De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
μάρτυρες δὲ τοῦ λεχθέντος αἱ ἐν ἡμῖν δυνάμεις· αἱ μὲν γὰρ ἓξ τὸν ἄπαυστον καὶ συνεχῆ πόλεμον ἐν γῇ καὶ θαλάττῃ συγκροτοῦσιν, αἵ τε πέντε αἰσθήσεις καὶ ὁ προφορικὸς λόγος, αἱ μὲν πόθῳ τῶν αἰσθητῶν, ὧν ἐὰν μὴ τυγχάνωσιν, ἀνιῶνται, ὁ δ’ ἀχαλίνῳ στόματι μυρία τῶν ἡσυχαστέων ἐκλαλῶν·
ἡ δ’ ἑβδόμη δύναμις ἡ περὶ τὸν ἡγεμόνα νοῦν, ὃς ὅταν ἐπικυδέστερος γένηται τῶν ἓξ καὶ δυνατωτέρᾳ [*](1 ἡ πρὸς ὑγείαν om. Κ καὶ ἐξ HP, καὶ rursus del. Η καὶ om. BE 2 τῆς θείας Arm 3 ἀγαθὸν om. Arm. 4 ἀλλὰ CFMA ἁδροτέροις HP, ἀνδρωτέροις Α ἀνδρὸς] ἀνδρείοις coni. Mang. 5 ψυχῆς seclusi „redundat ut videtur“ Mang.) 6 τὸ om. Turn. 7 τῆ γλώττη BEKArm: τῇ ceteri 8 δ’ Κ 9 ὁ om. F 10 ἧ Α 11 pv. καὶ om. GK Arm τράχων MG 12 αἰτίαν om. F 13 σταθηρὸν M ἔτι — εἰρηνικὸν om. Arm ἔτι δὲ καὶ BEK: ἔτι δ’ ceteri 14 αὑτῶ GH2: αὐτῶ ceteri 15 σάββατον HP ὀνομάζειν H1P 17 ἔν τε CBEK: τε om. ceteri 18 ἀεὶ BEK: om. ceteri καἰ ἀφιλόνεικος BEK: ἀφιλονεικότατός τε ceteri 19 μάρτυς BE 20 θαλάσσῃ BEH 22 ἐὰν om. Arm ἀνιῶνται] κινοῦνται BE, ἀγωνίζονται Arm 23 τῶν ἡσυχαστέον M, ὧν ἡσυχαστέον CFG δὲ F 24 ὃς om. BECFG Arm post ὅταν add. ἢ BE ἐπικυδέστερον AFG καὶ om. BE Arm δυνατωτέρα BEK: δυνατωτάτη ceteri 6 Euseb. Pr. Ev. VII 8,16 τρίτος μετὰ τούτους πάλιν ἄλλος ἄνθρωπος δίκαιος πεφηνὼς ὁ Νῶε ἐν τῇ γενεᾷ αὐτοῦ μεμαρτύρηται.)
ἐν τῷ θνητῷ γένει βίον εὔδιον καὶ γαληνὸν ἀσπάζεται. οὕτως δ’ ἀποσεμνύνει τὸν φιλάρετον, ὥστε καὶ γενεαλογῶν αὐτὸν οὐ, καθάπερ ἔθος ἐπὶ τῶν ἄλλων, πάππων ἢ προπάππων ἢ προγόνων ποιεῖται κατάλογον, ὅσοι πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν εἰσιν, ἀλλά τινων ἀρετῶν, μόνον οὐχὶ βοῶν ἄντικρυς, ὅτι οἰκία καὶ συγγένεια καὶ πατρὶς οὐδεμία ἐστὶν ἑτέρα σοφῷ ὅτι μὴ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὰς πράξεις· „αὗται“ γάρ φησιν „αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ θεῷ εὐηρέστησεν“ (Gen. 6, 9).
οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι νῦν „ἄνθρωπον“ οὐ κοινῷ τύπῳ τὸ λογικὸν θνητὸν ζῷον καλεῖ, τὸν μέντοι κατ’ ἐξοχήν, ὃς ἐπαληθεύει τοὔνομα τὰ ἀτίθασα καὶ λελυττηκότα πάθη καὶ τὰς θηριωδεστάτας κακίας τῆς ψυχῆς ἀπεληλακώς. σημεῖον δέ·