De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

ὀφθαλμοὶ δὲ ἀπὸ γῆς ἐν ἀκαρεῖ φθάνουσιν εἰς οὐρανὸν καὶ τὰ πέρατα τοῦ παντός, ἐπ’ ἀνατολὰς ὁμοῦ καὶ δύσεις ἄρκτον τε καὶ μεσημβρίαν, καὶ ἀφικνούμενοι πρὸς τὸ θεωρεῖν ἕλκουσιν ἐπὶ τὰ φανέντα τὴν διάνοιαν.

ἡ δὲ τὸ παραπλήσιον ἐνδεξαμένη πάθος οὐκ ἠρεμεῖ, ἀλλ’ ἅτε ἀκοίμητος καὶ ἀεικίνητος οὖσα, παρὰ τῆς ὄψεως τοῦ δύνασθαι τὰ νοητὰ θεωρεῖν τὰς ἀφορμὰς λαβοῦσα, εἰς σκέψιν ἦλθε, πότερον τὰ φανέντα ταῦτ’ ἐστὶν ἀγένητα ἢ γενέσεως ἔλαβεν ἀρχὴν καὶ πότερον ἄπειρα ἢ πεπερασμένα καὶ πότερον εἷς ἢ πλείονές εἰσι κόσμοι καὶ πότερον τὰ τέτταρα στοιχεῖα τῶν ἁπάντων ἐστὶν ἢ φύσιν ἐξαίρετον οὐρανὸς καὶ τὰ ἐν αὐτῷ κεκλήρωται θειοτέρας καὶ οὐχὶ τοῖς ἄλλοις τῆς αὐτῆς οὐσίας ἐπιλαχόντα·

εἰ δὲ δὴ καὶ γέγονεν ὁ κόσμος, ὑπὸ τίνος γέγονε καὶ τίς ὁ δημιουργὸς κατ’ οὐσίαν ἢ ποιότητα καὶ τί διανοηθεὶς ἐποίει καὶ τί νῦν πράττει καὶ τίς αὐτῷ διαγωγὴ καὶ βίος καὶ ὅσα ἄλλα περιττὸς νοῦς φρονήσει συμβιῶν εἴωθε διερευνᾶσθαι.

ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἀνάκειται τῷ φιλοσοφεῖν· ἐξ οὗ δῆλόν ἐστιν, ὅτι σοφία καὶ φιλοσοφία τὴν ἀρχὴν ἀπ’ οὐδενὸς εἴληφεν ἑτέρου τῶν ἐν ἡμῖν ἢ τῆς ἡγεμονίδος τῶν αἰσθήσεων ὁράσεως, ἣν καὶ μόνην ἐκ τῆς σωματικῆς χώρας διέσωσεν ὁ θεὸς τὰς [*](1 φάτναις] φαντασίαις Arm τὸ σύμφυτον] ἀπὸ συμφύτων FG, ἀπὸ τῶν συμφύτων C ὦν ἡμῖν Κ θρέμμα] θρεμμάτων C, σῶμα BEK πιαινούσας CFG: πιαῖνον ceteri τὴν ἐπιθυμίαν ora. F 2 τὴν λόγου om. Κ λόγω Α, τοῦ ὅλου BE τὴν τοῦ ὅλου μεταποιουμένην ἀρετὴν mg. Α ἀκοήν ΒΕΚ: ἀρετήν ceteri; αἴσθησιν coni. Mang. ἡ CAHP 3 βίαι H2(v) 4 συρμὸν] συριγμὸν Arm χαλεπὸν om. CFG ἐξηχῶσιν] ἐμποιοῦσιν BE δ’ BEK 5 γῆς] τῆς G ἐνακαρεὶ CFMHP, ἐνακαρὶ G φθάνωσιν Turn. 6 καὶ add. Arm: om. codd. 7 πρὸς τὸ BEK Arm: πρὸς τῶ ceteri ἐπὶ τὴν ἀφανεστάτην διάνοιαν CFG 8 ἐνδειξαμένη BE πάθος ΒΕΚΑ Arm: δέος ceteri; εἶδος coni. Μang. 8. 9 ἀκοίμητος καὶ ἀεικίνητος BEMF: ἀκοίμητος καὶ ἀκίνητος CGAK, ἀεικίνητος καὶ ἀκοίμητος HP, καὶ ἀεικίνητος om. Arm 9 τὰ νοηθέντα F, τῶν νοητῶν BE 9. 10 τὰς ἀφορμὰς λαβοῦσα Κ Arm: λαβοῦσα oin. BE, λαβοῦσα τὰς ἀφορμάς ceteri 10 σκῆψιν CFG 11 ἀγέννητα AKGHP ἔλαχεν K 12 πλείονες ὄις οἷ ΒΕΚ: πλείους ceteri τέσσαρα BEKP 14 τῆς ἄλλης Α, τῆς ἄλλης Κ οὐσίας om. Arm ἐπιλαχών H2 16 πράττει ISEK: πράσσει ceteri 17 τίς BEK: τίς ἐστιν ceteri νοῦς] βιοὺς F 19 σοφία om. Arm 20 εἴληφεν BEK: ἔλαβεν ceteri post ἢ add. ὅτι BE)

v.4.p.38
τέσσαρας φθείρας, ὅτι αἱ μὲν σαρκὶ καὶ τοῖς σαρκὸς πάθεσιν ἐδούλευσαν, ἡ δὲ ἴσχυσεν ἀνατεῖναι τὸν αὐχένα καὶ βλέψαι καὶ τέρψεις ἑτέρας ἀνευρεῖν πολὺ βελτίους τῶν σωματικῶν ἡδονῶν ἐκ τῆς περὶ τὸν κόσμον θεωρίας καὶ τῶν ἐν αὐτῷ.