De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τεκμήριον δὲ ἐναργέστατον τῆς ἀποικίας, ἣν ἀπ’ ἀστρονομίας καὶ τῆς χαλδαϊζούσης δόξης ἡ διάνοια ἐστείλατο· λέγεται γὰρ εὐθὺς ἅμα τῇ μεταναστάσει τοῦ σοφοῦ· „ὤφθη δὲ ὁ θεὸς τῷ Ἀβραάμ“ (Gen. 12, 7)· ᾧ δῆλον ὅτι πρότερον οὐκ ἦν ἐμφανής, ὅτε χαλδαΐζων τῇ τῶν ἀστέρων χορείᾳ προσεῖχεν ἔξω τοῦ κόσμου καὶ τῆς αἰσθητῆς οὐσίας εὐάρμοστον καὶ νοητὴν φύσιν οὐδεμίαν ἁπλῶς καταλαμβάνων.

ἐπεὶ δὲ μετεχώρησε καὶ μεθωρμίσατο, κατὰ τἀναγκαῖον ἔγνω τὸν κόσμον ὑπήκοον ἀλλ’ οὐκ αὐτοκράτορα, οὐ πρυτανεύοντα ἀλλὰ πρυτανευόμενον ὑπ’ αἰτίου τοῦ πεποιηκότος,

ὅπερ ἡ διάνοια τότε πρῶτον ἀναβλέψασα εἶδε. πολλὴ γὰρ αὐτῆς πρότερον ἀχλὺς ὑπὸ τῶν αἰσθητῶν κατεκέχυτο, ἣν ἐνθέρμοις καὶ διαπύροις δόγμασιν ἀνασκεδάσασα μόλις ἴσχυσεν ὡς ἐν αἰθρίᾳ καθαρᾷ τοῦ πάλαι κρυπτομένου καὶ ἀειδοῦς φαντασίαν λαβεῖν· ὃς ἕνεκα φιλανθρωπίας ἀφικνουμένην τὴν ψυχὴν ὡς ἑαυτὸν οὐκ ἀπεστράφη, προϋπαντήσας δὲ τὴν ἑαυτοῦ φύσιν ἔδειξε, καθ’ ὅσον οἷόν τε ἦν ἰδεῖν τὸν βλέποντα.

διὸ λέγεται, οὐχ ὅτι ὁ σοφὸς εἶδε θεόν, ἀλλ’ ὅτι „ὁ θεὸς ὤφθη“ τῷ σοφῷ· καὶ γὰρ ἦν ἀδύνατον καταλαβεῖν τινα δι’ αὑτοῦ τὸ πρὸς ἀλήθειαν ὄν, μὴ παραφήναντος ἐκείνου ἑαυτὸν καὶ ἐπιδείξαντος.