F 17 δὲ C ἲς 18 τρεῖς Z, τρὶς BEMK (prob. Mang.) 19 ἐστίν ὁ θυμός F, θυμός ἐστι transp. Z μή τι καὶ FGHP: μὴ καί τι CMAVOK1Z μηκέτι EK2, μὴ καί τι corr. ex μηκέτι Β 20 post ἐργάσασθαι add. τι Barb. βιάσασθαι ἐργάσωμαι Α; βιασθεὶς ἐργάσωμαι coni. Maug. ἀνοητότατε ante χρημάτων transp. F, post δωρεῶν transp. CVO Barb. 21 πόσην] πάσην G δὲ CVO, δ’ om. Barb. σαυτὸν FGHP Barb. 22 ἐπανελεύσει Κ εἰς] ἐπὶ HP (v) οἰκείαν] οἰκίαν CV1GHZ (Turn.)) [*](17—190,5 Catena Barber. IV 56 fol. 147r τοῦ Φίλωνος: ἀγανακτήσας βασιλεὺς ἐπ’ ἀραῖς εἶπεν—φυλάξεται τὸν ἀντίπαλον.)

v.4.p.190
ὀνείδη δὲ καὶ πολλὴν ὡς ἔοικεν αἰσχύνην, οὕτως σοι τῶν κατὰ τὴν ἐπιστήμην, ἐφ’ οἷς πρότερον ἐσεμνύνου, γελασθέντων.“

ὁ δὲ „τὰ μὲν πρότερα“ εἶπε „πάντ’ ἐστὶ λόγια καὶ χρησμοί, τὰ δὲ μέλλοντα λέγεσθαι γνώμης τῆς ἐμῆς εἰκασίαι.“ καὶ τῆς δεξιᾶς λαβόμενος μόνος μόνῳ συνεβούλευε, δι’ ὧν, ὡς ἂν οἷόν τε ᾖ, φυλάξεται τὸν ἀντίπαλον στρατόν, ἀσέβημα κατηγορῶν αὑτοῦ μέγιστον· τί γάρ, εἴποι τις ἄν, ἰδιάζεις καὶ συμβουλεύεις τὰ ἐναντία τοῖς χρησμοῖς ὑποτιθέμενος, εἰ μὴ ἄρα τῶν λογίων

αἱ σαὶ βουλαὶ δυνατώτεραι; φέρε δ’ οὖν καὶ τὰς καλὰς αὐτοῦ παραινέσεις ἐξετάσωμεν, ὡς τετεχνιτευμέναι πρὸς ὁμολογουμένην ἧτταν τῶν ἀεὶ νικᾶν δυναμένων. εἰδὼς γὰρ Ἑβραίοις μίαν ὁδὸν ἁλώσεως παρανομίαν, διὰ λαγνείας καὶ ἀκολασίας, μεγάλου κακοῦ, πρὸς μεῖζον κακόν, ἀσέβειαν, ἄγειν αὐτοὺς ἐσπούδασεν ἡδονὴν δέλεαρ προθείς.

„εἰσὶ“ γὰρ εἶπεν „αἱ ἐγχώριοι γυναῖκες, ὦ βασιλεῦ, διαφέρουσαι τὴν ὄψιν ἑτέρων· ἀνὴρ δ’ οὐδενὶ μᾶλλον εὐάλωτος ἢ γυναικὸς εὐμορφίᾳ. ταῖς οὖν περικαλλεστάταις ἐὰν ἐπιτρέψῃς μισθαρνεῖν καὶ δημοσιεύειν, ἀγκιστρεύσονται τὴν νεότητα τῶν ἀντιπάλων.

ὑφηγητέον δὲ αὐταῖς, μὴ εὐθὺς ἐμπαρέχεσθαι τοῖς ἐθέλουσι τὴν ὥραν· ὁ γὰρ ἀκκισμὸς ὑποκνίζων τὰς ὁρμὰς ἐπεγείρει μᾶλλον καὶ τοὺς ἔρωτας ἀναφλέγει· τραχηλιζόμενοι δὲ ταῖς ἐπιθυμίαις πάνθ’ ὑπομενοῦσι δρᾶν τε καὶ πάσχειν.

πρὸς δὲ τὸν οὕτω διακείμενον ἐραστὴν λεγέτω φρυαττομένη τις τῶν ἐπὶ τὴν θήραν ἀλειφομένων· „„οὐ θέμις ὁμιλίας σοι τῆς ἐμῆς ἀπολαῦσαι, πρὶν ἂν [*](1 ὀνείδη δὲ καὶ αἰσχύνην ὡς ἔοικεν transp. Α, ὡς ἔοικε δὲ αἰσχύνην καὶ ὀνείδη transp. VO πολλὴν FGHP Barb.: om ceteri οὕτω VOMG Barb. 2 καταγελασθέντων VO ;5 εἶπε πάντα F, πάντα εἶπεν transp. HP (v) 5 φυλάξεται V2OK2FHP Barb.: φυλάξηται CV1G φυλάξαιτο BEMAK1Z (Mang.): φυλάξασθαι Turn. πρατόν] στρατηγὸν VO 5. 6 ἀσέβημα . . . μέγιστον FGHP: ἀσέβειαν . . . μεγίστην ceteri 6 αὑτοῦ V2O αὐτοῦ ceteri ἰδιάζης VO 6. 7 συμβουλεύῃς VO, συμβουλεύειν P, συμβασιλεύεις F 7 τἀναντία AVO 8 φέρε δ’ οὖν FGHP: φέρε οὖν CVO, φέρ’ οὖν BEMAKZ 9 τετεχνητευμέναι AFHP, τεχνιτευμέναι KZ 10 ἑβραῖος F 12 ἐσπούδαζεν BEMAKZ (Mang.) προσθείς CM. προτιθείς Α (Mang.) 13 αἱ om. F ἐγχώριαι MKZ 15 ἐπιστρέψῃς (sed σ eras.) C, ἐπιτρέψεις G δημοσιεύειν τὸ κάλλος coni. Mang. 16 ἀφηγητέον HP δ’ CVO 17 τὴν ὥραν om. F ἀκκισμὸς C2F: ἀστισμὸς C1VO, ἀστεισμὸς ceteri 18 ἐπεγερεῖ GH2P2 (v) ἀναφλέξει FGHP (v), ἀναφλέγει om. in fine paginae Κ 19 ὑπομένουσι C 20 φρυαττωμένη G, φραττομένη P τὴν FGHP: om ceteri 21 ὁμιλίας FGHP: τῆς ὁμιλίας ceteri σοι τῆς ὁμιλίας transp. BMKZ ἄν om. F) [*](2 sqq. cf. Ioseph Ant. lud. IV § 126 sqq.)

v.4.p.191
ἐκδιαιτηθῇς μὲν τὰ πάτρια, μεταβαλὼν δὲ τιμήσῃς ἅπερ ἐγώ. πίστις δέ μοι τῆς βεβαίου μεταβολῆς γένοιτ’ ἂν ἀρίδηλος, ἢν ἐθελήσῃς μετασχεῖν τῶν αὐτῶν σπονδῶν τε καὶ θυσιῶν, ἃς ἀγάλμασι καὶ ξοάνοις καὶ τοῖς λοιποῖς ἀφιδρύμασιν ἐπιτελοῦμεν.““

ὁ δ’ ἅτε σαγηνευθεὶς πάγαις πολυειδέσι, κάλλει καὶ στωμυλίας χειραγωγίαις, οὐδὲν ἀντειπών, ἐξηγκωνισμένος τὸν λογισμόν, ἄθλιος ὑπηρετήσει τοῖς προσταττομένοις, ἀναγραφεὶς τοῦ πάθους δοῦλος.“

Ὁ μὲν δὴ τοιαῦτα συνεβούλευεν. ὁ δ’ οὐκ ἀπὸ σκοποῦ νομίσας εἶναι τὰ λεχθέντα, τὸν κατὰ μοιχῶν νόμον παρακαλυψάμενος καὶ τοὺς ἐπὶ φθορᾷ καὶ πορνείᾳ κειμένους ἀνελών, ὡς εἰ μηδὲ τὴν ἀρχὴν ἐγράφησαν, ἀνέδην ἐπιτρέπει ταῖς γυναιξὶ τὰς ὁμιλίας πρὸς οὓς ἂν ἐθέλωσι ποιεῖσθαι.