De Josepho

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

[*](p. 41 M.)

Τρεῖς μέν εἰσιν ἰδέαι, δι’ ὧν τὸ ἄριστον τέλος, μάθησις, φύσις, ἄσκησις, τρεῖς δὲ καὶ σοφῶν οἱ πρεσβύτατοι κατὰ Μωυσῆν ἐπώνυμοι τούτων· ὧν τοὺς βίους ἀναγεγραφώς, τόν τε ἐκ διδασκαλίας καὶ τὸν αὐτομαθῆ καὶ τὸν ἀσκητικόν, τέταρτον κατὰ τὸ ἑξῆς ἀναγράψω τὸν πολιτικόν, οὗ πάλιν ἐπώνυμον ἕνα τῶν φυλάρχων διασυνίστησιν ἐκ πρώτης ἡλικίας συγκροτηθέντα.

ἤρξατο μέντοι συγκροτεῖσθαι περὶ ἔτη γεγονὼς ἑπτακαίδεκα τοῖς κατὰ ποιμενικὴν θεωρήμασιν, ἃ συνᾴδει τοῖς περὶ πόλιν· ὅθεν οἶμαι καὶ τὸ ποιητικὸν γένος "ποιμένας λαῶν“ τοὺς βασιλεῖς εἴωθεν ὀνομάζειν· ὁ γὰρ τὴν ποιμενικὴν κατωρθωκὼς ἄριστος ἂν εἴη καὶ βασιλεύς, τῆς καλλίστης ζῴων ἀγέλης, ἀνθρώπων, τὴν ἐπιμέλειαν ἐν ταῖς ἐλάττονος σπουδῆς ἀξίαις ἀναδιδαχθείς·

καὶ καθάπερ τῷ μέλλοντι πολεμαρχεῖν καὶ στρατηγεῖν ἀναγκαιότατον αἱ περὶ τὰ κυνηγέσια μελέται, τὸν αὐτὸν τρόπον καὶ οἷς ἐλπὶς ἐπιτροπεῦσαι πόλεως [*](1. 2 Φίλωνος βίος πολιτικοῦ ὅπερ ἐστὶ περὶ ἰωσήφ C, βίος πολιτικοῦ ὅπερ ἐστὶ ἰωσήφβίος VOGHP, τοῦ πολιτικοῦ ὅπερ ἐστὶ περὶ ἰωσήφ BEKM, φίλωνος φίλωνος βίος πολιτικὸς ὅπερ ἐστὶ περὶ τοῦ ἰωσήφ Α, τοῦ αὐτοῦ βίος πολιτικὸς ὅπερ ἐστὶ περὶ ἰωσήφ F 3 τό om. G 4 μωσῆν Α 5 τε CVO: τ’ ceteri 7 φυλαρχῶν H διανίστησιν BEKMO, συνίστησιν F 9 ἑπτὰ καὶ δέκα F ante pr. τοῖς add. δι’ ὦν H1p ποιμαντικὴν M 10 ποιητικὸν] ποιητῶν F 11 κατωρθωκὼς BEK1M: ἄριστος V2K2O, ἄκρος ceteri 12 καὶ om. A ἀγέλης] ἄλλης G ἀνθρώπων om. Ο 13 καὶ om. A 14 ἀναγκαιότατον BKM: ἀναγκαιόταται ceteri 15 καὶ om. F) [*](8 sqq. Gen. 37,2 sqq. 10 Hom. II. Α 263 al.)

v.4.p.62
οἰκειότατον ποιμενικὴ προάγων τις οὖσα ἐπιστασίας καὶ στρατηγίας.

ἐνορῶν οὖν ὁ πατὴρ αὐτῷ φρόνημα εὐγενὲς καὶ μεῖζον ἢ κατ’ ἰδιώτην ἐθαύμαζε καὶ περιεῖπε καὶ τῶν ἄλλων υἱῶν μᾶλλον ἔστεργεν, ἐπειδὴ ὀψίγονος ἦν, ὅπερ οὐδενὸς ἧττον ἀγωγόν ἐστιν εἰς εὔνοιαν· καὶ ἅτε φιλόκαλος ὢν ἐζωπύρει τὴν τοῦ παιδὸς φύσιν ἐξαιρέτοις καὶ περιτταῖς ἐπιμελείαις,

ἵνα μὴ ἐντύφηται μόνον, ἀλλὰ καὶ θᾶττον ἐκλάμψῃ. φθόνος δὲ ὁ ἀεὶ ταῖς μεγάλαις εὐπραγίαις ἀντίπαλος καὶ τότε πᾶσι τοῖς μέρεσιν οἰκίαν κατορθοῦσαν ἐπιθέμενος διέστησε καθ’ ἑνὸς πολλοὺς ἀδελφοὺς ἀλείψας, οἳ τῇ πρὸς ἐκεῖνον εὐνοίᾳ τοῦ πατρὸς ἰσόρροπον δύσνοιαν ἐπεδείκνυντο μισοῦντες ὅσον ἐστέργετο· τὸ δὲ μῖσος οὐκ ἐξελάλουν, ἀλλ’ ἐν ἑαυτοῖς ἐταμίευον, ὅθεν εἰκότως ἀργαλεώτερον ἐφύετο· τὰ γὰρ στεγόμενα πάθη μὴ διαπνέοντα τοῖς ἐπισχοῦσι λόγοις βαρύτερα.

χρώμενος οὖν ἀκάκοις τοῖς ἤθεσι καὶ τὴν ὑποικουροῦσαν ἔχθραν ἐκ τῶν ἀδελφῶν οὐ συνιείς, ὄναρ ἰδὼν αἴσιον, ὡς δὴ εὔνοις διηγεῖται· "ἔδοξα" γάρ φησιν "ἀμήτου καιρὸν ἐφεστάναι καὶ πάντας ἡμᾶς ἀφικομένους εἰς τὸ πεδίον ἐπὶ τὴν τοῦ καρποῦ συλλογὴν δρέπανα λαβόντας θερίζειν, αἰφνίδιον δὲ τὸ μὲν ἐμὸν δράγμα ὑπανίστασθαι καὶ μετεωρισθὲν ὀρθοῦσθαι, τὰ δὲ ὑμέτερα ὥσπερ ἀπὸ συνθήματος ἐπιδραμόντα τεθηπέναι καὶ μετὰ τιμῆς τῆς πάσης προσκυνεῖν“.

οἱ δὲ εἰς σύνεσιν ἀκριβεῖς καὶ δεινοὶ διὰ συμβόλων ἰχνηλατῆσαι πρᾶγμ’ ἀδηλούμενον εἰκόσι στοχασμοῖς „μὴ νομίζεις“ ἔφασαν "ἔσεσθαι βασιλεὺς ἡμῶν καὶ κύριος; ταῦτα γὰρ διὰ τῆς κατεψευσμένης φαντασίας ὑπαινίττῃ.“ τὸ δὲ μῖσος ἔτι μᾶλλον ἐζωπυρεῖτο προσλαμβάνον ἀεί τινα καινὴν πρόφασιν εἰς συναύξησιν.

ὁ δὲ οὐδὲν ὑπιδόμενος ὀλίγαις ὕστερον ἡμέραις ὄναρ ἰδὼν ἕτερον καταπληκτικώτερον [*](1 οἰκειοτάτη Α προάγων ΑΚ: προαγωγή ceteri ἐπιστασίας καὶ στρατηγίας om. BEM, ἐπιστασίας καὶ om. CVOK στρατηγίας] μαστιγίας Κ, δημαγωγίας VO 2 ἐφορῶν Α αὐτῷ ante ὁ πατὴρ transp. G καὶ μεῖζον om. HP κατὰ CVO 4 ἦν om. F καὶ om. F 6 μόνον] μᾶλλον F θᾶττον] μᾶλλον Α (Mang.) 9. 10 ἐπιδείκνυντο (sic) M 11 ἑαυτοῖς CAG: αὑτοῖς BEVOH2, αὐτοῖς ceteri 11. 12 στεγόμενα] γενόμενα V1K2, γεννώμενα V2O 12 ἐπισχοῦσι Κ, ἐπιτυχοῦσι Α, ἀπιστοῦσι FGHP λόγων V2O βαρύτερον F1 13 ἀκάκοις τοῖς BEM: ἀκάκοις (om. τοῖς) K, ἀκακώτοις ceteri οἰκουροῦσαν HP 14 εὔνοις] ἄνοις (i. e. ἀνθρώποις) Α ἔδοξα—συλλογὴν (16) om. F ἔδοξε BM 15 ἀμητοῦ BEM 16 δρέπανον F post δρέπανα add. δὲ Η2 δὲ] μὲν Η 17 μὲν om. MH ἐμοῦ Turn. δρᾶμα (γ eras.) Ε, δρᾶμα F Α (Mang.) δ’ MAFK, δὲ ss. Β, om. E 18 ἀπὸ] ἐπὶ VOK2 τε καὶ VO 19 τῆς om. VO εἰς] ὡς VO 20 πρᾶγμ’ ἀδηλούμενον Η: πρᾶγμα δηλούμενον ceteri εἰκόσι στοχασμοῖς om. HP νομίζῃς F, νομίσης Α 21 καὶ om. BEM 23 προσλαμβάνων H, προλαμβάνον P, λαμβάνον F, προσλαμβανόμενον M 24 ὑπειδόμενος codd.)

v.4.p.63
τοῦ προτέρου τοῖς ἀδελφοῖς ἀνέφερεν· ᾤετο γὰρ ἥλιον καὶ σελήνην καὶ ἕνδεκα ἀστέρας ἥκοντας προσκυνεῖν αὑτόν, ὡς τὸν πατέρα θαυμάσαντα τὸ γεγονὸς ἐναποθέσθαι τῇ διανοίᾳ ταμιεύοντα καὶ σκοπούμενον τὸ ἐσόμενον.

ἐμβριθῶς δ’ ἐνουθέτει τὸν παῖδα κατὰ δέος τοῦ μή τι διαμαρτεῖν καί φησιν· „ἆρα δυνησόμεθα ἐγὼ καὶ ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ προσκυνῆσαί σε;—διὰ μὲν γὰρ ἡλίου τὸν πατέρα, διὰ δὲ σελήνης τὴν μητέρα, διὰ δὲ τῶν ἕνδεκα ἀστέρων τοὺς ἕνδεκα ἀδελφοὺς ὑποσημαίνειν ἔοικας—· ὃ μηδὲ εἰς νοῦν ποτε ἔλθοι τὸν σόν, ὦ παῖ, λαθοῦσα δὲ καὶ ἡ μνήμη τῶν φανέντων ὑπεξέλθοι· τὸ γὰρ τὴν ἐπὶ τοῖς οἰκείοις ἐλπίζειν καὶ καραδοκεῖν ἡγεμονίαν ἀπευκτὸν ἄγαν παρ’ ἐμοὶ κριτῇ, νομίζω δὲ καὶ παρὰ πᾶσιν, ὅσοις ἰσότητος μέλει καὶ συγγενικῶν δικαίων.“

εὐλαβηθεὶς δ’ ὁ πατήρ, μή τις ἐκ τῆς συνδιαιτήσεως ἐπιγένηται ταραχὴ καὶ στάσις τοῖς ἀδελφοῖς μνησικακοῦσιν ὑπὲρ τῶν ὀνειράτων τῷ θεασαμένῳ, τοὺς μὲν ἐκπέμπει ποιμανοῦντας, τὸν δὲ οἴκοι παρεφύλαττεν ἄχρι καιροῦ τοῦ προσήκοντος, εἰδὼς ὅτι τῶν τῆς ψυχῆς παθῶν καὶ νοσημάτων λέγεται εἶναι χρόνος ἰατρός, ἱκανὸς καὶ πένθος ἀνελεῖν καὶ θυμὸν σβέσαι καὶ φόβον θεραπεῦσαι· πάντα γὰρ ἐξευμαρίζει καὶ ὅσα κατὰ τὴν φύσιν δυσίατα.

ὡς δ’ ἐτόπασε μηδὲν ἔτι ταῖς διανοίαις αὐτῶν ἔχθος ὑποικουροῦν, ἐκπέμπει τὸν υἱὸν ἅμα μὲν τοὺς ἀδελφοὺς ἀσπασόμενον, ἅμα δὲ καὶ δηλώσοντα, πῶς ἔχουσιν αὐτοί τε καὶ αἱ τῶν θρεμμάτων ἀγέλαι.

ταύτην τὴν ὁδὸν ἀρχὴν συνέβη γενέσθαι μεγάλων κακῶν τε αὖ καὶ ἀγαθῶν παρ’ ἐλπίδας ἑκατέρων. ὁ μὲν γὰρ ταῖς ἐπισκήψεσι πειθαρχῶν τοῦ πατρὸς ᾔει πρὸς τοὺς ἀδελφούς, οἱ δὲ μακρόθεν ἀφικνούμενον ἰδόντες ἄλλος ἄλλῳ διελάλουν οὐδὲν εὔφημον, ὁπότε οὐδ’ ὀνομαστὶ προσαγορεύειν ἠξίουν αὐτόν, ἀλλ’ ὀνειροπλῆγα καὶ "ἐνυπνιαστὴν" καὶ τοιαῦτα ἐπεφήμιζον [*](1 τοῦ om. P προτέρου mg. Η, ἑτέρου in textu H ἀνέφηνεν Η 2 αὐτόν codd. (v) 4 δὲ C τι om. HP 5 καί φησιν om. O post ἀδελφοί add. σου Α 7 ἕνδεκα alt. om. CAFGHP 8 μήδ’ AVO, μὴ F ποτε om. Α λαθοῦσα] ἐλαθεῖσα vel λυθεῖσα coni. Mang. 9 καὶ om. FG ἐπεξέλθοι H τὴν om. VOF 10 ἄγαν] ἅπαν F 11 ὅσοις] οἷς BEK ελ ἰσότητος corr. ex ἰσότης Β, ἰσότης CEHP μέλλει BMV1, μέλλει Κ 12 δὲ CVO τις] πὼς Α συνδιαιτήσεως Κ (coni. Mang.): συναντήσεως ceteri γένηται VO 14 δ’ E 15 παθῶν καὶ om. VO 16 εἷναι om. F ἱκανὸς om. F καὶ ante πένθος om. Α 17 τὴν om. M 18 δὲ CAVO διανοίαις om. Α ἄχθος FHP 18. 19 ἐποικουροῦν Ο 21 ὁδὸν om. P τε om. M 21. 22 τε κακῶν καὶ ἀγαθῶν αὖ transp. Α 22 πειθαρχῶν ταῖς ἐπισκήψεσι transp. Α (Mang.) ἐπισκέψεσι BEMF1 23 ἥκει Κ 24 ἄλλος] ἄλλως Η διελαλοῦνθ᾿ G ὁπότ’ Α οὐδὲ CVO 25 ἀλλὰ C τὰ ante τοιαῦτα add. MAFH2 τοιαῦτ᾿ ΑΚ)

v.4.p.64
καὶ ἐπὶ τοσοῦτον προῆγον ὀργῆς, ὥστε καὶ τὸν ἐπ’ αὐτῷ φόνον οὐ πάντες ἀλλ’ οἱ πλείους ἐβούλευον καὶ ὑπὲρ τοῦ μὴ καταφωραθῆναι ῥιπτεῖν ἀνελόντες ἐγνώκεσαν εἰς ὄρυγμα γῆς βαθύτατον· πολλαὶ δέ εἰσι περὶ τὸν τόπον ὕδατος ὀμβρίου δεξαμεναί.

καὶ μικροῦ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, εἰργάσαντο, εἰ μὴ παρηγορίαις τοῦ πρεσβυτάτου μόλις ἐπείσθησαν, ὃς παρῄνει μὴ ἐφάψασθαι τοῦ μιάσματος, ἀλλ’ αὐτὸ μόνον εἰς ἓν τῶν ὀρυγμάτων ῥῖψαι, διανοούμενός τι σωτήριον, ἵνα λαβὼν μετὰ τὴν ἀναχώρησιν ἀπαθῆ παντὸς κακοῦ παραπέμψῃ τῷ πατρί.

συναινεσάντων δέ, ὁ μὲν προσιὼν ἠσπάζετο, οἱ δὲ ὡς πολέμιον συλλαβόντες ἀπαμπίσχουσι τὴν ἐσθῆτα καὶ τὸν μὲν καθιμῶσιν εἰς βαθεῖς βόθρους, τὴν δ’ ἐρίφου αἵματι φοινίξαντες διαπέμπονται τῷ πατρὶ πρόφασιν ὡς ὑπὸ θηρίων

δαπανηθέντος. ἐκείνῃ δὲ τῇ ἡμέρᾳ κατά τινα συντυχίαν ἔμποροί τινες ὡδοιπόρουν τῶν ἔθος ἐχόντων ἀπ’ Ἀραβίας εἰς Αἴγυπτον κομίζειν φόρτον· οἷς ἀνελκύσαντες τὸν ἀδελφὸν πιπράσκουσιν, ἡγησαμένου τὴν γνώμην τοῦ καθ’ ἡλικίαν τετάρτου· καὶ γὰρ οὗτός μοι δοκῶ δείσας, μή ποθ’ ὑπὸ τῶν ὀργὴν ἀμείλικτον ἐπ’ αὐτῷ ζωπυρούντων δολοφονηθῇ, συνεβούλευσεν ἀποδόσθαι δουλείαν ὑπαλλαττόμενος θανάτου, κουφότερον κακὸν μείζονος.

ὁ δὲ πρεσβύτατος — οὐ γὰρ παρῆν πιπρασκομένου — διακύψας καὶ μὴ κατιδών, ὃν ἀπολελοίπει πρὸ μικροῦ, ἐβόα καὶ ἐκεκράγει καὶ τὰς ἐσθῆτας περιρρηξάμενος ἄνω καὶ κάτω καθάπερ ἐμμανὴς ἐφέρετο τὰς χεῖρας κροτῶν καὶ τὰς τρίχας τίλλων, „τί πέπονθε;“ λέγων·

"εἴπατε, ζῇ ἢ τέθνηκεν; εἰ μὲν οὐκ ἔστι, δείξατέ μοι τὸν νεκρόν, ἵν’ ἐπιδακρύσας τῷ πτώματι λωφήσω τῆς συμφορᾶς· ἰδὼν κείμενον παρηγορηθήσομαι. τί καὶ νεκρῷ μνησικακοῦμεν; πρὸς τοὺς ἐκποδὼν φθόνος οὐδεὶς φύεται. εἰ δὲ ζῇ, ποῖ γῆς ἀπελήλυθε; φυλάττεται παρὰ τίσιν; [*](1 προῆγον] προήχθησαν vel προῄεσαν coni. Mang. ἐπ’] ἐν F 2 ἀλλὰ C ἐπεβούλευον Α 2. 3 καταφ. ῥίπτειν ἀνελόντες ἐγνώκεσαν V, κ. ἀνελόντες ῥίπτειν ἑ. 2 ῥίπτειν CVO 3 ἀνελόντας Α ἐγνώκασιν F τῆς γῆς VO 4 ἄγος VO 5 παρηγορίαις Η πρεσβυτέρου Α, πρεσβύτου BEM 6 ἀλλὰ C αὐτὸν BMH 7 μετὰ τὴν om. CVO 9 δ’ (bis) BEKM 9. 10 ante ἀπαμπίσχουσι add. ἅπασαν AFGHP 10 δὲ CVO 11 διαπέμπουσι Α (fort. recte) πρόφασιν Α: προφάσει ceteri 13 ὁδοιπόρουν Α 14 εἰσηγησαμένου coni. Mang. 14. 15 τῆς γνώμης V2K2O 15 δοκεῖ VO 16 μή ποθ’ AG, μήποτε Κ: μήθ’ F, μὴ ceteri ὐπ’ αὐτῶν K 18 οὐ] ὁ F1 οὐδὲ γὰρ ἦν Α 20 τὴν ἐσθῆτα C καθὰ Α ἐκμανὴς G)

v.4.p.65
οὐ γὰρ δὴ κἀγὼ καθάπερ ἐκεῖνος ἐν ὑποψίαις εἰμί, ὡς ἀπιστεῖσθαι.“

εἰπόντων δ’ ὅτι πέπραται καὶ τὴν τιμὴν ἐπιδεικνυμένων, „καλὴν ἐμπορίαν“ εἶπεν "ἐστείλασθε· τὰ κέρδη διανειμώμεθα· τοῖς ἀνδραποδισταῖς περὶ κακίας ἄθλων ἁμιλλησάμενοι στεφανηφορῶμεν, προσυπερβάλλοντες αὐτοὺς ὠμότητι σεμνυνώμεθα· κατὰ ἀλλοτρίων ἐκεῖνοι συντίθενται, κατὰ δ’ οἰκειοτάτων καὶ φιλτάτων ἡμεῖς.

κεκαινούργηται μέγα ὄνειδος, περιβόητος αἰσχύνη. μνημεῖα καλοκἀγαθίας οἱ πατέρες ἡμῶν πανταχοῦ τῆς οἰκουμένης ἀπέλιπον, ἀπολείψομεν καὶ ἡμεῖς ἀπιστίας καὶ μισανθρωπίας ἀθεραπεύτους διαβολάς· φθάνουσι γὰρ αἱ τῶν μεγαλουργηθέντων φῆμαι πανταχόσε, τῶν μὲν ἐπαινετῶν θαυμαζόμεναι, τῶν δ’ ὑπαιτίων ψόγου καὶ κατηγορίας τυγχάνουσαι.

τίνα ἄρα τρόπον ὁ πατὴρ ἡμῶν τὴν περὶ τῶν συμβεβηκότων ἀκοὴν δέξεται; τρισμακαρίῳ καὶ τρισευδαίμονι τὸν καθ’ ἡμᾶς βίον ἀβίωτον παρέσχησθε. τὸν πραθέντα τῆς δουλείας ἢ τοὺς πεπρακότας τῆς ὠμότητος οἰκτιεῖται; πολὺ μᾶλλον εὖ οἶδα ἡμᾶς, ἐπεὶ καὶ τοῦ ἀδικεῖσθαι τὸ ἀδικεῖν χαλεπώτερον· τὸ μὲν γὰρ δυσὶ βοηθεῖται τοῖς μεγίστοις, ἐλέῳ καὶ ἐλπίδι, τὸ δ’ οὐδετέρου μετέχον ἅπασιν ἡττᾶται τοῖς κριταῖς. ἀλλὰ τί ταῦτα θρηνῶν ἀπηχῶ;