De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
ἤδη γὰρ οὐκ εἰς μακρὰν ἐπιμνησθήσεται σοφῶν ἑτέρων, οἳ τὴν ἀρετὴν ἀνανταγώνιστον ἔσχον, οὐ πονηροῖς ἀντεξετασθέντες οὐδ’ ὅτι βελτίους ἐγένοντο τῶν κατ’ αὐτοὺς ἀποδοχῆς καὶ προνομίας ἀξιωθέντες, ἀλλ’ ὅτι φύσιν εὔμοιρον κτησάμενοι διετήρησαν αὐτὴν ἀδιάστροφον, οὐ φυγόντες μοχθηρὰ ἐπιτηδεύματα, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν αὐτοῖς περιπεσόντες, προηγουμένως δὲ καλῶν ἔργων καὶ λόγων ἀσκηταὶ γενόμενοι τὸν βίον ἐπεκόσμουν.
θαυμασιώτατοι μὲν οὖν ἄνδρες ἐκεῖνοι γεγόνασιν, οἳ ταῖς ὁρμαῖς ἐλευθέραις καὶ εὐγενέσιν ἐχρήσαντο, μὴ κατὰ μίμησιν ἢ ἐναντίωσιν ἑτέρων, ἀλλ’ αὐτὸ τὸ καλὸν καὶ τὸ δίκαιον ἀποδεξάμενοι, θαυμάσιος δὲ καὶ ὁ τῆς καθ’ αὑτὸν γενεᾶς διενηνοχὼς καὶ μηδενὶ συνενεχθεὶς ὧν ἐζήλωσαν οἱ πολλοί· δευτερείων μὲν οὗτος ἐφίξεται, τὰ δὲ πρῶτα τῶν ἄθλων ἐκείνοις ἀναδώσει ἡ φύσις.
τὰ μέντοι δευτερεῖα καὶ αὐτὰ μεγάλα· τί δ’ οὐχὶ μέγα καὶ περιμάχητον ὧν ὀρέγει καὶ δωρεῖται θεός; σαφεστάτη δὲ πίστις αἱ τῶν χαρίτων ὑπερβολαί, ὧν οὗτος ἔτυχεν.
ἐπεὶ γὰρ ἀδικημάτων φορὰν ἤνεγκεν ὁ χρόνος ἐκεῖνος καὶ πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις καὶ οἰκία καὶ ἕκαστος ἰδίᾳ πονηρῶν ἐπιτηδευμάτων ἀνεπέπληστο, πάντων ἑκουσίως καὶ ἐκ προνοίας ὡς ἐν ἀγῶνι περὶ τῶν ἐν τῷ διαμαρτάνειν πρωτείων [*](1 μέντοι om. Arm τοιαύταις F 2 ἦν om. ΒΕΚ αὐτοῦ codd.: αὑτοῦ v 3 καθάπαξ cocld.: καθάπαν voluit Mang. 4 γεγονότων om. Arm 5 οἲ] ἢ Α ἀνταγώνιστον ’P 7 προνομίας] προνοίας BEK ἀλλὰ Α 8 μοχθηρὰ ἐπιτηδεύματα BEK Aim: ἐπιτηδεύματα μοχθηρά ceteri οὐ περιπεσόντες εἰς μοχθηρά ἐπιτηδεύματα Arm 8. 9 ἀλλ’—περιπεσόντες om. Arm 9 καλῶν] ὅλων Arm 10 θαυμασιώτατοι BEK: θαυμαστότατοι ceteti ἄνδρες Κ: οἱ ἄνδρες BE Arm, ἄνθρωποι ceteri 11 καὶ εὐγενέσιν om. Arm 12. 13 καὶ αὐτοδίκαιον ἀσπαζόμενοι BE) 13 θαυμάσιος BEK: θαυμαστὸς ceteri καθ’ ἑαυτὸν F, καταυτὺν C 16 αὐτὰ BEK: ταῦτα ceteri 18 ἐπειδὴ F γὰρ οm. Arm ἀδικημάτων BEK Arm: ἀδικημάτων καὶ ἀσεβημάτων ceteri 19 ὁ χρόνος ἐκεῖνος BEK Arm: ἐκεῖνος ὁ ἕκαστος ceteri καὶ πόλις καὶ ἔθνος transp. BEK 19. 20 καὶ οἰκία καὶ ἕκαστος ἰδίᾳ om. Arm 20 ἀνεπέπληστο BE, ἀναπέπληστο K: ἐπέπληστο ceteri πάντως F 21 προνοίας] παροινίας BE post ὡς add. γὰρ BE 4 Origenes Homil. in Num. IX 1 t. X p. 77 (lommatzsch): Sed et ex iis quae legimus singuli quiquo iustorum magis ex comparatione ceterorum clari videntur habiti apud Deum. denique de Noe scriptum est, quod esset iustus et perfectus in generatione sua; in quo ostenditur, quod non ex integro perfectus, sed in generatione sua perfectus fuerit et ad comparationem ceterorum iustus pronuntiatus sit,)
πρὸς ἐπίληπτον καὶ ἐπάρατον βίον—· ἐφ’ οἷς ὁ θεὸς εἰκότως δυσχεράνας, εἰ τὸ ζῷον τὸ ἄριστον εἶναι δοκοῦν καὶ συγγενείας ἀξιωθὲν τῆς πρὸς αὐτὸν ἕνεκα τῆς ἐν τῷ λόγῳ κοινωνίας, δέον ἀρετὴν ἐπιτηδεύειν, ἐζήλωσε κακίαν καὶ τὰ εἴδη πάντα κακίας, δίκην ὁρίζει τὴν προσήκουσαν, ἀφανίσαι τοὺς τότε ὄντας κατακλυσμῷ διανοηθείς, οὐ μόνον τοὺς ἐν τῇ πεδιάδι καὶ τοῖς χθαμαλωτέροις ἀλλὰ καὶ τοὺς ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι κατοικοῦντας.
ἡ μὲν γὰρ μεγάλη θάλαττα μετέωρος ὡς οὐδέπω πρότερον ἀρθεῖσα διὰ τῶν στομάτων ἀθρόᾳ ῥύμῃ τοῖς καθ’ ἡμᾶς εἰσερρύη πελάγεσι, τὰ δὲ πλημμύραντα νήσους καὶ ἠπείρους ἐπέκλυσε, πηγῶν δ’ ἀενάων καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων ἐπάλληλοι φοραὶ συνῆπτον ἀλλήλαις ἀναχεόμεναι καὶ πρὸς ὕψος ἐπαιρόμεναι ἐπέβαινον.
οὐ μὴν οὐδὲ ὁ ἀὴρ ἠρέμει· πάντα γὰρ τὸν οὐρανὸν βαθὺ καὶ συνεχὲς νέφος ἐπεῖχε καὶ πνεύματα ἦν ἐξαίσια πάταγοί τε βροντῶν καὶ ἐπιλάμψεις ἀστραπῶν καὶ κεραυνῶν φοραί, καταρρηγνυμένων ὄμβρων ἀπαύστων, ὡς νομίσαι τὰ μέρη τοῦ παντὸς εἰς μίαν φύσιν τὴν ὕδατος ἀναστοιχειούμενα σπεύδειν, ἕως τοῦ μὲν ἄνωθεν καταράττοντος τοῦ δὲ κάτωθεν ἐπανιόντος μετάρσια ἤρθη τὰ ῥεῖθρα, οἷς οὐ μόνον ἡ πεδιὰς καὶ ὅση χθαμαλὴ κατακλυσθεῖσα ἠφανίσθη, ἀλλὰ καὶ τῶν ὑψηλοτάτων ὀρῶν αἱ κορυφαί.
πάντα γὰρ τὰ μέρη τῆς γῆς ἔδυ καθ’ ὕδατος, ὡς πᾶσαν καθηρπάσθαι καὶ τὸν κόσμον ἀκρωτηριασθέντα μεγάλῳ τμήματι τὸν παντελῆ καὶ ὁλόκληρον, ὃ μήτε εἰπεῖν μήτε νοῆσαι θέμις, [*](1 ἁμιλλώμενοι BE, ἁμιλλωμένων om. Arm γὰρ KMAHP: om. ceteri ante add. ὅτῳ F, οὕτως G, ἐφιλονείκουν om. C ἕκαστοι Η2 2 μεγέθει κακίας BEK Arm: κακίας μεγέθει ceteri ἐπειγόμενοι Η2 2.3 καὶ—βίον om. Arm 2 παραλιπόντος ΒΕ τῶν] τὸν F 4 εἰ corr. ex εἰς BE ζῴων Arm τὸ alt. ora. BEF 6 post ἐζήλωσε add. δὲ ΗΡ καὶ—κακίας om. Arm εἴδη] ἤδη Α 7 ἀφανίσαι BEK: ἀφανίζειν ceteri οὐ μόνον BEK Arm: οὐ μόνον δὲ ceteri S καὶ τοῖς χθαμαλωτέροις om. Arm ὑψηλοτάτοις om. Arm 9 γὰρ om. BE θάλασσα BEK 9. 10 ὡς οὐδέπω πρότερον om. Arm 9 ὡς corr. ex ὧν E, ὦν Β οὔπω BE 11 πλημμύροντα CFG καὶ om. BE 12 δ’ BEK Arm: τ’ CMAHP, τε G, τῶν F ἀενάων CEG: ἀεννάων ceteri ποταμῶν αὐθιγενῶν BEK Arm: αὐθιγενῶν ποταμῶν ceteri τε BEK: om. ceteri 13 ἀλλήλαις BE: ἀλλήλοις ceteri ἀνερχόμεναι CFG 14 aute βαθὺ add. καὶ MAGHP 15 καὶ prius ss, H2P2 τε BEK: δὲ ceteri 16 ἐπιλείψεις ἄστρων BE 17 τὴν] τοῦ KH1P 18 ἕως] ὡς CFG καταρράττοντος CABEK post δὲ add. καὶ BE 20 καὶ ὅση χθαμαλὴ om. Arra 21. 22 ὡς ὅλην ἀνηρπάσθαι ΒΕ 22. 23 μεγάλῳ— θέμις om. Arm 22 μεγάλα τμήματα coni. Mang. 23 μήτ’ BEK νομῆσαι P)
τότε δὴ τότε εὐθὺς ἐφθείρετο ὅσα σπαρτὰ καὶ δένδρα—φθείρει γὰρ ὡς ἔνδεια καὶ πλῆθος ἄμετρον—, ἔθνῃσκον δ’ αἱ μυρίαι τῶν ζῴων ἀγέλαι ἡμέρων ὁμοῦ καὶ ἀγρίων· ἦν γὰρ εἰκός, τοῦ κρατίστου γένους ἀνθρώπων ἀφανιζομένου, μηδὲν ὑπολειφθῆναι τῶν χειρόνων, ἐπεὶ καὶ πρὸς τὰς ἐκείνου χρείας ἐγένετο δοῦλα τρόπον τινὰ δεσποτικαῖς προστάξεσιν ὑπηρετήσοντα.
τοσούτων δὴ καὶ τηλικούτων ἐπιρραξάντων κακῶν, ἅπερ ἐκεῖνος ὁ καιρὸς ὤμβρησε — πάντα γὰρ τὰ τοῦ κόσμου μέρη, δίχα τῶν κατὰ τὸν οὐρανόν, ἐκινήθη παρὰ φύσιν, ὡς ἂν βαρεῖαν καὶ θανατώδη νόσον νοσήσαντα —, μόνος δὲ εἷς οἶκος ὁ τοῦ λεχθέντος ἀνδρὸς δικαίου καὶ θεοφιλοῦς διασῴζεται δύο λαβόντος τὰς ἀνωτάτω δωρεάς, μίαν μέν, ἣν εἶπον, τὸ μὴ πᾶσι τούτοις συναπολέσθαι, ἑτέραν δὲ τὸ πάλιν ἀρχηγέτην αὐτὸν ὑπάρξαι νέας ἀνθρώπων σπορᾶς· ἠξίωσε γὰρ αὐτὸν ὁ θεὸς καὶ τέλος τοῦ γένους ἡμῶν καὶ ἀρχὴν γενέσθαι, τέλος μὲν τῶν πρὸ τοῦ κατακλυσμοῦ, τῶν δὲ μετὰ τὸν κατακλυσμὸν ἀρχήν.
Τοιοῦτος μὲν ὁ τῶν καθ’ αὑτὸν ἄριστος, τοιαῦτα δὲ καὶ τὰ τεθειμένα ἆθλα αὐτῷ, ὁποῖα δεδήλωκεν ὁ ἱερὸς λόγος. τῶν δ’ εἰρημένων τριῶν εἴτε ἀνδρῶν εἴτε ψυχῆς τρόπων ἐναρμόνιος ἡ τάξις· ὁ μὲν γὰρ τέλειος ὁλόκληρος ἐξ ἀρχῆς, ὁ δὲ μετατεθειμένος ἡμίεργος, τοῦ βίου τὸν μὲν πρότερον χρόνον ἀναθεὶς κακίᾳ, τὸν δ’ ὕστερον ἀρετῇ, πρὸς ἣν μετανέστη καὶ μετῳκίσατο, ὁ δὲ ἐλπίζων, ὡς αὐτὸ δηλοῖ τοὔνομα, [*](2 ἅπασαν ἤλω (sic) BE ἀνήλωται F, ἠλλοιώθη Arm νικηθεὶς] τῶ νενικῆσθαι ΒΚ, τῶ νικῆσθαι Ε φορᾶς καὶ βίας BEK: βίας καὶ φορᾶς ceteri, φορᾶς καὶ om. Arm 3 τότε δὴ τότε BEK: alt. τότε om. ceteri 5 δὲ BEK 8 πράξεσιν FG ὑπηρετήσοντα CBEH2: ὑπηρετήσαντα ceteri 9 ἐπηρραξάντων Ε; καταρραξάντων coni. Mang. 10 κατὰ τὸν οὐρανὸν BEK Arm: κατ’ οὐρανόν ceteri 12 δὲ om. Arm ὁ om. Bli 13 μέν om. BE 13. 14 πᾶσι τούτοις] πᾶσιν οὗτος Α 14 ἀρχηγέτην αὐτὸν BEK: αὐτὸν ἀρχηγέτην ceteri ὑπάρξειν MH2 νέας] γενεᾶς CFGA, τοῦ γένους τῆς νέας BE 15 τοῦ γένους ἡμῶν BEK Arm: ἡμῶν τοῦ γένους ceteri 18 καθ’ αὑτῶν G 19 τιθέμενα CFG 19. 20 τῶν— τάξις om. CFG 20 εἴτε ἀνδρῶν om. ΗΡ1 (Turn.), add. mg. Ρ2 ψυχῆς scripsi (sic Arm ut vid.): ψυχῶν codd. ante τρόπων add. εἴτε Η2 (Turn.) τρόπων corr. ex τρόπον Κ, τρόπον BE 21 ὁλόκληρον F μετατιθέμενος CFG ἡμίεργός M τοῦ βίου om. C, post χρόνον (22) transp. Arm 22 πρῶτον Κ ἀναθεὶς BEK: ἀνατιθεὶς ceteri δὲ BEK 23 μετωικήσατο M, μετωκήσατο BAFP δ’ BEK τοὔνομα om. BE)
Ἡ μὲν οὖν προτέρα τριὰς τῶν ἀρετὴν ἐπιποθησάντων δεδήλωται. μείζων δέ ἐστιν ἡ ἑτέρα, περὶ ἧς νυνὶ λεκτέον. ἐκείνη μὲν γὰρ τοῖς ἐν ἡλικίᾳ παιδικῇ μαθήμασιν ἔοικεν, αὕτη δὲ τοῖς ἀνδρῶν ἀθλητικῶν γυμνάσμασιν ἐπὶ τοὺς ἱεροὺς ὄντως ἀλειφομένων ἀγῶνας, οἳ σωμασκίας καταφρονοῦντες τὴν ἐν τῇ ψυχῇ κατασκευάζουσιν εὐεξίαν ἐφιέμενοι τῆς κατὰ τῶν ἀντιπάλων παθῶν νίκης.
οἷς μὲν οὖν διενήνοχεν ἕκαστος ἐφ’ ἓν καὶ τὸ αὐτὸ τέλος ἐπειγόμενος, αὖθις ἀκριβέστερον ἐροῦμεν· ἃ δὲ χρὴ περὶ τῶν τριῶν συλλήβδην προειπεῖν, ἀναγκαῖον μὴ παρασιωπῆσαι.
τούτους τοίνυν συμβέβηκε μιᾶς οἰκίας καὶ ἑνὸς γένους εἶναι—ὁ γὰρ τελευταῖος υἱὸς μέν ἐστι τοῦ μέσου, υἱωνὸς δὲ τοῦ πρώτου — καὶ πάντας φιλοθέους ὁμοῦ καὶ θεοφιλεῖς, ἀγαπήσαντας τὸν ἀληθῆ θεὸν καὶ ἀνταγαπηθέντας πρὸς αὐτοῦ, ὃς ἠξίωσε, καθάπερ δηλοῦσιν οἱ χρησμοί, διὰ τὰς ὑπερβολὰς τῶν ἀρετῶν αἷς συνεβίουν κοινωνῆσαι τῆς προσρήσεως αὐτοῦ.
τὸ γὰρ ἴδιον ὄνομα τοῖς ἐκείνων ἐναρμοσάμενος ἥνωσε, τὴν ἐκ τῶν τριῶν σύνθετον κλῆσιν ἐπιφημίσας ἑαυτῷ· "τοῦτο γάρ μου“ φησίν „ὄνομά ἐστιν αἰώνιον, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ“ (cf. Exod. 3,15)—ἀντὶ τοῦ καθάπαξ τὸ πρός τι· καὶ μήποτ’ εἰκότως· ὀνόματος γὰρ ὁ θεὸς οὐ δεῖται, μὴ δεόμενος δ’ ὅμως ἐχαρίζετο τῷ γένει τῶν ἀνθρώπων κλῆσιν οἰκείαν, ἵν’ ἔχοντες καταφυγὴν πρὸς ἱκεσίας καὶ λιτὰς μὴ ἀμοιρῶσιν ἐλπίδος χρηστῆς.
ταῦτα μὲν οὖν ἐπ’ ἀνδρῶν ὁσίων εἰρῆσθαι δοκεῖ, [*](1 ἐλλειπής BECGM μὲν om. CFG μήπω BEK: οὔπω ceteri τούτου om. Arm 2 λιμένας BEK: λιμένα ceteri 2. 3 κατέρρειν A καταίρειν θαλαττεύουσιν om. Arm 3 aute θαλαττεύουσιν add. ἔτι MAHP θαλαττεύουσιν BEK: ἐνθαλαττεύουσιν ceteri 4 ἐπινοησάντων CFG, ἐπιπονησάντων coni. Mang. 4. 5 ἐκδεδήλωται Κ 5 δ’ F ἡ ἑτέρα ΒΕ Arm: ἡ om. ceteri 6 παιδικοῖς CFGA 7 ἀθλητῶν C 8 σῶμα σκιᾶς M, σώματος σκιὰν Α 9 τῶν] τὴν F οὑν om. CFG post οὖν add. καὶ KH1P, del. Η2 10 τέλος] γένος F 11 προειπεῖν CFH2: προσειπεῖν ceteri 12 τούτοις CFGMA 14 πάντα FG φιλοθέους] θεοφιλοῦς C, θεοφιλοῦς FG ante ὁμοῦ add. καὶ G θεοφιλῶς F ἀγαπήσαντος in ras. F 16 αἷς corr. ex οἷς B, οἷς E 17 #x003E; κοινωνῆσαι (vel κοινωνῆσαι τῆς #x003E; προσρήσεως αὐτούς) conicio αὐτοῦ BEIv: αὐτούς G Arm, αὐτῆς Α, αὐτοῖς ceteri (probat Wendl.) 18 ἁρμοσάμενος BE 19 αὐτῶ BEK 20 καὶ utrumque om. BE καθάπαξ] ἅπαξ OFG, καθ’ ἅπαν Mang. 21 τὸ] τὰ Arm 22 τῷ om. F 23 ἵν᾿ BEK: ἶνα ceteri ἱκεσίαν G ἄμοιροι ὦσιν BEK 24 post οὖν add. ὡς Arm ἐπ’ ἀνδρῶν om. BE ὁσίων] vel delendum vel scribendum τριῶν censuit Mang.)