De Abrahamo

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.

Φανερώτατα μέντοι καὶ διαπονητότατα μηνύει διὰ τῶν ἑξῆς τὸ δηλούμενον. ἡ Σοδομιτῶν χώρα, μοῖρα τῆς Χανανίτιδος γῆς, ἣν ὕστερον ὠνόμασαν Συρίαν Παλαιστίνην, ἀδικημάτων μυρίων ὅσων γεμισθεῖσα καὶ μάλιστα τῶν ἐκ γαστριμαργίας καὶ λαγνείας ὅσα τε μεγέθη καὶ πλήθη τῶν ἄλλων ἡδονῶν ἐπιτειχίσασα ἤδη παρὰ τῷ δικαστῇ τῶν ὅλων κατέγνωστο.

αἴτιον δὲ τῆς περὶ τὸ ἀκολασταίνειν ἀμετρίας ἐγένετο τοῖς οἰκήτορσιν ἡ τῶν χορηγιῶν ἐπάλληλος ἀφθονία· βαθύγειος [*](1 ὑφ’ ΒΕΚ ποιῶνται BE τἀς om. F τὴν BEK: om. ceteri 2 τέλος ἔνεστιν Α 3 δ’ ἡ] δὴ G δύναμις Arm δυνάμει suspectum; cf. 2719 G ὁδοιπόρους BEK τρεῖς BEK: τρισὶ ceteri αὐτῶ codd. (v) 7 εἰ ὄρα BEK Arm: ἄρα om. ceteri 8. 9 τὸ γὰρ — παρέλθῃς om. Arm 8 κύριος CG 9 ἓν Η1Ρ 10 λέγεσθαι] πλέκεσθαι M 11 τὸν ξενοδόχον BEK Arm: τὸν μὲν ξενοδόχον MAFGH, τὸ μὲν ξενοδόχον CP; τῷ μὲν ξενοδότῳ (sic) Turn. εἷς] οἷς Α 12 σπορὰς CFG ἐπανιὼν om. BE 13 ἐς Κ εἰς νέωτα] εἰς ὥρας Arm καὶ ἔσται υἱὸς Σάρρᾳ τῇ γυναικί σου Arin 14 διαπονητότατα MGH(v), ἀδιαπονητότατα AP (prob. Mang.), ἀδιαπόνητα BEK, διαπορώ(??)τατα (ω corr. ex η) F, om. in C, καὶ διαπ. om. Arm; ἀδιαπορητότατα conicio μηνύει BEK: μηνύεται ceteri 15 μοῖρα om. CFG χαναναιώτιδος BE post γῆς add. ἦν ΒΕΚ 16 συρίαν BE: σύροι ceteri; Συρίας coni. Mang. ὅσων om. BEKF Arm 17 ἐν γαστριμαργίαις καὶ λαγνείαις C, ἐν etiam G 17. 18 μεγέθει καὶ πλήθει KG 18 ἐπιτειχίσας G, ἐπιτυχίσασα F) [*](15 sqq. Clem. Alex. Laedag. III 8 p. 280 P. οἱ Σοδομῖται ὑπὸ πολλῆς τρυφῆς ἐξοκείλαντες εἰς ἀσέλγειαν, μοιχεύοντες μὲν ἀδεῶς, περὶ τὰ παιδικὰ ἐκμανῶς ἐπτοημένοι, ἐπεῖδεν αὐτοὺς ὁ παντεπόπτης λόγος . . . καταφλεγῆναι προσέταξε τὰ Σόδομα . . . γέγονεν τοίνυν ἡ Σοδομιτῶν δικαία τιμωρία τῆς εὐλογίστου τοῖς ἀνθρώποις σωτηρίας εἰ κῶν)

v.4.p.31
γὰρ καὶ εὔυδρος οὖσα ἡ χώρα παντοίων ἀνὰ πᾶν ἔτος εὐφορίᾳ καρπῶν ἐχρῆτο· „μεγίστη δ’ ἀρχὴ κακῶν“ ὡς εἶπέ τις οὐκ ἀπὸ σκοποῦ „τὰ λίαν ἀγαθά.“

ὧν ἀδυνατοῦντες φέρειν τὸν κόρον ὥσπερ τὰ θρέμματα σκιρτῶντες ἀπαυχενίζουσι τὸν τῆς φύσεως νόμον, ἄκρατον πολὺν καὶ ὀψοφαγίας καὶ ὀχείας ἐκθέσμους μεταδιώκοντες· οὐ γὰρ μόνον θηλυμανοῦντες ἀλλοτρίους γάμους διέφθειρον, ἀλλὰ καὶ ἄνδρες ὄντες ἄρρεσιν ἐπιβαίνοντες, τὴν κοινὴν πρὸς τοὺς πάσχοντας οἱ δρῶντες φύσιν οὐκ αἰδούμενοι, παιδοσποροῦντες ἠλέγχοντο μὲν ἀτελῆ γονὴν σπείροντες, ὁ δ’ ἔλεγχος πρὸς οὐδὲν ἦν ὄφελος, ὑπὸ βιαιοτέρας νικωμένων ἐπιθυμίας.

εἶτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἐθίζοντες τὰ γυναικῶν ὑπομένειν τοὺς ἄνδρας γεννηθέντας θήλειαν κατεσκεύασαν αὐτοῖς νόσον, κακὸν δύσμαχον, οὐ μόνον τὰ σώματα μαλακότητι καὶ θρύψει γυναικοῦντες, ἀλλὰ καὶ τὰς ψυχὰς ἀγεννεστέρας ἀπεργαζόμενοι, καὶ τό γε ἐπ’ αὐτοὺς ἧκον μέρος τὸ σύμπαν ἀνθρώπων γένος διέφθειρον· εἰ γοῦν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι συμφωνήσαντες ἐζήλωσαν τὰς τοιαύτας ὁμιλίας, ἠρήμωντο ἂν ἑξῆς αἱ πόλεις ὥσπερ λοιμώδει νόσῳ κενωθεῖσαι.

λαβὼν δὲ ὁ θεὸς οἶκτον ἅτε σωτὴρ καὶ φιλάνθρωπος τὰς μὲν κατὰ φύσιν ἀνδρῶν καὶ γυναικῶν συνόδους γινομένας ἕνεκα παίδων σπορᾶς ηὔξησεν ὡς ἔνι μάλιστα, τὰς δ’ ἐκφύλους καὶ ἐκθέσμους διαμισήσας ἔσβεσε καὶ τοὺς ὀργῶντας ἐπὶ ταύτας προβαλόμενος οὐχὶ τὰς ἐν ἔθει καινουργήσας δ’ ἐκτόπους καὶ παρηλλαγμένας τιμωρίας ἐτιμωρήσατο. [*](1 εὔυδρος KMHP: ἄυδρος Α, ἔνυδρος BKCFG εὐφορία καρπῶν BEK: καρπῶν εὐφορία ceteri 2 εἶπεν ἄν F 4 τὸν τ. φ. νόμον C; τῶν τ. φ. νόμων ceteri 5 ὀψοφαγείας HP 6 ὄντες ora. Arm 9 ἦν om. ΒΕ βεβαιοτέρας BE νικώμενος coni. Mang. 10 ἐθίζοντας Κ; ἐθίζειν coni. Mang. 11 γεννηθέντας om. BEK (fort. recte) κατεσκεύασαν BEK Arm: κατεσκεύαζον ceteri αὐτοῖς Η2(ν) κακῶν BEAHP 12 οὐ μόνον BEKArm: οὐ μόνον γὰρ ceteri γυναικοῦντοςλ M 13 ἀγεννεστέρας BKK: ἀγεννεστάτας CMP, ἀγενεστάτας AFH, ἀγεννεστάτως G ἀπεργασάμενοι H καὶ alt. BEK Arm: om. ceteri γε BEKM: γ’ ceteri 13. 14 ἐπ’ αὐτοὺς scripsi: ἐφ’ αὐτοῖς BE Arm, ἐφ’ ἑαυτοῖς Κ, ἐπ’ αὐτοῖς ceteri 14 γένος ἀνθρώπων transp. H εἰ] οἱ Α οὑν ΒΕΚ 16 ἠρήμωντο] ἤρθησαν Κ, ἤριαν (sic) BE ἄν om. Κ λοιμώδη EF, λιμώδει KP 17 οἶκτον δὲ λαβὼν ὁ θεὸς Arm 18. 19 ἕνεκα παίδων σπορᾶς om. BEK (fort. recte), σπορᾶς om. Arm 19 ὡς ἔνι μάλιστα om. Arm καὶ om. C ἀθέσμους BEK 20 ἐπὶ ταῦτα BEHP(v) προβαλόμενος CM: προβαλλόμενος ceteri τὰς ΚΗ2: ταῖς ceteri (v) 21 καινουργήσας] καινουργίαις CFG(v) δὲ M ἐκτόπους BEKAH: ἐκτόποις ceteri (v) παρηλλαγμένας τιμωρίας ΒΕΚΗ: —αις—αις ceteri (v) ἐτιμωρήσατο ΒΕΚ: ἐπετιμωρήσατο ceteri) [*](2 Menand. frg. 724 Kock: ἀρχὴ μεγίστη τῶν ἐν ἀνθρώποις κακῶν, ὠγαθέ, τὰ λίαν ἀγαθά.)

v.4.p.32
κελεύει γὰρ ἐξαίφνης τὸν ἀέρα νεφωθέντα πολὺν ὄμβρον οὐχ

ὕδατος ἀλλὰ πυρὸς ὕειν· ἀθρόας δὲ νιφούσης ἀδιαστάτῳ καὶ ἀπαύστῳ ῥύμῃ φλογός, ἐκαίοντο μὲν ἀγροὶ καὶ λειμῶνες καὶ λάσια ἄλση καὶ ἕλη δασύτατα καὶ δρυμοὶ βαθεῖς, ἐκαίετο δ’ ἡ πεδιὰς καὶ ὁ τοῦ σίτου καὶ τῶν ἄλλων σπαρτῶν ἅπας καρπός, ἐκαίετο δὲ καὶ τῆς ὀρεινῆς ἡ δενδροφόρος, στελεχῶν ῥίζαις αὐταῖς ἐμπιπραμένων·

ἐπαύλεις δὲ καὶ οἰκίαι καὶ τείχη καὶ ὅσα ἐν οἰκοδομαῖς ἰδιωτικὰ καὶ δημόσια πάντα συγκατεπίμπραντο καὶ ἡμέρᾳ μιᾷ αἱ μὲν εὐανδροῦσαι πόλεις τάφος τῶν οἰκητόρων ἐγεγένηντο, αἱ δ’ ἐκ λίθων καὶ ξύλων κατασκευαὶ τέφρα καὶ λεπτὴ κόνις.

ἐπεὶ δὲ τὰ ἐν φανερῷ καὶ ὑπὲρ γῆς ἅπαντα κατανάλωσεν ἡ φλόξ, ἤδη καὶ τὴν γῆν αὐτὴν ἔκαιε κατωτάτω διαδῦσα καὶ τὴν ἐνυπάρχουσαν ζωτικὴν δύναμιν ἔφθειρεν εἰς ἀγονίαν παντελῆ, ὑπὲρ τοῦ μηδ’ αὖθίς ποτε καρπὸν ἐνεγκεῖν ἢ χλοηφορῆσαι τὸ παράπαν δυνηθῆναι· καὶ μέχρι νῦν καίεται, τὸ γὰρ κεραύνιον πῦρ ἥκιστα σβεννύμενον ἢ νέμεται ἢ ἐντύφεται.

πίστις δὲ σαφεστάτη τὰ ὁρώμενα· τοῦ γὰρ συμβεβηκότος πάθους μνημεῖόν ἐστιν ὅ τε ἀναδιδόμενος ἀεὶ καπνὸς καὶ ὃ μεταλλεύουσι [*](2 νηφούσης ABE, νειφούσης FHP ἀδιαστάτως καὶ ἀπαύστως C ῥύμης C 3 φλογὸς BEKHP: πυρὸς CFGMA 4 καὶ δρυμοὶ BEK: δρυμοί τε ceteri δ’ ἡ] δὴ HP 5 ante τῶν add. ὁ ΒΕΚΑ δὲ] δὴ ΒΕΚ τῆς ὀρεινῆς ἡ δενδροφόρος BEK: ὁ τῆς ὀρεινῆς δενδροφόρος ceteri (v) fi στελέχων MHP, στελέγχων F αὐτῶν Κ 7 καὶ ὅσα — δημόσια om. Arm ἰδιωτικαῖς καὶ δημοσίαις F 7. 8 συγκατεπίμπραντο Α, συγκατεπίπραντο BEK: συγκατεπίμπρατο ceteri 9 κατασκευασταὶ Η 10 κατηνάλωσεν C 11 ἔκαιεν αὐτὴν transp. Κ καὶ alt. aute κατωτάτω transp. BEK Arm ἐνυπάρχουσαν om. Arm 12 ἀγονία παντελεῖ (om. εἰς) CFG ἀγωνίαν M παντελῶς Κ 13 δυνηθῆναι om. Arm 14 πῦρ om. CFG σβέννυται G, σβέννυται μόνον CF, σβέννυται μὲν HP ἢ pr. et ἢ ἐντύφεται om. Arm 15 τοῦ] ταῦτα CFG 16 μνημεῖον BEK Arm: σημεῖον ceteri post ἐστι repet. τὰ ὁρώμενα BEK ἀεὶ om. Arm) [*](1 sqq. Gen. 19,24 11 sqq.. Ioseph. Ant. Iud. I 104 ὑπὸ δὴ τοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλήθει καὶ μεγέθει χρημάτων ὑπερφρονοῦντες εἴς τε ἀνθρώπους ἦσαν ὑβρισταὶ καὶ πρὸς τὸ θεῖον ἀσεβεῖς . . . (195) χαλεπήνας οὖν ἐπὶ τούτοις ὁ θεὸς ἔγνω τιμωρήσασθαι τῆς ὑπερηφανίας αὐτοὺς καὶ τήν τε πόλιν αὐτὴν κατασκάψασθαι καὶ τὴν χώραν οὕτως ἀφανίσαι, ὡς μήτε φυτόν ἔτι μήτε καρπὸν ἕτερον ἐξ αὐτῆς ἀναδοθῆναι. 14 sqq. Sap. Salom. 10,6 αὕτη δίκαιον ἐξαπολλυμένων ἀσεβῶν ἐρρύσατο φυγόντα καταβάσιον πῦρ πενταπόλεως· (7) ἧς ἔτι μαρτύριον τῆς πονηρίας καπνιζομένη καθέστηκε χέρσος καὶ ἀτελέσιν ὥραις καρποφοροῦντα φυτά. loseph. Bell. Iud. IV 483 γειτνιᾷ δ’ ἡ Σοδομῖτις αὐτῇ (scil. τῇ Ἀσφαλτίτιδι λίμνῃ), πάλαι μὲν εὐδαίμων γῆ καρπῶν θ’ ἕνεκα καὶ τῆς κατὰ πόλεις περιουσίας, νῦν δὲ κεκαυμένη πᾶσα. (484) φασὶ δ’ ὡς δι’ ἀσέβειαν οἰκητόρων κεραυνοῖς κατεφλέγη· ἔστι γοῦν ἔτι λείψανα τοῦ θείου πυρὸς καὶ πέντε μὲν πόλεων ἰδεῖν σκιάς, ἔτι δὲ κἀν τοῖς καρποῖς σποδιὰν ἀναγεννωμένην, οἲ χρόαν μὲν ἔχουσι τοῖς ἐδωδίμοις ὁμοίαν, δρεψαμένων δὲ χερσὶν εἰς καπνὸν ἀναλύονται καὶ τέφραν.)

v.4.p.33
θεῖον· τῆς δὲ περὶ τὴν χώραν παλαιᾶς εὐδαιμονίας ἐναργέστατον ὑπολείπεται δεῖγμα πόλις μία τῶν ὁμόρων καὶ ἡ ἐν κύκλῳ γῆ, πολυάνθρωπος μὲν ἡ πόλις, εὔχορτος δὲ καὶ εὔσταχυς καὶ συνόλως καρποφόρος ἡ γῆ, πρὸς ἔλεγχον δίκης γνώμῃ θείᾳ δικασθείσης.

ἀλλὰ γὰρ οὐχ ἕνεκα τοῦ δηλῶσαί με τὰς μεγαλουργηθείσας συμφορὰς καινὰς ταῦτα διεξῆλθον, ἀλλ’ ἐκεῖνο βουλόμενος παραστῆσαι, ὅτι τῶν τριῶν ὡς ἀνδρῶν ἐπιφανέντων τῷ σοφῷ δύο μόνους εἰς τὴν ἀφανισθεῖσαν χώραν τὰ λόγιά φησιν ἐλθεῖν ἐπ’ ὀλέθρῳ τῶν οἰκητόρων, τοῦ τρίτου μὴ δικαιώσαντος ἥκειν·

ὃς κατά γε τὴν ἐμὴν ἔννοιαν ἦν ὁ πρὸς ἀλήθειαν ὤν, ἁρμόττον ὑπολαβὼν εἶναι τὰ μὲν ἀγαθὰ παρὼν δι’ αὑτοῦ χαρίζεσθαι, μόναις δ’ ἐπιτρέπειν ταῖς δυνάμεσι καθ’ ὑπηρεσίαν τὰ ἐναντία χειρουργεῖν, ἵνα μόνων ἀγαθῶν αἴτιος, κακοῦ δὲ μηδενὸς προηγουμένως νομίζηται.

τοῦτό μοι δοκοῦσι καὶ τῶν βασιλέων οἱ μιμούμενοι τὴν θείαν φύσιν πράττειν, τὰς μὲν χάριτας δι’ ἑαυτῶν προτείνοντες, τὰς δὲ τιμωρίας δι’ ἑτέρων βεβαιοῦντες.

ἀλλ’ ἐπειδὴ τῶν δυεῖν δυνάμεων ἡ μὲν εὐεργέτις ἐστίν, ἡ δὲ κολαστήριος, ἑκατέρα κατὰ τὸ εἰκὸς ἐπιφαίνεται τῇ Σοδομιτῶν γῇ, διότι τῶν ἀρίστων ἐν αὐτῇ πέντε πόλεων τέτταρες μὲν ἔμελλον ἐμπίπρασθαι, μία δὲ ἀπαθὴς παντὸς κακοῦ σῷος ὑπολείπεσθαι· ἐχρῆν γὰρ διὰ μὲν τῆς κολαστηρίου γίνεσθαι τὴν φθοράν, σῴζεσθαι δὲ διὰ τῆς εὐεργέτιδος.

ἀλλ’ ἐπειδὴ καὶ τὸ σῳζόμενον μέρος οὐχ ὁλοκλήρους καὶ παντελεῖς εἶχεν ἀρετάς, δυνάμει μὲν τοῦ ὄντος εὐεργετεῖτο, προηγουμένως δὲ τῆς ἐκείνου φαντασίας ἀνάξιον ἐνομίσθη τυχεῖν.

Ἡ μὲν οὖν ἐν φανερῷ καὶ πρὸς τοὺς πολλοὺς ἀπόδοσις ἥδ’ [*](1 δ’ BEK ἐπὶ τὴν χώραν BE, ἐπὶ τῆ χώρα Κ, τῆς χώρας Arm 1. 2 ὑπολείπεται BEK: ὑπολέλειπται ceteri 2 τῶν ὁμόρων BEK τῶν ὁμοίων Arm): om. ceteri ἡ om. BE 3 μὲν ΒEΚΗ2: om. ceteri 4 θείᾳ om. C δικασθεῖσα CFG 5 κενὰς Α, κοινὰς CBE ταῦτα BEK: ταυτὶ ceteri 8 φασιν KUP ἐλθεῖν ἐπ’ ὀλέθρω BEK Arm: ἐπ’ ὀλέθρω ἐλθεῖν ceteri 9 ὃς κατά γε BEK: ὅς γε κατὰ ceteri ἦν om. C ἁρμόττον post ἦν transp. BE ἁρμόττων Α 10 ὑπέλαβεν CG, ὑπελάμβανεν F παρὼν ΒΕΚ παριὼν Arm): om. ceteri αὐτοῦ F1HP, ἑαυτοῦ F2: αὐτοῦ ceteri 10. 11 μόναις δ’ ἐπιτρέπειν ταῖς δυνάμεσι καθυπηρεσίαν τὰ ἐναντία χειρουργεῖν C: μ. δ’ ἑ. τ. δ. καθ’ ὑπ’. τῶν δυνάμεων τὰ ἐναντία χειρουργεῖν FCMAHP, μ. δ’ ἑ. τ. δ. κ. ὒ. τῶν χειρουργεῖν δυναμένων τὰ ἐναντία Κ, τὰ δ’ ἐναντία καθ’ ὑπηρεσίαν τῶν δυνάμεων χειρουργεῖν BE, τὰ δ’ ἐναντία καθ’ ὑπηρεσίαν ταῖς δυνάμεσι μόναις ἐπιτρέπειν χειρουργεῖν Arm 12 μόνον BE αἰτίας G δὲ BEKF2H2: om. ceteri προηγουμένου C 15 δυοῖν FHP 17 πέντε om. F Arm τέσσαρες BEK 17. 18 ἐμπίμπρασθαι Mang. 18 δ’ BEK pobt ἀπαθὴς add. καὶ H2(v) σῷος om. Arm χρῆν BE ἥδ’ 19 τὴν om. F 21 εὐηργετεῖτο AFGK 23 αὕτη Κ)

v.4.p.34
ἐστίν· ἡ δ’ ἐν ἀποκρύφῳ καὶ πρὸς ὀλίγους, ὅσοι τρόπους ψυχῆς ἐρευνῶσιν ἀλλ’ οὐ σωμάτων μορφάς, αὐτίκα λεχθήσεται. συμβολικῶς ἡ πεντάπολις αἱ ἐν ἡμῖν πέντε αἰσθήσεις εἰσί, τὰ τῶν ἡδονῶν ὄργανα, δι’ ὧν ἅπασαι μικραί τε αὖ καὶ μεγάλαι τελεσιουργοῦνται.

ἢ γὰρ ὁρῶντες χρωμάτων καὶ σχημάτων ποικιλίας ἔν τε ἀψύχοις καὶ ψυχὴν ἔχουσιν ἡδόμεθα ἢ φωνῶν ἐμμελεστάτων ἀκούοντες ἢ κατὰ γεῦσιν ἐν τοῖς περὶ ἐδωδὴν καὶ πόσιν ἢ κατ’ ὄσφρησιν ἐν εὐωδίαις ἀτμῶν ἢ ἐν μαλακοῖς καὶ θερμοῖς ἔτι δὲ λείοις κατὰ τὴν ἁφήν.