De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

δευτέρου δὲ ὅτι οὐ πολὺς πόνος τοῖς ἐθέλουσι κατὰ τοὺς κειμένους νόμους ζῆν, ὁπότε καὶ ἀγράφῳ τῇ νομοθεσίᾳ, πρίν τι τὴν ἀρχὴν ἀναγραφῆναι τῶν ἐν μέρει, ῥᾳδίως καὶ εὐπετῶς ἐχρήσαντο οἱ πρῶτοι· ὡς δεόντως ἄν τινα φάναι, τοὺς τεθέντας νόμους μηδὲν ἄλλ’ ἢ ὑπομνήματα εἶναι βίου τῶν παλαιῶν, ἀρχαιολογοῦντας ἔργα καὶ λόγους, οἷς ἐχρήσαντο.

ἐκεῖνοι γὰρ οὔτε γνώριμοι καὶ φοιτηταὶ γενόμενοί τινων οὔτε παρὰ διδασκάλοις ἃ χρὴ πράττειν καὶ λέγειν ἀναδιδαχθέντες, αὐτήκοοι δὲ καὶ αὐτομαθεῖς, ἀκολουθίαν φύσεως ἀσπασάμενοι, τὴν φύσιν αὐτήν, ὅπερ ἐστὶ πρὸς ἀλήθειαν, πρεσβύτατον θεσμὸν εἶναι ὑπολαβόντες ἅπαντα τὸν βίον ηὐνομήθησαν, ὑπαίτιον μὲν οὐδὲν γνώμαις ἑκουσίοις ἐργασάμενοι, περὶ δὲ τῶν ἐκ τύχης ποτνιώμενοι τὸν θεὸν καὶ λιταῖς καὶ ἱκεσίαις ἐξευμενιζόμενοι πρὸς ὁλοκλήρου μετουσίαν ζωῆς δι’ ἀμφοτέρων κατορθουμένης τῶν τε ἐκ προνοίας καὶ τῶν ἄνευ ἑκουσίου γνώμης.

[*](1 κατὰ τὸ ἑξῆς om. BE καὶ ἀκόλουθον scripsi: κατακόλουθον BE, ἀκόλουθον ceteri ἀναγκαῖον ἦν Κ Arm, ἦν (om. ἀναγκαῖον) BE 2 ἐπὶ μέρη F καὶ ὡς ἄν om. C ὡς ἄν εἰκόνων] ὡσανεὶ κοινῶν BEMAP2 εἰκόνων] ἐκείνων C 3 καὶ om. C διερευνήσωμεν codd.: διερευνήσομεν Maug. 5 οὐχ ὑπέρ τὸν ἐκείνων ἔπαινον G, οὐχ ὑπὲρ τὸν (corr. ex τοῦ) τὸν ἐκείνων ἔπαινον F, οὐχ ὑπὲρ τοῦ ἐκείνων ἐπαίνου C ἐκεῖνον EP 7 ὅμοιον BEK Arm: τῶν ὁμοίων ceteri S μὲν] γὰρ P, μὲν ὅτι in ras. Η (Turn.) δεῖξαι L (Turn.) 9 τεθειμένα BEKM: τιθέμενα ceteri τῶν τῆς φύσεως coni. Mang. δὲ om. Α διότι BE 10 ἐθέλουσι BEK: θέλουσι ceteri 11 τι] τε BE 12 τινα] τις C, τι FG 13 τιθέντας Mang. μηδὲν om. Α ἀλλ’ ἢ coni. Wendl. τοῦ βίου Κ 15 διδασκάλους Ε, διδασκάλων ΒΚ 18 πρεσβύτατον CFG Arm: νόμιμον, πρεσβύτατον Κ, πρεσβύτατον νόμιμον ceteri ἅπαντα τὸν βίον ηὐνομήθησαν om. CFG, ηὐνομήθησαν om. in lc. Α 18. 19 ηὐνομήθησαν BEK Arm: ἐνομοθέτησαν MHP 19 δὲ om. E 20 καὶ λιταῖς om. ΒΕ καὶ ταῖς ἱκεσίαις BE 22 ἄνευ] ἐξ Arm 7 ἔμψυχοι νόμοι] ν. Hirzel, Ἄγραφος νόμος p. 17. 51 ss.)
v.4.p.3

Ἐπειδὴ τοίνυν ἀρχὴ μετουσίας ἀγαθῶν ἐστιν ἐλπὶς καὶ ταύτην οἷα λεωφόρον ὁδὸν ἡ φιλάρετος ἀνατέμνει καὶ ἀνοίγει ψυχὴ σπουδάζουσα τυχεῖν τοῦ πρὸς ἀλήθειαν καλοῦ, τὸν πρῶτον ἐλπίδος ἐραστὴν προσεῖπεν „ἄνθρωπον“ τὸ κοινὸν τοῦ γένους ὄνομα κατ’ ἐξαίρετον χάριν δωρησάμενος αὐτῷ.

Χαλδαῖοι γὰρ τὸν ἄνθρωπον Ἐνὼς καλοῦσιν, ὡς μόνου πρὸς ἀλήθειαν ὄντος ἀνθρώπου τοῦ τὰ ἀγαθὰ προσδοκῶντος καὶ ἐλπίσι χρησταῖς ἐφιδρυμένου· ἐξ οὗ δῆλον, ὅτι τὸν δύσελπιν οὐκ ἄνθρωπον ἀλλ’ ἀνθρωποειδὲς ἡγεῖται θηρίον τὸ οἰκειότατον ἀνθρωπίνης ψυχῆς, ἐλπίδα, ἀφῃρημένον.