De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
διττὴ δὲ φωτὸς φύσις· τὸ μὲν γὰρ ἀπὸ τοῦ χρειώδους πυρός, φθαρτοῦ φθαρτόν, ἐκλάμπει σβέσιν ἐνδεχόμενον, τὸ δὲ ἄσβεστον καὶ ἀδιάφθορόν ἐστιν, ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς ἡμᾶς φερόμενον, ὥσπερ ἀπ’ ἀενάων πηγῶν ἑκάστου τῶν ἀστέρων αὐγὰς ἐκχέοντος· ἑκατέρῳ δ’ ἡ ὄψις ἐνομιλεῖ καὶ δι’ ἀμφοτέρων προσβάλλει τοῖς ὁρατοῖς εἰς ἀκριβεστάτην ἀντίληψιν.
ἔτι τοίνυν ἐπιχειρῶμεν ὀφθαλμοὺς λόγοις ἐγκωμιάζειν, τοῦ θεοῦ τοὺς ἀληθεῖς ἐπαίνους αὐτῶν στηλιτεύσαντος ἐν οὐρανῷ, τοὺς ἀστέρας; ἡλίου γὰρ αὐγαὶ καὶ σελήνης καὶ τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν τοῦ χάριν γεγόνασιν ὅτι μὴ τῆς ὀφθαλμῶν ἐνεργείας εἰς τὴν τοῦ ὁρᾶν ὑπηρεσίαν;
διὸ καὶ προσχρώμενοι τῇ πασῶν ἀρίστῃ δωρεᾷ φωτὶ καταθεῶνται τὰ ἐν κόσμῳ, γῆν, φυτά, ζῷα, καρπούς, πελαγῶν ἀναχύσεις, ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους πηγῶν τε διαφοράς, ὧν αἱ μὲν ψυχρὸν αἱ δὲ θερμὸν νᾶμα προχέουσι, πάντων τῶν κατὰ τὸν ἀέρα συνισταμένων τὰς φύσεις — ἀμύθητοι δέ εἰσιν ἰδέαι καὶ ἀπερίληπτοι λόγῳ —, καὶ ἐπὶ πᾶσι τὸν οὐρανόν, ὃς ἀληθείᾳ κόσμος ἐν κόσμῳ δεδημιούργηται, καὶ τὰ κατ’ οὐρανὸν κάλλη καὶ θεῖα ἀγάλματα. τίς οὖν τῶν ἄλλων αἰσθήσεων
ἐπαυχήσει διαβῆναί ποτε τοσοῦτον; ἀλλ’ ἐάσαντες τὰς ἐπὶ ταῖς [*](2 χρόνου καὶ βίου ΒΕΚ Αrm: βίου χρόνου (om. καὶ) cetevi τελεῖν BEK ἐνεργοῦντας BEK: ἐνεργοῦσι ceteri 5 πρῶτον om. Arm 7 χρειώδους] στοιχειώδους coni. Mang. ἐκλάμπον MA 7. 8 δεχόμενον F 8 δ’ BEK καὶ ἀδιάφθορόν ἐστιν BEK Arm: καὶ ἄφθαρτόν ἐστιν CGMA, καὶ ἄφθαρτον (om. ἐστιν) F, ἐστι καὶ ἄφθαρτον HP ἀπὸ τοῦ οὐρανοῦ BEK: ἀπ’ οὐρανοῦ ceteri 9 ἀενάων C: ἀεννάων ceteri 10 ἐκχέοντος] ἔχοντος CFG ἑκατέρου CFG δ’ ἡ] δὴ BE, om. CFG ἐνομιλεῖ BEK: ὁμιλεῖ ceteri 11. 12 ἐπιχειρῶμεν BEK Arm: ἐπιχειροῦμεν ceteri; τί δὲ νῦν (ἐπιχειρπῦμεν) coni. Mang. 12 λόγοις BEK Arm: λόγω ceteri τοῦ θεοῦ om. Arm 13 τῶν ἀστέρων Arm 15 τῆς] τοὺς ὀφθαλμῶν CABEK: τῶν ὀφθαλμῶν ceteri τοῦ om. BE 16 φωτὶ om. CFG 17 πελαγῶν (ἀναχύσεισ) ΒΕΚ Arm: πελάγη(, ἀναχύσεις) ceteri ἀνασχίσεις ΜF1GHP1 17. 18 ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους BEK Arm: ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων ceteri 19 νάματα C, ἅμα Α, νᾶμα om. Arm τῶν om. BE τὸν ἀέρα C: τὸν om. ceteri 20. 21 τοῦ οὐρανοῦ BE 23 ὑπαυχήσει BE διαβῆναι] ἐπιβῆναι coni. Mang. τὰς CFG: om. ceteri ἐπὶ om. HP1)