De Vita Mosis (Lib. I-II)

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

σαφὴς δὲ πίστις· δευτέρας οὐκ ἐδέησε μάχης, ἀλλ’ ἡ πρώτη καὶ μόνη ἐγένετο, καθ’ ἣν πᾶσα ἡ ἀντίπαλος ἐκλίθη δύναμις καὶ ἀνατραπεῖσα ἡβηδὸν αὐτίκα ἠφανίσθη.

αἱ δὲ πόλεις ὑπὸ τὸν αὐτὸν χρόνον κεναί τε καὶ πλήρεις ἐγεγένηντο, κεναὶ μὲν τῶν ἀρχαίων οἰκητόρων, πλήρεις δὲ τῶν κεκρατηκότων· τὸν αὐτὸν μέντοι τρόπον καὶ αἱ κατ’ ἀγροὺς ἐπαύλεις ἐρημωθεῖσαι τῶν ἐν αὐταῖς ἀντέλαβον ἄνδρας βελτίους τὰ πάντα.

Οὗτος ὁ πόλεμος ἅπασι μὲν τοῖς Ἀσιανοῖς ἔθνεσι φοβερὸν δέος ἐνειργάσατο, διαφερόντως δὲ τοῖς ὁμόροις, ὅσῳ καὶ τὰ δεινὰ ἐγγυτέρω προσεδοκᾶτο. εἷς δὲ δὴ ἐκ τῶν ἀστυγειτόνων βασιλέων ὄνομα [*](1 ἀμμοραίων VO 2 πρέσβυς G ἐξέπεμψε CF πρὸς τὸν βασιλέα om. VO δ’ AFGHP: δὲ ceteri ὁ τῆς χώρας βασιλεὺς ante ὠνομάζετο add. V2O 3 τοὺς συγγενῆ (sic) Κ ὅδ’ KZ 4 μικρὸν M 4.5 πρεσβυτικὸς AZ 5 πάντα FGHP: om. ceteri 6 ἐφόρμα E, ἐφορμᾶ FHP, ἐφορμᾶν G 7 ἀνασχήτους G ἔγνω om. 8 τῶ ὄντι πολέμων ἀηττήτους CVOFGHP: πολέμων ἀηττήτους τῶ ὄντι BEMAKZ S. 9 ἠνδραγαθήσαντο FGH 10 δι’ ὧν] διὸ Α (v) 11 εἷλον] καθεῖλον coni. Mang. pr. τῶν codd.: om. v ἄθλων] ἄλλων Z 13 ἀντεφώρμισαν F 14 τοῦ δικαίου: cf. 154,7 εὐτολμώτεροι AZ 15 πίστις codd,: ἡ πίστις v ἐδέησαν Α 16 ἀλλὰ F ἡ] ἡ HEMKZ 18 ἐγεγένηντο] ἐγένοντο A (v) 19 πλήρης G μέν τι G 20 κατὰ F 22 μὲν om. BEMAKZ 23 ἀνειργάσατο G δὲ] δὴ F ὅσον Z 24 προσδοκᾶτο (sic) M ἐκ FGHP: καὶ CVOK2, om. BEMAK1Z ὄνομα FGHP: ὀνόματι ceteri (v)) [*](1 sqq. Num. 21,21 sqq. 24 sqq. Num. cap. 22)

v.4.p.183
Βαλάκης, μεγάλην καὶ πολυάνθρωπον τῆς ἑῴας μοῖραν ὑπηγμένος, πρὶν εἰς χεῖρας ἐλθεῖν ἀπειπών, ἄντικρυς μὲν ὑπαντᾶν οὐκ ἐδοκίμαζε τὸν ἐκπορθήσεως δι’ ὅπλων ἐλεύθερον πόλεμον διαδιδράσκων, ἐπ’ οἰωνοὺς δὲ καὶ μαντείας ἐτράπετο νομίζων ἀραῖς τισι δυνήσεσθαι τὴν ἄμαχον ῥώμην τῶν Ἑβραίων καθελεῖν.

ἀνὴρ δ’ ἦν κατ’ ἐκεῖνον τὸν χρόνον ἐπὶ μαντείᾳ περιβόητος Μεσοποταμίαν οἰκῶν, ὃς ἅπαντα μὲν ἐμεμύητο τὰ μαντικῆς εἴδη, οἰωνοσκοπίαν δ’ ἐν τοῖς μάλιστα συγκεκροτηκὼς ἐθαυμάζετο, πολλοῖς καὶ πολλάκις ἐπιδειξάμενος ἄπιστα καὶ μεγάλα.

προεῖπε γὰρ τοῖς μὲν ἐπομβρίας θέρους ἀκμάζοντος, τοῖς δ’ αὐχμόν τε καὶ φλογμὸν ἐν μέσῳ χειμῶνι, τοῖς δ’ ἐξ εὐετηρίας ἀφορίαν καὶ ἔμπαλιν ἐκ λιμοῦ φοράν, ἐνίοις δὲ πλημμύρας ποταμῶν καὶ κενώσεις καὶ θεραπείας λοιμικῶν νοσημάτων καὶ ἄλλων μυρίων, ὧν ἕκαστον ὁ προθεσπίζειν δοκῶν ὀνομαστότατος ἦν ἐπὶ μέγα εὐκλείας προερχόμενος διὰ τὴν ἐπιβαίνουσιν ἀεὶ καὶ φθάνουσαν πανταχόσε φήμην.

ἐπὶ τοῦτον ἐξέπεμπε τῶν ἑταίρων τινὰς παρακαλῶν ἥκειν καὶ δωρεὰς τὰς μὲν ἤδη παρεῖχε, τὰς δὲ δώσειν ὡμολόγει τὴν χρείαν ἧς ἕνεκα μεταπέμποιτο δηλῶν· ὁ δ’ οὐκ ἀπὸ φρονήματος εὐγενοῦς καὶ βεβαίου, ἀλλὰ τὸ πλέον ἀστεϊζόμενος ὡς δὴ τῶν ἐλλογίμων προφητῶν γεγονὼς καὶ μηδὲν ἄνευ χρησμῶν εἰωθὼς πράττειν τὸ παράπαν, ὑπανεδύετο λέγων οὐκ ἐπιτρέπειν αὐτῷ βαδίζειν τὸ θεῖον.

καὶ οἱ μὲν ἥκοντες ἐπανῄεσαν ἄπρακτοι πρὸς τὸν βασιλέα, ἕτεροι δ’ εὐθὺς ἐπὶ τὴν αὐτὴν χρείαν ἐχειροτονοῦντο τῶν δοκιμωτέρων, πλείω μὲν ἐπιφερόμενοι χρήματα, περιττοτέρας δὲ δωρεὰς ὑπισχνούμενοι.

δελεασθεὶς δὲ καὶ τοῖς ἤδη προτεινομένοις καὶ ταῖς μελλούσαις ἐλπίσι καὶ τὸ ἀξίωμα τῶν παρακαλούντων καταιδεσθεὶς [*](1 ἑώου CP μοῖραν] μέρραν (sic) Z ὑπηργμένος Ο 2 ἄντικρύς 1 ἀπαντᾶν AF ἐδοκίμασε HP (v) 3 διαδιδράσκων FGHP: ἀποδιδράσκων ceteri 4 ἐτράπετο FGHP: ἐτρέπετο ceteri ἀραῖς] ἀρεῖν (sic) Κ δυνηθήσεσθαι G 5 ῥώμην] πόλιν G 6 μαντία G μὲν om. 7 οἰωνοσκοπείαν Α, οἰωνοσκοπεῖν FGHP δὲ V 8 pr. καὶ FGHP: om ceteri 9 δὲ AVO ἀχμὸν G 10 χειμῶνος HP ἐξ om. M 11 ἐκ λιμοῦ FGHP: ἐκ om. ceteri (v) φθοράν C, ἀφθονίαν F2 πλημύρας G 12 ὁ οm. KZ, eras. V 13 δοκῶν] μαθὼν CKZ, μαθὼν δοκῶν BEMAV1 (μαθὼν eras. V2) ὄνομα πιστότατος Α εὐκλείας FGHP: τῆς εὐκλείας ceteri (v) 14 καὶ φθανοῦσαν FGHP: om. ceteri 16 εἵνεκα BV 17 δὲ F 17. 18 τὸ πλέον ἀστεϊζόμενος] τὸ θεῖον προφασιζόμενος coni. Mang. 18 ἀστιζόμενος CVO τῶν CFHP: om. ceteri; τις Mang. 20 αὐτῷ] αὐτὸ G 21 τὸν βασιλέα KZ: τὸν om. ceteri δὲ F εὐθὺς] αὖθις HP αὐτὴν FGHP: om ceteri 22 περισσοτέρας F 23 προτεινομένης M)

v.4.p.184
ἐνεδίδου, πάλιν προφασιζόμενος τὸ θεῖον οὐκ ἐφ’ ὑγιεῖ· τῇ γοῦν ὑστεραίᾳ παρεσκευάζετο τὴν ἔξοδον ὀνείρατα διηγούμενος, ὑφ’ ὧν ἔλεγε πληχθεὶς ἐναργέσι φαντασίαις ἀναγκάζεσθαι μηκέτι μένειν, ἀλλὰ τοῖς

πρέσβεσιν ἀκολουθεῖν. ἤδη δὲ αὐτῷ προερχομένῳ γίνεται κατὰ τὴν ὁδὸν σημεῖον ἀρίδηλον περὶ τοῦ τὴν χρείαν ἐφ’ ἣν συνέτεινεν εἶναι παλίμφημον· τὸ γὰρ ὑποζύγιον, ᾧ συνέβαινεν αὐτὸν ἐποχεῖσθαι, προερχόμενον ἐπ’ εὐθείας ἐξαπιναίως ἵσταται τὸ πρῶτον·

εἶθ’, ὥσπερ ἐξ ἐναντίας βίᾳ τινὸς ἀνωθοῦντος ἢ ἀναχαιτίζοντος, ὑπὸ πόδας ἐχώρει καὶ πάλιν ἐπὶ δεξιὰ καὶ εὐώνυμα ἐπιφερόμενον καὶ ὧδε κἀκεῖσε πλαζόμενον οὐκ ἠρέμει, καθάπερ ἐν οἴνῳ καὶ μέθῃ καρηβαροῦν, καὶ πολλάκις τυπτόμενον ἠλόγει τῶν πληγῶν, ὥστε καὶ τὸν ἐποχούμενον μικροῦ καταβαλεῖν καὶ καθεζόμενον ὅμως ἀντιλυπῆσαι.

τῶν γὰρ παρ’ ἑκάτερα χωρίων ἦσαν αἱμασιαὶ καὶ φραγμοὶ πλησίον· ὁπότ’ οὖν τούτοις προσηράχθη φερόμενον, γόνυ καὶ κνήμας καὶ πόδας ὁ δεσπότης θλιβόμενος καὶ πιεζόμενος ἀπεδρύπτετο.

ἦν δ’, ὡς ἔοικε, θεία τις ὄψις, ἣν τὸ μὲν ζῷον ἐπιφοιτῶσαν ἐκ πολλοῦ θεασάμενον ὑπέπτηξεν, ὁ δ’ ἄνθρωπος οὐκ εἶδεν, εἰς ἔλεγχον ἀναισθησίας· ὑπὸ γὰρ ἀλόγου ζῴου παρευημερεῖτο τὰς ὄψεις ὁ μὴ μόνον τὸν κόσμον ἀλλὰ καὶ τὸν κοσμοποιὸν αὐχῶν ὁρᾶν.

μόλις γοῦν τὸν ἀνθεστηκότα ἰδὼν ἄγγελον, οὐκ ἐπειδὴ τοιαύτης θέας ἦν ἄξιος, ἀλλ’ ἵνα τὴν ἀτιμίαν καὶ οὐδένειαν ἑαυτοῦ καταλάβῃ, πρὸς ἱκεσίας καὶ λιτὰς ἐτράπετο συγγνῶναι δεόμενος ὑπ’ ἀγνοίας ἀλλ’ οὐ καθ’ ἑκούσιον γνώμην ἁμαρτόντι.

τότε μὲν οὖν ὑποστρέφειν δέον, ἐπυνθάνετο τῆς φανείσης ὄψεως, εἰ ἀνακάμπτοι πάλιν τὴν ἐπ’ οἴκου· ἡ δὲ συνιδοῦσα τὴν εἰρωνείαν καὶ σχετλιάσασα—τί [*](1 ἐφ’ ὑγιεῖ] ἐκφυγεῖν VO 3 πληχθεῖσιν Α ἀναγκάζεσθαι οm. P μηκέτι] οὐκ ἔτι P μένειν] μέλλειν coni. Mang. 4 ἐπιγίνεται KZ 4. 5 κατὰ τὴν ὁδὸν οm. Α 5 περὶ eras. V2, om. O 7 ἵστατο V2O 8 ἀντωθοῦντος AZ (v) ἐχώρει] ἐκχωρεῖ HP 9 φερόμενον vel περιφερόμενον conicio 10 ἐν οἴνω FGHP: ἐν οm. ceteri καὶ μέθῃ om. P καρϋβαροῦν PZ πολλάκι C 11 ἠλόγει—ἐποχούμενον om. M τῶν om. VOFGBP 12 ἀντιλυπῆσαι] ἦν τι λυπῆσαι BEMA, λυπεῖν V2O, ἀντιπειν λυπῆσαι Κ γὰρ add. Mang.; post. ἑκάτερα add. γὰρ V2 παρὰ Α χωρίον G 13 προσηρράχθη AVOGKZ (v) 14 καὶ πόδας GHP: om ceteri πιεζόμενος καὶ θλιβόμενος transp. AFHP 15 δὲ AVO μὲν τὸ transp. Z φοιτῶσαν Α 16 ὑπέστηξεν P οἶδεν G 18 γοῦν] οὖν BEMAK1Z (v) ἰδὼν] ὁρᾶν G 19 ἢν θέας transp. A (v) ἀτιμίαν] αἰτίαν F οὐδενίαν C, οὐθένειαν BMPKZ ἑαυτοῦ] αὐτοῦ BEMAKZ 20 ἱκεσίαν Α ὑπ’] οὐκ G 21 ἑκούσιον FGHPZ: ἑκουσίαν ceteri ἁμαρτῶντι Z οὑν om. KZ 21. 22 ὑποστρέφειν FGHP: ἐπιστρέφειν ceteri 22 ἀνακάμπτει GZ πάλιν FGHPZ: om. ceteri 23 τὴν om. FGHP ἐπ’ οἴκου CVOFHP: ἐπ’ οἶκον ceteri συνειδυῖα V2K2)

v.4.p.185
γὰρ ἔδει πυνθάνεσθαι περὶ πράγματος οὕτως ἐμφανοῦς, ὃ τὰς ἀποδείξεις εἶχεν ἐξ ἑαυτοῦ μὴ δεόμενον τῆς ἐκ λόγων πίστεως, εἰ μὴ ἄρα ὀφθαλμῶν ὦτα ἀληθέστερα καὶ πραγμάτων ῥήματα; — „βάδιζε“ εἶπεν „ἐφ’ ἣν σπεύδεις ὁδόν· ὀνήσεις γὰρ οὐδέν, ἐμοῦ τὰ λεκτέα ὑπηχοῦντος ἄνευ τῆς σῆς διανοίας καὶ τὰ φωνῆς ὄργανα τρέποντος, ᾗ δίκαιον καὶ συμφέρον· ἡνιοχήσω γὰρ ἐγὼ τὸν λόγον θεσπίζων ἕκαστα διὰ τῆς σῆς γλώττης οὐ συνιέντος.“

ἀκούσας δ’ ὁ βασιλεὺς ἐγγὺς ἤδη γεγονότα μετὰ τῶν δορυφόρων ὑπαντησόμενος ἐξῄει, καὶ ἐντυχόντων, οἷα εἰκός, τὸ μὲν πρῶτον ἦσαν φιλοφροσύναι καὶ δεξιώσεις, εἶτα βραχεῖα κατάμεμψις περὶ τῆς βραδυτῆτος καὶ τοῦ μὴ ἑτοιμότερον ἥκειν· μετὰ δὲ ταῦτ’ εὐωχίαι ἦσαν καὶ πολυτελεῖς ἑστιάσεις καὶ ὅσα ἄλλα πρὸς ὑποδοχὴν ξένων ἔθος εὐτρεπίζεσθαι, φιλοτιμίαις βασιλικαῖς πάντα πρὸς τὸ μεγαλειότερον ἐπιδιδόντα καὶ σεμνότερον ὄγκον.

τῇ δ’ ὑστεραίᾳ ἅμα τῇ ἕῳ τὸν μάντιν ὁ Βαλάκης παραλαβὼν ἐπὶ γεώλοφον ἀνήγαγεν, ἔνθα καὶ στήλην συνέβαινεν ἱδρῦσθαι δαιμονίου τινός, ἣν οἱ ἐγχώριοι προσεκύνουν· μέρος δ’ ἐνθένδε καθεωρᾶτο τῆς τῶν Ἑβραίων στρατοπεδείας, ὃ καθάπερ ἀπὸ σκοπιᾶς ἐπεδείκνυτο τῷ μάγῳ.

ὁ δὲ θεασάμενός φησι· „σὺ μέν, ὦ βασιλεῦ, βωμοὺς ἑπτὰ δειμάμενος μόσχον ἐφ’ ἑκάστου καὶ κριὸν ἱέρευσον· ἐγὼ δ’ ἐκτραπόμενος πεύσομαι τοῦ θεοῦ, τί λεκτέον.“ ἔξω δὲ προελθὼν ἔνθους αὐτίκα γίνεται, προφητικοῦ πνεύματος ἐπιφοιτήσαντος, ὃ πᾶσαν αὐτοῦ τὴν ἔντεχνον μαντικὴν ὑπερόριον τῆς [*](1. 2 ἐμφανοῦς ὃ τὰς ἀποδείξεις εἶχεν FGHP: ἐμφανῶς ἀποδείξεις ἔχοντος VO, ἐμφανεῖς ἀποδείξεις ἔχοντος C, ἀποδείξεις ἐμφανεῖς ἔχοντος BEMKZ, ἀποδείξεις ἔχοντος (om. ἐμφανεῖς) Α 2 μὴ δεόμενον FGHP: καὶ μὴ δεομένου ceteri λόγου BM ἀληθεστέρας ante πίστεως add. A (v), om. ceteri 3 ἀληθέστερα] πιστότερα Α (v) βαδίζετε HP 4 τὰ] τε C (v) ἐκλεκτέα BEMA ἄνευ—τρέποντος (5) om. Α 7 γλώσσης C 8 τῶν om. BMK1Z ὑπαντησάμενος Κ ἐντυχόντας F: συντυχόντων coni. Mang. 9 κατάπεμψις G 10 μετὰ δὲ] καὶ μετὰ BEMAKZ ταῦτα VO 11 ἤσαν om. FH (fort. recte) ξένων FGHP: om. ceteri 12 εὐτρεπίζεσθαι ἔθος transp. G φιλοφροσύναις P 13 ἐπιδόντα Α ἅμα τῇ ἕῳ om. P 14 βάλακος CBEMA γεωλόφου FGHP ἀνήγαγεν FGHP: ἀνήνεγκεν KZ, ἠνάγκασεν ceteri ἔνθα καὶ στήλην συνέβαινεν FGHPKZ: om. ceteri (add. man. rec. mg. V) 15 ἱδρῦσθαι FGHPK: ἱδρύσασθαι ceteri βωμὸν ante δαιμονίου add. CV2O, post τινὸς add. ΒΕMΑ δαίμονος C ἢν] ὃ BM, ὃν AE 16 καθεωρᾶτο om. M στρατοπεδίας AV1 17 σκοπιᾶς v (cf. 39,10): σκοπῆς Α, σκοπιῆς ceteri ἐδείκνυτο V, ἐπεδείκνυ Α 18 post βασιλεῦ repet. φησι Κ ἑπτὰ βωμοὺς transp. M, δειμάμενος ἑπτὰ transp. A 19 ἱέρευον G δὲ F τί FGHP: τὸ ceteri 20 προσελθὼν Z 21 μαντικὴν] μαγικὴν BEMAKZ post μαντικὴν add. σοφιστείᾳ v (cf. 186,1)) [*](17 sqq. Num. cap. 23)

v.4.p.186
ψυχῆς ἤλασε· θέμις γὰρ οὐκ ἦν ἱερωτάτῃ κατοκωχῇ συνδιαιτᾶσθαι μαγικὴν σοφιστείαν. εἶθ’ ὑποστρέψας καὶ τάς τε θυσίας ἰδὼν καὶ τοὺς βωμοὺς φλέγοντας ὥσπερ ἑρμηνεὺς ὑποβάλλοντος ἑτέρου θεσπίζει τάδε·

„ἐκ Μεσοποταμίας μετεπέμψατό με Βαλάκης μακρὰν τὴν ἀπ’ ἀνατολῶν στειλάμενον ἀποδημίαν, ἵνα τίσηται τοὺς Ἑβραίους ἀραῖς. ἐγὼ δὲ τίνα τρόπον ἀράσομαι τοῖς μὴ καταράτοις ὑπὸ θεοῦ; θεάσομαι μὲν αὐτοὺς ὀφθαλμοῖς ἀφ’ ὑψηλοτάτων ὀρῶν καὶ τῇ διανοίᾳ καταλήψομαι, βλάψαι δ’ οὐκ ἂν δυναίμην λαόν, ὃς μόνος κατοικήσει, μὴ συναριθμούμενος ἑτέροις ἔθνεσιν, οὐ κατὰ τόπων ἀποκλήρωσιν καὶ χώρας ἀποτομήν, ἀλλὰ κατὰ τὴν τῶν ἐξαιρέτων ἐθῶν ἰδιότητα, μὴ συναναμιγνύμενος ἄλλοις εἰς τὴν τῶν πατρίων ἐκδιαίτησιν.

τίς ἐπ’ ἀκριβείας εὗρε τὴν πρώτην καταβολὴν τῆς τούτων γενέσεως; τὰ μὲν σώματ’ αὐτοῖς ἐξ ἀνθρωπίνων διεπλάσθη σπερμάτων, ἐκ δὲ θείων ἔφυσαν αἱ ψυχαί· διὸ καὶ γεγόνασιν ἀγχίσποροι θεοῦ. ἀποθάνοι μου ἡ ψυχὴ τὸν σωματικὸν βίον, ἵν’ ἐν ψυχαῖς δικαίων καταριθμηθῇ, οἵας εἶναι συμβέβηκε τὰς τούτων.“

Ταῦτ’ ἀκούων ὁ Βαλάκης ὤδινεν ἐν ἑαυτῷ. παυσαμένου δέ, τὸ πάθος οὐ χωρήσας „ἐπὶ κατάραις“ εἶπεν „ἐχθρῶν μετακληθεὶς εὐχὰς τιθέμενος ἐκείνοις οὐκ ἐρυθριᾷς; ἐλελήθειν ἄρ’ ἐμαυτὸν ἀπατῶν ὡς ἐπὶ φίλῳ σοι τὴν ὑπὲρ τῶν πολεμίων ἀφανῶς τεταγμένῳ τάξιν, ἣ νῦν γέγονε δήλη. μήποτε καὶ τὰς ὑπερθέσεις τῆς ἐνθάδε ἀφίξεως ἐποιοῦ διὰ τὴν ὑποικουροῦσαν ἐν τῇ ψυχῇ πρὸς μὲν ἐκείνους οἰκειότητα πρὸς δ’ ἐμὲ καὶ τοὺς ἐμοὺς ἀλλοτρίωσιν· πίστις γάρ, ὡς ὁ παλαιὸς [*](1 ἱερωτάτῃ κατοχῆ FGUP κατοκωχῇ seripsi): ἱερωτάτην κατοχὴν VK2, ἱερωτάτην κατακωχὴν ceteri (v) μαγικὴν σοφιστείαν FGHP: μαγικὴ σοφιστεία ceteri; μαγικῇ (om. σοφιστείᾳ) v 2 τε FGHP: om. ceteri 3 ἑρμηνεὺς FGHPZ: ἑρμηνέως Κ, ἑρμηνέως ceteri ὑποβάλλοντος VOFGHP: ὑποβαλόντος ceteri ἑτέρου om. VO (add. man. rec. mg. V) 4 Βάλακος BEMA 5 τίσηται] ἐνδήσηται coni. Mang. καταράσομαι P 6 post μὲν add. οὖν BFMAKZ αὐτοῖς VOK2Z ἀφ᾿]ἐφ᾿ P 7 ὁρῶν GZ 8 κατοικήσειε V 9 τῶν om. A 10 ἐθῶν VEP: ἠθῶν CF, om. O, ἐθνῶν ceteri συναναμιγνύμενος Mang: συναναμιγνυμένων codd. ἄλλοις] ἀλλήλοις Κ 10. 11 ἐκδίκησιν P 12 σώματα VOFHP σπερμάτων] σωμάτων BEMAKZ 14. 15 καταριθμηθῶ P 16 ταῦτα CBKMF βαλάκις CG, Βάλακος BEMA 17 κατακληθεὶς G 18 ἐλελήθην EZ ἄρα A, ἀρ’ CE, δ’ ἄρ’ VO 10 ὑπὲρ] ὑπὸ M, ἐκ G τεταγμένων (scd ν eras.) C 20 ὑποθέσεις G ἐνταῦθα F ἀφίξεως] ἀξιώξεως (sic) G 21 ὑποικοροῦσαν BE, ἐπικουροῦσαν AG 22 δ’] δὲ CG, δὲ καὶ HP) [*](13 ἀγχίσποροι θεοῦ: Aeschyli frg. 162 Νauck2 (ap. Plat. de rep. 111 p. 391 e))

v.4.p.187
λόγος, τῶν ἀδήλων τὰ ἐμφανῆ.“