De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ὅθεν καὶ παγκάλως ὑμνῆσαι βουλόμενος τὸν εὔελπιν προειπών, ὅτι οὗτος ἤλπισεν ἐπὶ τὸν τῶν ὅλων πατέρα καὶ ποιητήν (cf. Gen. 4, 26), ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), καίτοι πατέρων καὶ πάππων ἤδη γεγονότων· ἀλλὰ τοὺς μὲν ἀρχηγέτας τοῦ μικτοῦ γένους ὑπέλαβεν εἶναι, τουτονὶ δὲ τοῦ καθαρωτάτου καὶ διηθημένου, ὅπερ ὄντως ἐστὶ λογικόν.
καθάπερ γὰρ ποιητὴς Ὅμηρος, μυρίων ποιητῶν ὄντων, κατ’ ἐξοχὴν λέγεται, καὶ τὸ μέλαν ᾧ γράφομεν, καίτοι παντὸς ὃ μὴ λευκόν ἐστι μέλανος ὄντος, καὶ ἄρχων Ἀθήνῃσιν ὁ ἐπώνυμος καὶ τῶν ἐννέα ἀρχόντων ἄριστος, ἀφ’ οὗ οἱ χρόνοι καταριθμοῦνται, τὸν αὐτὸν τρόπον καὶ τὸν ἐλπίδι χρώμενον „ἄνθρωπον“ κατ’ ἐξοχὴν ὠνόμασε τὰ πλήθη τῶν ἄλλων ἀφησυχάσας ὡς οὐκ ἀξίων [*](2 ἀνατέμνει] ἀναφαίνει CF ἀνατέμνει καὶ oiu. Arin 4 post ἐραστὴν add. ἐνὼς M ἄνθρωπον om BE 6 τἀγαθὰ F 7 δῆλον ὅτι CBEK: δηλονότι ceteri οὐκ ΒΕ Arm: οὐδ’ ceteri 8 τοῦ οἰκειοτάτου P 9 ψυχῆς om. ΒΕ καὶ om. Arm 10 εὐέλπιστον BE προσειπών BEK οὗτος ἤλπισεν ἐπικαλεῖσθαι· αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων C adnot. in marg. 13 καθαρωτέρου BE 14 διειθισμένου Α ὄντως] οὗτος Α λογικῶν BE ὁ ποιητὴς MAIIP 15 ποιητῶν ὄντων BEK: ὄντων ποιητῶν ceteri κατ’ ἐξοχὴν om. G 15. 16 καὶ μέλαν τὸ ᾧ conicio 16 ᾧ] ὃ BEK, ὧ ὃ P πάντως BEMA μέλαν ὄντως BEMA 16—18 καὶ ὄρχων — καταριθμοῦνται ἁ om. Arm 17 ὁ ἄριστος BEKF 19 ὠνόμασεν CE ἐφυσηχάσας (sic) C, ἐφησυχάσας MAII ἀξίους BE 3 sqq. Euseb. Pr. Ev. VII 8,5 . . . παρ’ ὃ καὶ πρῶτος ἀληθὴς ἄνθρωπος χρηματίσαι παρ’ Ἑβραίοις ἀναγέγραπται· κέκληται δ’ οὖν (γοῦν?) Ἐνώς, ὅπερ ἐστὶν ἀληθὴς εὐθυβόλῳ προσωνυμία. οὐδὲ γὰρ ἄλλον φασὶν ἀληθῆ προσήκειν ἡγεῖσθαι καὶ ὀνομάζειν ἄνθρωπον ἡ τὸν θεοῦ γνώσεως καὶ εὐσεβείας ἐπήβολον, τὸν ἀληθῶς γνωστικὸν ὁμοῦ καὶ εὐσεβῆ, (6) ὅτι δὴ τοὺς μὴ τοιούτους, θρεμμάτων κατ’ οὐδὲν ἀλόγων διαφέροντας, οἷα ἐπὶ γαστέρα καὶ ἡδονὴν πρηνεῖς καταβεβλημένους, θῆρας μᾶλλον ἡ ἀνθρώπους ἡ Ἑβραίων ἀποκαλεῖν διδάσκει γραφὴ κυριολεκτεῖν εἰθισμένη τὰς προσηγορίας .... (11) τοιόσδε μὲν οὖν ὁ παρ’ ‘Eβραίοις εἰσῆκται πρῶτος καὶ ἀληθὴς ἄνθρωπος ... ὁ θεοφιλῶν πρώτιστος, ὃς ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ.)
εὖ μέντοι καὶ τὴν βίβλον γενέσεως τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου προσεῖπεν, οὐκ ἀπὸ σκοποῦ, διότι γραφῆς καὶ μνήμης ἄξιος ὁ εὔελπις, οὐ τῆς ἐν χαρτιδίοις ὑπὸ σητῶν διαφθαρησομένοις, ἀλλὰ τῆς ἐν ἀθανάτῳ τῇ φύσει, παρ’ ᾗ τὰς σπουδαίας πράξεις ἀναγράπτους εἶναι συμβέβηκεν.
εἰ μέντοι καταριθμήσειέ τις ἀπὸ τοῦ πρώτου καὶ γηγενοῦς, τὸν ὑπὸ μὲν Χαλδαίων Ἐνὼς Ἑλλάδι δὲ διαλέκτῳ προσαγορευόμενον „ἄνθρωπον“ εὑρήσει τέταρτον.