De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ἀλλὰ τί τούτων, εἴποι τις ἄν, ὄφελος ἦν, εἰ μὴ νοῦς ἀόρατος καθάπερ θαυματοποιὸς ἔνδοθεν ὑπήχει ταῖς ἑαυτοῦ δυνάμεσιν, ἃς τοτὲ μὲν ἀνιεὶς καὶ ἐπιχαλῶν τοτὲ δὲ ἀντισπῶν καὶ ἀνθέλκων βίᾳ κίνησιν ἐμμελῆ καὶ πάλιν ἡσυχίαν ἐμπαρεῖχε τοῖς θαυμασίοις; τοῦτο ἔχων παρὰ σεαυτῷ τὸ παράδειγμα ῥᾳδίως οὗ σφόδρα ποθεῖς λαβεῖν τὴν ἐπιστήμην κατανοήσεις.

οὐ γὰρ ἐν σοὶ μὲν νοῦς ἐστιν ἡγεμὼν ἐπιτεταγμένος, ᾧ καὶ τοῦ σώματος ἅπασα κοινωνία πειθαρχεῖ καὶ ἑκάστη τῶν αἰσθήσεων ἕπεται, ὁ δὲ κόσμος, τὸ κάλλιστον καὶ μέγιστον καὶ τελεώτατον ἔργον, οὗ πάντα τὰ ἄλλα συμβέβηκεν εἶναι μέρη, βασιλέως ἀμοιρεῖ τοῦ συνέχοντος καὶ ἐνδίκως ἐπιτροπεύοντος. εἰ δ’ ἀόρατος ὁ βασιλεύς, μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ ἐν σοὶ νοῦς ὁρατός.

ταῦτά τις ἐπιλογιζόμενος καὶ οὐ πόρρωθεν ἀλλ’ ἐγγύθεν ἀναδιδασκόμενος ἔκ τε ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν εἴσεται σαφῶς, ὅτι ὁ κόσμος οὐκ ἔστιν ὁ πρῶτος θεός, ἀλλ’ ἔργον τοῦ πρώτου θεοῦ καὶ τοῦ συμπάντων πατρός, ὃς ἀειδὴς ὢν πάντα φαίνει μικρῶν τε αὖ καὶ μεγάλων διαδεικνὺς τὰς [*](1 ηὔξησε] ἦγξε CFG (Turn.) 2 παραπεμψάμενος] ἱλασάμενος BE περιπολοῦντας ἀστέρας Arm 3 χρόνον om. Turn. 4 δι’ ἧς δυνήσῃ BEK Arm: δυνήσῃ γὰρ ceteri (v) 5 post παντός add. ὅτι μὴ σεαυτοῦ BE 6 τὴν τῶν χαρραίων Α ποιεῖσθαι HP(v) 7 χαρρὰ F δ’ BEK 8 διακύπτειν πέφυκε ΒΕΚ: πέφυκε διακύπτειν ceteri 9 ἦν om. ΜΗΡ(v) 10 ἀοράτως coni. Mang. θαυμαστοποιὸς G, θαυματοποιοὺς Α ἔνδον REK ὑπηχεῖ Β, ὑφηχεῖ C, ὑφήχει G, ἠπείχει F 11 δ’ BEK 12 πάλιν BEK Arm: πολλὴν ceteri (v) ; κατὰ πολλὴν coni. Mang. ἐμπαρεῖχε τοῖς θαυμασίοις BEK: ἐμπαρείχετο τοῖς θαύμασι ceteri τοῖς θαυμασίοις om. Arm 13 τὸ om. BEF 14 κατανοήσῃς C οὐ] εἰ Α μὲν] γε ΒΑ ὁ νοῦς CFG(v) 15 ὧ̣] οὖ F 16 καὶ μέγιστον om. ΒΚ Arm 17 τελεώτατον BEK: τελειότατον ceteri οὖ μέρη om. Arm τὰ ἄλλα πάντα transp. F 18 συνέχοντος Mang.: συνέξοντος codd. ἐπιτροπεύσαντος ΒΕ, ἐπιτροπεύσοντος KHP ἀοράτως C 19 ὁ βασιλεύς BEK Arm: om. ceteri (v) μὴ—ὁρατός om. CFG 20 ἀλλ’ ἐγγύθεν om. BE 21 ἑαυτοῦ BE: αὑτοῦ MH2, τῶν ἑαυτοῦ Κ, αὐτοῦ CFH1P, ὖ (sic) G, αὐτὰς Α αὐτὸν codd. εἴσεται] εἰ ἔσται G 23 ἀιδὴς BE αὖ om. Κ δεικνὺς CFGMA)

v.4.p.19
φύσεις.

σώματος γὰρ ὀφθαλμοῖς οὐκ ἠξίωσε καταλαμβάνεσθαι, τάχα μὲν ἐπειδὴ θνητὸν ἀιδίου ψαύειν οὐχ ὅσιον ἦν, τάχα δὲ καὶ δι’ ἀσθένειαν τῆς ἡμετέρας ὄψεως· οὐ γὰρ ἂν ἐχώρησε τὰς ἀπὸ τοῦ ὄντος ἐκχεομένας αὐγάς, [*](13 M.) ὁπότε οὐδὲ ταῖς ἀφ’ ἡλίου προσβλέπειν ἀκτῖσιν οἵα τέ ἐστι.