De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

εἰ γὰρ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὴ τυφλὸς ἀλλ’ ὀξὺ βλέπων πλοῦτος ἡ τῶν ἀρετῶν ἐστι περιουσία, ἣν εὐθὺς γνήσιον καὶ εὔνομον παρὰ τὰς νόθους καὶ ψευδωνύμους ἀρχὰς ὑποληπτέον ἡγεμονίαν ἐνδίκως ἅπαντα πρυτανεύουσαν.

οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι τὰ δευτερεῖα φέρεται μετάνοια τελειότητος, ὥσπερ καὶ ἀνόσου σώματος [*](1 τὸ alt.] τε CGP1, τὴν AP2F 2 δ’ BEK, γὰρ Arm ἐπουρίσας scripsi: ἐπουριάσας BE, ἐπουρίας Α, εὐπορίας CFGM, ἐπορθιάσας εὐπορίας HP(v), ἐπορίας (sic) ἐπορθιάσας Κ, ἄφρουρα (sic) Aim post ἕνεκα add. καὶ H2(v), om. ceteri 2. 3 περιεργασίας L (Turn.) 3 post περιεργίας add. ἐπορθιάσας M Arm γὰρ om. CFG Arm, eras. Η εἴτ’ M εἴτ’ αὖ BEK Arm: εἴτε (om. αὖ) ceteri 6 μόνω συναγαπᾶ Α 8 τὸ μὴ προβεβλῆσθαι BEK 9 δ’ BEK 11 κλησιάδας CG 12 ἐν ναγρία (sic) Β, ἐν μοναγρίω C(v) ἥδιον] ἴδιον Α 12. 13 συμβιωτὴς C 13 τοῦ] τοῖς E ἀνθρώπων om. BE ἀρίστοις, ὧν] ἄριστος ὢν FG 15 διά — συγγραμμάτων om. Arm κατὰ λογάδην MH 16 τοῦτο BEK: τοῦτ’ ceteri 17 εὑρίσκετο C Arm: εὑρίσκεται ceteri μεθαρμόζεται GK 18 ἀμαθείας FG εἰς τε ἀνδρείαν ἐκ δειλίας Arm ἀνδρίαν EFG 19. 20 καὶ pr. —ἀτυφίαν] „et ab omni malitia in omnem virtutem“ Arm 20 ἢ pr.] ὁ F, BE Arm 20. 21 ἢ βασιλείας—ὠφελιμωτέρα om. Arm 21 χρὴ om. BE 22 ἰὴν] τὴν BE 22—24 ἣν—πρυτανεύουσαν om. Arm 23 εὔνομον] εὔγνωμον F τὰς] τοὺς A 24 ἅπαντας BE 25 ἀνόσου] νοσώδους Arm)

v.4.p.7
ἡ πρὸς ὑγείαν ἐξ ἀσθενείας μεταβολή. τὸ μὲν οὖν διηνεκὲς καὶ τέλειον ἐν ἀρεταῖς ἐγγυτάτω θείας ἵσταται δυνάμεως, ἡ δ’ ἀπό τινος χρόνου βελτίωσις ἴδιον ἀγαθὸν εὐφυοῦς ψυχῆς ἐστι μὴ τοῖς παιδικοῖς ἐπιμενούσης ἀλλ’ ἁδροτέροις καὶ ἀνδρὸς ὄντως φρονήμασιν ἐπιζητούσης εὔδιον κατάστασιν [ψυχῆς] καὶ τῇ φαντασίᾳ τῶν καλῶν ἐπιτρεχούσης.

Ὅθεν εἰκότως τῷ μετανενοηκότι τάττει κατὰ τὸ ἑξῆς τὸν θεοφιλῆ καὶ φιλάρετον, ὃς Ἑβραίων μὲν τῇ γλώττῃ καλεῖται Νῶε, τῇ δὲ Ἑλλήνων „ἀνάπαυσις“ ἢ „δίκαιος“, οἰκειόταται προσρήσεις σοφῷ· ἐμφανῶς μὲν ὁ δίκαιος, ἄμεινον γὰρ οὐδὲν δικαιοσύνης, τῆς ἐν ἀρεταῖς ἡγεμονίδος, ἣ καθάπερ ἐν χορῷ καλλιστεύουσα πρεσβεύει· ἡ δ’ ἀνάπαυσις, ἐπεὶ καὶ τοὐναντίον τὴν παρὰ φύσιν κίνησιν ταραχῶν καὶ θορύβων στάσεών τε καὶ πολέμων αἰτίαν εἶναι συμβέβηκεν, ἣν μετίασιν οἱ φαῦλοι, ἠρεμαῖον δὲ καὶ ἡσυχάζοντα καὶ σταθερὸν ἔτι δὲ καὶ εἰρηνικὸν βίον οἱ καλοκἀγαθίαν τετιμηκότες.

ἑπόμενος δ’ αὐτὸς αὑτῷ καὶ τὴν ἑβδόμην, ἣν Ἑβραῖοι σάββατα καλοῦσιν, ἀνάπαυσιν ὀνομάζει, οὐχ, ὡς οἴονταί τινες, ὅτι δι’ ἓξ ἡμερῶν τῶν συνήθων ἔργων ἀπείχετο τὸ πλῆθος, ἀλλ’ ὅτι τῷ ὄντι ὁ ἕβδομος ἀριθμὸς ἔν τε τῷ κόσμῳ καὶ ἐν ἡμῖν αὐτοῖς ἀεὶ ἀστασίαστος καὶ ἀπόλεμος καὶ ἀφιλόνεικος καὶ εἰρηνικώτατος ἁπάντων ἀριθμῶν ἐστι.