De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

βέλτιον ἡσυχάζειν, μὴ καὶ αὐτὸς παραπολαύσω τινὸς ἀπευκτοῦ· τραχύτατοι γάρ ἐστε εἰς ὀργὴν καὶ ἀπαραίτητοι καὶ πνεῖ λαμπρὸς ἔτι ὁ ἐν ἑκάστῳ θυμός.“

ὡς δ’ ἤκουσεν ὁ πατὴρ οὐ τἀληθές, ὅτι πέπραται ὁ υἱὸς αὐτοῦ, τὸ δὲ ψεῦδος, ὅτι τέθνηκε καὶ ὡς ὑπὸ θηρίων ἐξανάλωται, πληχθεὶς τὰ μὲν ὦτα διὰ τῶν λεγομένων, τοὺς δ’ ὀφθαλμοὺς διὰ τοῦ φανέντος — ὁ γὰρ χιτὼν αὐτοῦ κατεσχισμένος καὶ κατῃκισμένος καὶ πολλῷ αἵματι πεφοινιγμένος [*](2 δὲ. VO πέπρακται (sic) Κ, πέπρα(??)ται E 2. 3 καλὴν εἷπεν ἐμπορίαν transp. VO 3 ἐστείλασθε εἶπε transp. M διανειμώμεθα codd.: διανεμώμεθα V 4 ἁμιλλησόμενοι coni. Mang. στεφανηφοροῦμεν KHP προσυποβάλλοντες M, προσεπιβάλλοντες VO 5 ὠμότητι] ἀμουσότητα F σεμνυνόμεθα CH2 κατ’ AVO τῶν ἀλλοτρίων P 6 μέγας Η καὶ add. ante περιβόητος Κ 7. 8 πανταχοῦ τῆς οἰκουμένης ante οἱ πατέρες ἡμῶν transp. Α 8 ἀπέλειπον HP ἀπολείψωμεν VOK καὶ pr. om. F μισανθρωπίας καὶ ἀπιστίας transp. Α 9 ἀθεραπεύτου HP φῆμαι] μνῆμαι HP 10 πανταχοῦ χόσε HP, πανταχοῦ Κ 11 τίν’ Α περὶ om. Α 12. 13 τὸ καθ’ ὑμᾶς coni. Mang. 13 παράσχησθε Κ, παρεσχῆσθαι BEMV1, παρέσχεσθε Α (Mang.) παρέσχετε V2O 14 οἰκτιεῖ τις Α 16 οὐδ’ ἑτέρου FHP #x003E; ἅπασιν conicio 18 ταχύτατοι FP ἐστε addidi εἰς ὀργὴν BKM: εἰς om. ceteri 19 καὶ πνεῖ] καπνεῖ Ε λαμπρῶς BEFH2; λάβρως coni. Mang. 20 δὲ C post πατὴρ add. αὐτοῦ VOK2 21 ἐξανήλωται CK 22 τῶν φανέντων A 23 αὐτοῦ codd.: αὐτῷ Mang. κατῃκισμένος καὶ κατεσχισμένος transp. ΒΕΚM, καὶ κατῃκισμένος om. C Philonis opera vol. IV 5)

v.4.p.66
ἐκεκόμιστο —, συγχυθεὶς ὑπὸ τῆς περιπαθήσεως ἀχανὴς ἐπὶ πλεῖστον χρόνον ἔκειτο, μηδ’ ὅσον τὴν κεφαλὴν ἐπᾶραι δυνάμενος, θλιβούσης καὶ ἐκτραχηλιζούσης τῆς συμφορᾶς.

εἶθ’ ὥσπερ τινὰ πηγὴν δακρύων ἐξαίφνης ἀνιεὶς μετ’ οἰμωγῆς πικρᾶς παρειὰς καὶ γένεια καὶ στέρνα κατένιπτε καὶ τὰς περὶ αὑτὸν ἐσθῆτας ἅμα τοιαῦτ’ ἐπιλέγων· „οὐχ ὁ θάνατός με λυπεῖ, τέκνον, ἀλλ’ ὁ τούτου τρόπος· εἰ ἐπὶ γῆς ἐτάφης τῆς σῆς, παρηγορούμην, ἐθεράπευσα, ἐνοσήλευσα πρότερον, ἀποθνῄσκοντι τελευταίων ἀσπασμῶν ἐκοινώνησα, τοὺς ὀφθαλμοὺς συνέκλεισα, ἐπεδάκρυσα κειμένῳ τῷ νεκρῷ, πολυτελῶς ἐκήδευσα, τῶν νομιζομένων οὐδὲν παρέλιπον.

ἀλλ’ εἰ καὶ ἐπὶ τῆς ξένης, εἶπον ἄν· τὸ οἰκεῖον ὄφλημα τῆς φύσεως ἀπολαβούσης, ὦ οὗτος, μὴ κατήφει· πρὸς ζῶντας αἱ πατρίδες, ἀποθανόντων δὲ πᾶσα γῆ τάφος· ὠκύμορος οὐδεὶς ἢ πάντες ἄνθρωποι, καὶ γὰρ ὁ μακροβιώτατος ὀλιγοχρόνιος ἀντεξεταζόμενος αἰῶνι.

εἰ δὲ δὴ καὶ βιαίως καὶ ἐξ ἐπιβουλῆς ἔδει θνῄσκειν, ἦν ἄν μοι κουφότερον κακόν, ὑπ’ ἀνθρώπων ἀναιρεθέντος, οἳ κτείναντες νεκρὸν ἂν ἠλέησαν, ὡς ἐπαμήσασθαι κόνιν καὶ τὸ σῶμα συγκρύψαι· εἰ δὲ καὶ πάντων ἐγεγένηντο ὠμότατοι, τί πλέον εἶχον ἢ ῥίψαντες ἄταφον ἀπαλλάττεσθαι; τῶν δ’ ἐν ὁδῷ παριόντων ἴσως τις ἐπιστὰς καὶ θεασάμενος, οἶκτον τῆς κοινῆς λαβὼν φύσεως, ἐπιμελείας καὶ ταφῆς ἠξίωσε. νυνὶ δ’, ὡς λόγος, ἀτιθάσοις καὶ σαρκοβόροις θηρσὶν εὐωχία καὶ θοίνη γέγονας γευσαμένοις καὶ ἑστιαθεῖσι τῶν ἐμῶν σπλάγχνων.

ἀθλητής εἰμι τῶν ἀβουλήτων, εἰκῇ γεγύμνασμαι πολλαῖς κακοπαθείαις, ἀλώμενος, ξενιτεύων, θητεύων, ἀναγκαζόμενος, ἄχρι καὶ ψυχῆς ἐπιβουλευόμενος ὑφ’ ὧν ἥκιστ’ ἐχρῆν· καὶ πολλὰ μὲν εἶδον, πολλὰ δ’ ἤκουσα, μυρία δ’ αὐτὸς [*](1 ἐπὶ om. G 3 ἐκτραχηλιζούσης AFGHP: τραχηλιζομένης ceteri 4 στέρνα καὶ γένεια transp. Α κατένειφε AFGHP 5 αὑτὸν CAVOH2: αὐτὸν ceteri 6 τούτου eras. V, om. BEKMO τρόπος Markland: τάφος codd. post εἰ add. γὰρ V2K2O τῆς σῆς] τῆς ὁσίας V2K2O, τῆ ταφῆ BEM, τῆς σῆς, ἡ ταφὴ Κ1, σῆς in ὁσίας corr. et τῆ ταφὴ del. K2 7 post ἐθεράπευσα add. ἂν Mang. ἐνοσίλευσα C, νοσηλευθέντα V2O ἀποθνήσκοντι BEKM: ἀποθνήσκοντα ceteri (v) 8 ἀσπασμῶν BEKMVO: ἀσπασμάτων ceteri ἐπεδάκρυσα] ἐπεκάλυψα F D νενομισμένων V2K2O 9. 10 παρέλειπον HP, παρέλειψα F 10 τῆς pr. om. Α 11 πρὸς— τάφος (12) om. Ο ζῶνθ’ Α; ζώντων coni. Mang. πατρίδας Κ 12 ἀποθανόντος ΑΗΡ ὠκύμορος οὐδεὶς ἢ CVOBEKM: ὠκύμοροι δ’ εἰσὶ AFGHP(v) 13 ὀλιγοχρόνιος C: ὀλιγοχρονιώτατος ceteri 14 δὴ] δεῖ F μοι om. Α 15 οἱ Κ 17 ἄταφα F 18 ἐν ὁδῶ AFHP: ἄλλων ceteri (Mang.) 19 ταφῆς] κατηφείας Α 20 ἀτιθάσσοις AFGVO καὶ θοίνη om. P 21 τῶν ἀβουλήτων εἰμί transp. G 22 εἰκῆ Α: ἐκεῖθεν V2K2O, om. F, ἐκεῖ ceteri ἀλώμενος MOGH1, ἁλόμενος F 22. 23 θητεύων, ξενιτεύων transp. Α 24 ἥκιστ’ ἐχρῆν corr. ex ἥκιστα χρῆν C)

v.4.p.67
ἔπαθον τῶν ἀνηκέστων, ἐφ’ οἷς παιδευθεὶς μετριοπαθεῖν οὐκ ἐγνάμφθην· ἀλλ’ οὐδὲν τοῦ συμβεβηκότος ἀφορητότερον, ὅ μου τὴν ῥώμην τῆς ψυχῆς ἀνατέτροφε καὶ καθῄρηκε. τί γὰρ μεῖζον ἢ οἰκτρότερον πένθος;

ἡ μὲν ἐσθὴς τοῦ παιδὸς διακεκόμισταί μοι τῷ πατρί, τοῦ δὲ οὐ μέρος, οὐ μέλος, οὐ βραχὺ λείψανον· ἀλλ’ ὁ μὲν ὅλος δι’ ὅλων δεδαπάνηται μηδὲ ταφῆς δυνηθεὶς μεταλαχεῖν, ἡ δ’ οὐδ’ ἂν εἰσπεμφθῆναί μοι δοκεῖ τὸ παράπαν, εἰ μὴ πρὸς ἀνίας ὑπόμνησιν καὶ ὧν ὑπέμεινε καίνωσιν, εἰς ἀλήστους καὶ συνεχεῖς ἐμοὶ συμφοράς.“ καὶ ὁ μὲν τοιαῦτ’ ἀπωδύρετο. οἱ δ’ ἔμποροι πιπράσκουσι τὸν παῖδα ἐν Αἰγύπτῳ τῶν εὐνούχων τινὶ τοῦ βασιλέως, ὅς ἐστιν ἀρχιμάγειρος.

Ἄξιον μέντοι μετὰ τὴν ῥητὴν διήγησιν καὶ τὰ ἐν ὑπονοίαις προσαποδοῦναι· σχεδὸν γὰρ τὰ πάντα ἢ τὰ πλεῖστα τῆς νομοθεσίας ἀλληγορεῖται. ὁ τοίνυν ἐπικρινόμενος τρόπος παρὰ μὲν Ἑβραίοις Ἰωσὴφ καλεῖται, παρὰ δ’ Ἕλλησι "κυρίου πρόσθεσις“, εὐθυβολώτατον ὄνομα καὶ τῷ δηλουμένῳ πράγματι οἰκειότατον· προσθήκη γάρ ἐστι τῆς τὸ κῦρος ἁπάντων ἀνημμένης φύσεως ἡ κατὰ δήμους πολιτεία.

ἡ μὲν γὰρ μεγαλόπολις ὅδε ὁ κόσμος ἐστὶ καὶ μιᾷ χρῆται πολιτείᾳ καὶ νόμῳ ἑνί· λόγος δέ ἐστι φύσεως προστακτικὸς μὲν ὧν πρακτέον, ἀπαγορευτικὸς δὲ ὧν οὐ ποιητέον· αἱ δὲ κατὰ τόπους αὗται πόλεις ἀπερίγραφοί τέ εἰσιν ἀριθμῷ καὶ πολιτείαις χρῶνται διαφερούσαις καὶ νόμοις οὐχὶ τοῖς αὐτοῖς, ἄλλα γὰρ παρ’ ἄλλοις ἔθη καὶ νόμιμα παρεξευρημένα καὶ προστεθειμένα.

αἴτιον δὲ τὸ ἄμικτον καὶ ἀκοινώνητον οὐ μόνον Ἑλλήνων πρὸς βαρβάρους ἢ βαρβάρων πρὸς Ἕλληνας, ἀλλὰ καὶ τὸ ἑκατέρου γένους ἰδίᾳ πρὸς τὸ [*](παθεῖν 1 μετριοφρονεῖν Κ 2 ὅ μου C2MGO: ὃ μοῦ F, ὅμου Β, ὁμοῦ ceteri 3 ἀνατέτροφε CBEKM: ἀνατέτραφε ceteri καὶ om. BEM 4 alt. τοῦ] τῶ HP, τῶν V 5 ὅλως G μηδὲν O 6 δυνηθεὶς corr. ex δυνηθῆς F λαχεῖν Α ἡδ’ Α οὐδ’ ἂν] οὐδὲν P εἰσπεμφθῆναι Α: ἐκπεμφθῆναι ceteri οὐδενὸς ἕνεκα πεμφθῆναί coni. Wendl. δοκῆ G τὸ παράπαν om. Α ε καινισιν 7 καὶ om. F ὑπεμένησε Ο καίνωσιν BE(V1 ut vid.): καίνωσιν M, κένωσιν ς C, καίνισιν AFGHP, κακῶν V2O, κακῶν, ἶν’ ἦ Κ ἀλλήλους (sic) Κ 8 τοιαῦτα M, τοιαῦτα δ’ Β ἐπωδύρετο Α 9 ἐν αἰγύπτω τὸν παῖδα transp. CVO 10 ὅστις VO 12 τὰ pr. om. Α ἢ] καὶ HP 14 δὲ CVO κυρίου fort. delendum censuit Mang. ὄνομα addidi 15 δηλωμένω M πράγματι F (coni. Mang.): γράμματι ceteri ἐστι AFGHP: ἐπὶ ceteri 16 φύσιν C 17 ὁ om. M μία F 18 ἐστι om. Α προτρεπτικὸς V2O τῶν πρακτέων V2O ἀπαλλακτικὸς Α 19 οὐ] μὴ Α 21 ἤθη A παρεξηυρημένα C 23 ἑκάτερον HP μέρους Α, γένος ceteri 5*)

v.4.p.68
ὁμόφυλον· εἶθ’ ὡς ἔοικε τὰ ἀναίτια αἰτιώμενοι, καιροὺς ἀβουλήτους, ἀγονίαν καρπῶν, τὸ λυπρόγεων, τὴν θέσιν ὅτι παράλιος ἢ μεσόγειος ἢ κατὰ νῆσον ἢ κατὰ ἤπειρον ἢ ὅσα τούτοις ὁμοιότροπα, τἀληθὲς ἡσυχάζουσιν· ἔστι δ’ ἡ πλεονεξία καὶ ἡ πρὸς ἀλλήλους ἀπιστία, δι’ ἃς οὐκ ἀρκεσθέντες τοῖς τῆς φύσεως θεσμοῖς τὰ δόξαντα συμφέρειν κοινῇ τοῖς ὁμογνώμοσιν ὁμίλοις ταῦτα νόμους ἐπεφήμισαν.

ὥστε εἰκότως προσθῆκαι μᾶλλον αἱ κατὰ μέρος πολιτεῖαι μιᾶς τῆς κατὰ τὴν φύσιν· προσθῆκαι μὲν γὰρ οἱ κατὰ πόλεις νόμοι τοῦ τῆς φύσεως ὀρθοῦ λόγου, προσθήκη

δέ ἐστι πολιτικὸς ἀνὴρ τοῦ βιοῦντος κατὰ φύσιν. οὐκ ἀπὸ σκοποῦ μέντοι καὶ χιτῶνα ποικίλον ἀναλαμβάνειν λέγεται (Gen. 37, 3)· ποικίλον γὰρ πολιτεία καὶ πολύτροπον, μυρίας ὅσας ἐνδεχομένη μεταβολάς, προσώποις, πράγμασιν, αἰτίαις, πράξεων ἰδιότησι, καιρῶν καὶ τόπων διαφοραῖς.

ὥσπερ γὰρ κυβερνήτης ταῖς τῶν πνευμάτων μεταβολαῖς συμμεταβάλλει τὰς πρὸς εὔπλοιαν βοηθείας, εὐθύνων τὸ σκάφος οὐχ ἑνὶ τρόπῳ, καὶ ἰατρὸς οὐ μιᾷ χρῆται θεραπείᾳ πρὸς ἅπαντας τοὺς κάμνοντας, ἀλλ’ οὐδὲ πρὸς ἕνα, τοῦ πάθους μὴ ἐπιμένοντος, ἀλλ’ ἐπιτηρῶν ἀνέσεις, ἐπιτάσεις, πληρώσεις, κενώσεις, αἰτίων μεταβολὰς ποικίλλει ταῦτα πρὸς σωτηρίαν ποτὲ μὲν ταυτὶ ποτὲ δὲ ταυτὶ προσφέρων, οὕτως, οἶμαι,

καὶ τὸν πολιτικὸν ἀναγκαῖον εἶναί τινα πολυειδῆ καὶ πολύμορφον, ἕτερον μὲν κατ’ εἰρήνην, ἕτερον δ’ ἐν πολέμῳ, ἄλλον δὲ ἐπισυνισταμένων ὀλίγων ἢ πολλῶν, τῶν μὲν ὀλίγων εὐτόνως κατεξανιστάμενον, μετὰ δὲ πειθοῦς τοῖς πολλοῖς ὁμιλοῦντα, καὶ ὅπου μὲν μετὰ κινδύνου τὸ εἶναι, διὰ τὸ κοινωφελὲς φθάνοντα τοὺς ἄλλους αὐτουργίᾳ, ὅπου δὲ πόνων ἡ σκέψις, ἑτέροις ὑπηρετεῖν [*](1 τὰ ἀναίτια] τἀναντία VO 2 ἀγονίαν CVO: ἀγωνίας Κ, ἀγονίας ceteri τὸ λυπρόγεων CVO: τῶν λυπρογέων Κ, τό λυπρόγειον ceteri παράλειος BMH 4 ἔστι] τί F; ἔτι coni. Mang. δὲ CVOF ἡ alt. om. A 5 τοῖς om. C τῆς om. FG 6 ὁμογνωμονοῦσιν VO νόμοις BEMF ὥστ’ Α 7 αἱ κατὰ] εἰκότως G τὴν om. CAVOP προσθῆκαι— φύσιν (9) om. Α 8 πόλιν Turn. 9 δ’ ἐστὶ BEM φύσεως (sed εως eras.) C 11 πολιτεία om. P, add. mg. P πολύτροπος Ο ἐνδεχόμενον Α 12 αἰτίαις om. A πράξεων Κ (coni. Mang.): ξένων V2O, προξένων ceteri καὶ ante καιρῶν add. Α 13 γὰρ om. H συμμεταβάλλοι F 15 οὐ] οὐχὶ AFGHP οὐδὲ] οὐ BEM 16 ἐπιτάσεις om. C 17 αἰτίων CA: αἰτιῶν ceteri; σιτίων coni. Mang. ταῦτα suspectum; τὰ conicio 18 alt. ταυτὶ] ταῦτα BEKM οἶμαι om. Α 19 εἶναι ἀναγκαῖον transp. HP: εἶναι καὶ ἀναγκαῖον Turn., κατ’ ἀναγκαῖον εἶναι Mang. 20 δὲ VO δ’ BEKM ἢ—ὀλίγων (21) om. BEMO 21 μὲν] δὲ F μετὰ] μετὰ—ὁμιλοῦντα (22) om. BEM πειθοῦς] πλήθους K 22 τοῦ εἶναι BEKM (fort. recte) μετὰ κινδύνου τι, οἷον διὰ τὸ κοινωφελές, coni. Mang. 23 ἦ σκῆψις V2 ἑτέρους VO)

v.4.p.69
ἐξιστάμενον.

εὖ μέντοι τὸ φάναι πιπράσκεσθαι τὸν ἄνθρωπον· ὁ μὲν γὰρ δημοκόπος καὶ δημηγόρος ἀναβὰς ἐπὶ τὸ βῆμα, καθάπερ τὰ πιπρασκόμενα τῶν ἀνδραπόδων, δοῦλος ἀντ’ ἐλευθέρου γίνεται διὰ τῶν τιμῶν, ἃς δοκεῖ λαμβάνειν, ἀπαχθεὶς ὑπὸ μυρίων δεσποτῶν.

ὁ δ’ αὐτὸς καὶ θηριάλωτος εἰσάγεται· θηρίον δὲ ἀτίθασον ἡ λοχῶσα κενοδοξία συναρπάζουσα καὶ διαφθείρουσα τοὺς χρωμένους. οἱ δ’ ὠνησάμενοι καὶ πιπράσκουσιν· οὐ γὰρ εἷς δεσπότης τῶν πολιτευομένων, ἀλλ’ ὄχλος, ἐξ ἑτέρων ἕτεροι κατά τινας ἐφεδρείας καὶ διαδοχάς· οἱ δὲ τρίπρατοι κακῶν θεραπόντων τρόπον ἀλλάττουσι τοὺς κυρίους οὐχ ὑπομένοντες τοὺς προτέρους διὰ τὴν ἁψίκορον καὶ φιλόκαινον τῶν ἠθῶν ἀνωμαλίαν.

Τοσαῦτα καὶ περὶ τούτων. ὁ μέντοι νεανίας εἰς Αἴγυπτον ἀχθεὶς καὶ γενόμενος, ὡς ἐλέχθη, παρ’ εὐνούχῳ δεσπότῃ, τῆς καλοκἀγαθίας καὶ εὐγενείας πεῖραν ὀλίγαις ἡμέραις δοὺς τὴν ἐπὶ τοῖς ὁμοδούλοις ἀρχὴν παραλαμβάνει καὶ συμπάσης τῆς οἰκίας τὴν ἐπιμέλειαν· ἤδη γὰρ ὁ κτησάμενος ἐτεκμηριοῦτο διὰ πολλῶν, ὡς οὐκ ἄνευ θείας ἐπιφροσύνης ἐκεῖνος ἕκαστα λέγει τε καὶ πράττει.

τῷ μὲν οὖν δοκεῖν ὑπὸ τοῦ πριαμένου καθίστατο τῆς οἰκίας ἐπίτροπος, ἔργῳ δὲ καὶ ταῖς ἀληθείαις ὑπὸ φύσεως μνωμένης αὐτῷ πόλεων καὶ ἔθνους καὶ χώρας μεγάλης ἡγεμονίαν· ἔδει γὰρ τὸν μέλλοντα ἔσεσθαι πολιτικὸν ἐγγυμνάσασθαι καὶ ἐνασκηθῆναι πρότερον τοῖς κατ’ οἰκονομίαν· οἰκία τε γὰρ πόλις ἐστὶν ἐσταλμένη καὶ βραχεῖα καὶ οἰκονομία συνηγμένη τις πολιτεία, ὡς καὶ πόλις μὲν οἶκος μέγας, πολιτεία δὲ κοινή τις οἰκονομία.

δι’ ὧν μάλιστα παρίσταται τὸν αὐτὸν οἰκονομικόν τε εἶναι καὶ πολιτικόν, [*](1 τό om. A 5 εἰσάγεται] γίνεται Α δ’ Α ἀτίθασον CBEHP: ἀτίθασσον ceteri ἡ] ὡς F λοχῶσα AFGHP: δόξα καὶ ceteri 5. 6 συναρπάσασα BEM, καὶ μαρμάζουσα (sic) F 7 ἀλλ’ ὄχλος AFGHP: ὄχλος ὁ ὄχλος VO) post δεσπότης transp. ceteri 8 ἐφεδρίας C 9 τρόπον om. FG τοῖς προτέροις C, τοὺς προτέρους om. H 10 φιλόκενον V 11 καὶ] μὲν Η (Turn.), om. Mang. 12 ἀπαχθεὶς AVO 14 συμπάσης] σὺν πᾶσι HP τῆς om. KO 15 γὰρ] δ’ Α οὐκ om. F 16 ἕκαστα ἐκεῖνος transp. MAF1GHP, ἤκιστα ἐκεῖνος F2 τῶ corr. ex τὸ C, τῶ corr. ex τοῦ Β, τοῦ E 18 πόλεως CK(v) καὶ χώρας καὶ ἔθνους transp. BEKM 19 μεγάλης AFGHP: μεγάλην ceteri 19. 20 ἐγγεγυμνάσθαι D 20 ἀσκηθῆναι D οἰκονομίαν] οἰκίαν D, οἰκίαν πράγμασιν V2O τε om. D 21 ἐστὶν om. BEKM ἐστὶ συνεσταλμένη D καὶ οἰκονομία AFGHPD: καὶ om. ceteri συνεσταλμένη D 22 καὶ] καὶ ἡ D τις om. D 23 παριστᾷ D οἰκονόμον F) [*](11 sqq. Gen. cap. 39 19—70,4 DR fol. 218r Φίλωνος: δεῖ τὸν μέλλοντα αὐτός ἐστιν)

v.4.p.70
κἂν τὰ πλήθη καὶ μεγέθη τῶν ὑποκειμένων διαλλάττῃ· καθάπερ ἐπὶ ζωγραφίας ἔχει καὶ πλαστικῆς· ὁ γὰρ ἀγαθὸς ἀνδριαντοποιὸς ἢ ζωγράφος, ἐάν τε πολλὰ καὶ κολοσσιαῖα μεγέθη κατασκευάζῃ, ἐάν τε ὀλίγα καὶ

βραχύτερα, τὴν αὐτὴν ἐπιδεικνύμενος τέχνην ὁ αὐτός ἐστι. σφόδρα δὲ εὐδοκιμῶν ἐν τοῖς κατὰ τὴν οἰκουρίαν ἐπιβουλεύεται πρὸς τῆς τοῦ δεσπότου γυναικὸς ἐπιβουλὴν τὴν ἐξ ἔρωτος ἀκολάστου. τῇ γὰρ εὐμορφίᾳ ἐπιμανεῖσα τοῦ νεανίσκου καὶ ἀκαθέκτως περὶ τὸ πάθος λυττῶσα τοὺς περὶ μίξεως λόγους προσέφερεν ἐρρωμένως ἐναντιουμένῳ καὶ μηδ’ ὅλως προσίεσθαι ὑπομένοντι διὰ τὴν ἐκ φύσεως καὶ μελέτης ἐνυπάρξασαν κοσμιότητα καὶ σωφροσύνην.