De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

τὰ γὰρ ἑτέρων εἴτε ἀγαθὰ εἴτ’ αὖ κακὰ γλίχεται μανθάνειν, ὡς αὐτίκα τοῖς μὲν φθονεῖν, ἐφ’ οἷς δὲ ἥδεσθαι· βάσκανον γὰρ καὶ μισόκαλον καὶ φιλοπόνηρον ὁ φαῦλος φύσει.

ὁ δ’ ἀστεῖος ἔμπαλιν ἀπράγμονος ζηλωτὴς βίου γεγονὼς ὑποχωρεῖ καὶ μόνωσιν ἀγαπᾷ, λανθάνειν τοὺς πολλοὺς ἀξιῶν, οὐ διὰ μισανθρωπίαν — φιλάνθρωπος γάρ, εἰ καί τις ἄλλος —, ἀλλὰ διὰ τὸ προβεβλῆσθαι κακίαν, ἣν ὁ πολὺς ὄχλος ἀσπάζεται, χαίρων μὲν ἐφ’ οἷς στένειν ἄξιον, λυπούμενος δὲ ἐφ’ οἷς γεγηθέναι καλόν.

ὧν ἕνεκα συγκλεισάμενος οἴκοι τὰ πολλὰ καταμένει μόλις τὰς κλισιάδας ὑπερβαίνων ἢ διὰ τοὺς ἐπιφοιτῶντας συνεχέστερον ἔξω πόλεως προελθὼν ἐν μοναγρίᾳ ποιεῖται τὰς διατριβὰς ἥδιον συμβιωταῖς χρώμενος τοῖς ἅπαντος τοῦ γένους ἀνθρώπων ἀρίστοις, ὧν τὰ μὲν σώματα διέλυσεν ὁ χρόνος, τὰς δ’ ἀρετὰς αἱ ἀπολειφθεῖσαι γραφαὶ ζωπυροῦσι διά τε ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων, οἷς ἡ ψυχὴ πέφυκε βελτιοῦσθαι.

διὰ τοῦτο εἶπεν ὅτι ὁ μετατεθεὶς „οὐχ εὑρίσκετο“ δυσεύρετος καὶ δυσθήρατος ὤν. μεθορμίζεται οὖν εἰς παιδείαν ἐξ ἀμαθίας καὶ ἐξ ἀφροσύνης εἰς φρόνησιν ἔκ τε δειλίας εἰς ἀνδρείαν καὶ ἐξ ἀσεβείας εἰς εὐσέβειαν, καὶ πάλιν ἐκ μὲν φιληδονίας εἰς ἐγκράτειαν, ἐκ δὲ φιλοδοξίας εἰς ἀτυφίαν· ὧν τίς ἢ πλοῦτος ἐπάξιος ἢ βασιλείας καὶ δυναστείας κτῆσις ὠφελιμωτέρα;

εἰ γὰρ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὴ τυφλὸς ἀλλ’ ὀξὺ βλέπων πλοῦτος ἡ τῶν ἀρετῶν ἐστι περιουσία, ἣν εὐθὺς γνήσιον καὶ εὔνομον παρὰ τὰς νόθους καὶ ψευδωνύμους ἀρχὰς ὑποληπτέον ἡγεμονίαν ἐνδίκως ἅπαντα πρυτανεύουσαν.

οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι τὰ δευτερεῖα φέρεται μετάνοια τελειότητος, ὥσπερ καὶ ἀνόσου σώματος [*](1 τὸ alt.] τε CGP1, τὴν AP2F 2 δ’ BEK, γὰρ Arm ἐπουρίσας scripsi: ἐπουριάσας BE, ἐπουρίας Α, εὐπορίας CFGM, ἐπορθιάσας εὐπορίας HP(v), ἐπορίας (sic) ἐπορθιάσας Κ, ἄφρουρα (sic) Aim post ἕνεκα add. καὶ H2(v), om. ceteri 2. 3 περιεργασίας L (Turn.) 3 post περιεργίας add. ἐπορθιάσας M Arm γὰρ om. CFG Arm, eras. Η εἴτ’ M εἴτ’ αὖ BEK Arm: εἴτε (om. αὖ) ceteri 6 μόνω συναγαπᾶ Α 8 τὸ μὴ προβεβλῆσθαι BEK 9 δ’ BEK 11 κλησιάδας CG 12 ἐν ναγρία (sic) Β, ἐν μοναγρίω C(v) ἥδιον] ἴδιον Α 12. 13 συμβιωτὴς C 13 τοῦ] τοῖς E ἀνθρώπων om. BE ἀρίστοις, ὧν] ἄριστος ὢν FG 15 διά — συγγραμμάτων om. Arm κατὰ λογάδην MH 16 τοῦτο BEK: τοῦτ’ ceteri 17 εὑρίσκετο C Arm: εὑρίσκεται ceteri μεθαρμόζεται GK 18 ἀμαθείας FG εἰς τε ἀνδρείαν ἐκ δειλίας Arm ἀνδρίαν EFG 19. 20 καὶ pr. —ἀτυφίαν] „et ab omni malitia in omnem virtutem“ Arm 20 ἢ pr.] ὁ F, BE Arm 20. 21 ἢ βασιλείας—ὠφελιμωτέρα om. Arm 21 χρὴ om. BE 22 ἰὴν] τὴν BE 22—24 ἣν—πρυτανεύουσαν om. Arm 23 εὔνομον] εὔγνωμον F τὰς] τοὺς A 24 ἅπαντας BE 25 ἀνόσου] νοσώδους Arm)

v.4.p.7
ἡ πρὸς ὑγείαν ἐξ ἀσθενείας μεταβολή. τὸ μὲν οὖν διηνεκὲς καὶ τέλειον ἐν ἀρεταῖς ἐγγυτάτω θείας ἵσταται δυνάμεως, ἡ δ’ ἀπό τινος χρόνου βελτίωσις ἴδιον ἀγαθὸν εὐφυοῦς ψυχῆς ἐστι μὴ τοῖς παιδικοῖς ἐπιμενούσης ἀλλ’ ἁδροτέροις καὶ ἀνδρὸς ὄντως φρονήμασιν ἐπιζητούσης εὔδιον κατάστασιν [ψυχῆς] καὶ τῇ φαντασίᾳ τῶν καλῶν ἐπιτρεχούσης.

Ὅθεν εἰκότως τῷ μετανενοηκότι τάττει κατὰ τὸ ἑξῆς τὸν θεοφιλῆ καὶ φιλάρετον, ὃς Ἑβραίων μὲν τῇ γλώττῃ καλεῖται Νῶε, τῇ δὲ Ἑλλήνων „ἀνάπαυσις“ ἢ „δίκαιος“, οἰκειόταται προσρήσεις σοφῷ· ἐμφανῶς μὲν ὁ δίκαιος, ἄμεινον γὰρ οὐδὲν δικαιοσύνης, τῆς ἐν ἀρεταῖς ἡγεμονίδος, ἣ καθάπερ ἐν χορῷ καλλιστεύουσα πρεσβεύει· ἡ δ’ ἀνάπαυσις, ἐπεὶ καὶ τοὐναντίον τὴν παρὰ φύσιν κίνησιν ταραχῶν καὶ θορύβων στάσεών τε καὶ πολέμων αἰτίαν εἶναι συμβέβηκεν, ἣν μετίασιν οἱ φαῦλοι, ἠρεμαῖον δὲ καὶ ἡσυχάζοντα καὶ σταθερὸν ἔτι δὲ καὶ εἰρηνικὸν βίον οἱ καλοκἀγαθίαν τετιμηκότες.

ἑπόμενος δ’ αὐτὸς αὑτῷ καὶ τὴν ἑβδόμην, ἣν Ἑβραῖοι σάββατα καλοῦσιν, ἀνάπαυσιν ὀνομάζει, οὐχ, ὡς οἴονταί τινες, ὅτι δι’ ἓξ ἡμερῶν τῶν συνήθων ἔργων ἀπείχετο τὸ πλῆθος, ἀλλ’ ὅτι τῷ ὄντι ὁ ἕβδομος ἀριθμὸς ἔν τε τῷ κόσμῳ καὶ ἐν ἡμῖν αὐτοῖς ἀεὶ ἀστασίαστος καὶ ἀπόλεμος καὶ ἀφιλόνεικος καὶ εἰρηνικώτατος ἁπάντων ἀριθμῶν ἐστι.

μάρτυρες δὲ τοῦ λεχθέντος αἱ ἐν ἡμῖν δυνάμεις· αἱ μὲν γὰρ ἓξ τὸν ἄπαυστον καὶ συνεχῆ πόλεμον ἐν γῇ καὶ θαλάττῃ συγκροτοῦσιν, αἵ τε πέντε αἰσθήσεις καὶ ὁ προφορικὸς λόγος, αἱ μὲν πόθῳ τῶν αἰσθητῶν, ὧν ἐὰν μὴ τυγχάνωσιν, ἀνιῶνται, ὁ δ’ ἀχαλίνῳ στόματι μυρία τῶν ἡσυχαστέων ἐκλαλῶν·

ἡ δ’ ἑβδόμη δύναμις ἡ περὶ τὸν ἡγεμόνα νοῦν, ὃς ὅταν ἐπικυδέστερος γένηται τῶν ἓξ καὶ δυνατωτέρᾳ [*](1 ἡ πρὸς ὑγείαν om. Κ καὶ ἐξ HP, καὶ rursus del. Η καὶ om. BE 2 τῆς θείας Arm 3 ἀγαθὸν om. Arm. 4 ἀλλὰ CFMA ἁδροτέροις HP, ἀνδρωτέροις Α ἀνδρὸς] ἀνδρείοις coni. Mang. 5 ψυχῆς seclusi „redundat ut videtur“ Mang.) 6 τὸ om. Turn. 7 τῆ γλώττη BEKArm: τῇ ceteri 8 δ’ Κ 9 ὁ om. F 10 ἧ Α 11 pv. καὶ om. GK Arm τράχων MG 12 αἰτίαν om. F 13 σταθηρὸν M ἔτι — εἰρηνικὸν om. Arm ἔτι δὲ καὶ BEK: ἔτι δ’ ceteri 14 αὑτῶ GH2: αὐτῶ ceteri 15 σάββατον HP ὀνομάζειν H1P 17 ἔν τε CBEK: τε om. ceteri 18 ἀεὶ BEK: om. ceteri καἰ ἀφιλόνεικος BEK: ἀφιλονεικότατός τε ceteri 19 μάρτυς BE 20 θαλάσσῃ BEH 22 ἐὰν om. Arm ἀνιῶνται] κινοῦνται BE, ἀγωνίζονται Arm 23 τῶν ἡσυχαστέον M, ὧν ἡσυχαστέον CFG δὲ F 24 ὃς om. BECFG Arm post ὅταν add. ἢ BE ἐπικυδέστερον AFG καὶ om. BE Arm δυνατωτέρα BEK: δυνατωτάτη ceteri 6 Euseb. Pr. Ev. VII 8,16 τρίτος μετὰ τούτους πάλιν ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾷ αὐτοῦ μεμαρτύρηται.)

v.4.p.8
ῥώμῃ κατακρατήσας ἀναχωρήσῃ, μόνωσιν ἀσπασάμενος καὶ ταῖς ἑαυτοῦ πρὸς ἑαυτὸν χαίρων ὁμιλίαις ὡς ἀπροσδεὴς ὢν ἑτέρου καὶ αὐταρκέστατος ἑαυτῷ, τηνικαῦτα φροντίδων καὶ πραγματειῶν ἀπαλλαγεὶς τῶν

ἐν τῷ θνητῷ γένει βίον εὔδιον καὶ γαληνὸν ἀσπάζεται. οὕτως δ’ ἀποσεμνύνει τὸν φιλάρετον, ὥστε καὶ γενεαλογῶν αὐτὸν οὐ, καθάπερ ἔθος ἐπὶ τῶν ἄλλων, πάππων ἢ προπάππων ἢ προγόνων ποιεῖται κατάλογον, ὅσοι πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν εἰσιν, ἀλλά τινων ἀρετῶν, μόνον οὐχὶ βοῶν ἄντικρυς, ὅτι οἰκία καὶ συγγένεια καὶ πατρὶς οὐδεμία ἐστὶν ἑτέρα σοφῷ ὅτι μὴ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὰς πράξεις· „αὗται“ γάρ φησιν „αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ θεῷ εὐηρέστησεν“ (Gen. 6, 9).

οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι νῦν „ἄνθρωπον“ οὐ κοινῷ τύπῳ τὸ λογικὸν θνητὸν ζῷον καλεῖ, τὸν μέντοι κατ’ ἐξοχήν, ὃς ἐπαληθεύει τοὔνομα τὰ ἀτίθασα καὶ λελυττηκότα πάθη καὶ τὰς θηριωδεστάτας κακίας τῆς ψυχῆς ἀπεληλακώς. σημεῖον δέ·

μετὰ τὸν „ἄνθρωπον“ ἐπιλέγει τὸν „δίκαιον“ εἰπὼν „ἄνθρωπος δίκαιος“, ὡς ἀδίκου μὲν οὐδενὸς ὄντος ἀνθρώπου (κυριώτερον δ’ εἰπεῖν ἀνθρωπομόρφου θηρίου), μόνου δὲ ὃς ἂν ζηλωτὴς ᾖ δικαιοσύνης.

φησὶ δ’ αὐτὸν καὶ „τέλειον“ γεγονέναι διὰ τούτου παριστάς, ὡς οὐ μίαν ἀρετὴν ἀλλὰ πάσας ἐκτήσατο καὶ κτησάμενος ἑκάστῃ κατὰ τὸ ἐπιβάλλον χρώμενος διετέλεσεν.

ἐπιστεφανῶν δ’ αὐτὸν ὡς ἀγωνιστὴν ἐκνενικηκότα κηρύγματι λαμπροτάτῳ προσεπικοσμεῖ φάσκων, ὅτι „τῷ θεῷ εὐηρέστησεν“· οὗ τί γένοιτ’ ἂν ἐν τῇ φύσει κρεῖττον; τίς καλοκἀγαθίας ἐναργέστερος ἔλεγχος; εἰ γὰρ οἱ δυσαρεστήσαντες τῷ θεῷ κακοδαίμονες, οἷς εὐαρεστῆσαι συνέβη πάντως [*](1 κρατήσας CFG ἢ ἀναχωρήσῃ RE, ἀναχωρήσει Α, ἀναχωρεῖ Ann 2 ἑαυτὸν] αὐτὸν C χαίρων add. Wang. (vel scribendum τὰς—ὁμιλίας) 3 πραγματειῶν Β, πραγματιῶν E: πραγμάτων ceteri τῶν] τὸν G 4 τῷ om. FG γαληνὸν scripsi: γαλήνιον codd. οὕτως BEK: οὕτω ceteri 7 πρὸς alt. om. BE ἀλλὰ τίνων; MAFHP, τινων om. Arm 9 ἑτέρω H1P κατὰ M πράξεις] τάξεις Β 10 φησιν] εἰσιν BEK Νῶε alt. om. CFG Arm καὶ τέλειος Arm, τέλειος om. G 11 νῦν ora. F 12 καὶ θνητὸν Arm τὸν] τὸ BEAF1HP 13 ὃς] ὃ BE ἀτίθασσα MFK 15 τόν alt.] τὸ coni. Mang. τὸν δίκαιον εἰπὼν ἄνθρωπος om. Arm 16 ἀδίκου] δικαίου CFG post ὄντος distinguunt ct ἀνθρώπου cum seqq. coniungunt CFG 16. 17 κυριώτερον—θηρίου om. OFG (fort. recte) 17 δὲ μόνου CFG δ’ BE ὃς] ὡς ’P, ὃς om. BE ᾖ] ἣ ABE 18 παριστᾷ Α 19 ἐκέκτητο G 20 δ’ om. BE ἐκνενικηκότα Κ (coni. Mang.): εὖ νενικηκότα ceteri 21 τί CFG: τίς corr. ex τί K, τίς ceteri 22 κρεῖττον corr. in κρείττων Κ: om. BE, κρείττων ceteri τίς κ. ἐναργέστερος Mang.: τῆς κ. ἐναργέστατος codd. Arm 23 τῶ θεῶ BEK: τῷ om. ceteri συνέβη BEK: συμβέβηκε ceteri)

v.4.p.9
εὐδαίμονες.

οὐκ ἀπὸ σκοποῦ μέντοι ταῖς τοσαύταις ἀρεταῖς ὑμνήσας τὸν ἄνθρωπον ἐπεῖπεν, ὅτι „τέλειος ἦν ἐν τῇ γενεᾷ αὐτοῦ“ (Gen. 6,9), δηλῶν ὅτι οὐ καθάπαξ ἀλλὰ κατὰ σύγκρισιν τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γεγονότων ἀγαθὸς ἦν.