De Abrahamo
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 4. Berlin: Reimer, 1902.
τὸ δὲ συμπόσιον οἷον εἰκὸς γενέσθαι, τὴν ἐν εὐωχίαις ἀφέλειαν ἐπιδεικνυμένων πρὸς τὸν ἑστιάτορα τῶν ἑστιωμένων καὶ γυμνοῖς ἤθεσι προσαγορευόντων καὶ ὁμιλίας τὰς ἁρμοττούσας τῷ καιρῷ ποιουμένων.
τεράστιον δὲ καὶ τὸ μὴ πίνοντας πινόντων καὶ τὸ μὴ ἐσθίοντας ἐσθιόντων παρέχειν φαντασίαν. ἀλλὰ ταυτί γε ὡς ἀκόλουθα· τὸ δὲ πρῶτον ἐκεῖνο τερατωδέστατον, ἀσωμάτους ὄντας [τοῦδε σώματος] εἰς ἰδέαν ἀνθρώπων μεμορφῶσθαι χάριτι τῇ πρὸς τὸν ἀστεῖον· τίνος γὰρ ἕνεκα ταῦτα ἐθαυματουργεῖτο ἢ τοῦ παρασχεῖν αἴσθησιν τῷ σοφῷ διὰ τρανοτέρας ὄψεως, ὅτι οὐ λέληθε τὸν πατέρα τοιοῦτος ὤν;
Τὰ μὲν οὖν τῆς ῥητῆς ἀποδόσεως ὡδὶ λελέχθω· τῆς δὲ δι’ ὑπονοιῶν ἀρκτέον. σύμβολα τὰ ἐν φωναῖς τῶν διανοίᾳ μόνῃ καταλαμβανομένων ἐστίν· ἐπειδὰν οὖν ἡ ψυχὴ καθάπερ ἐν μεσημβρίᾳ θεῷ περιλαμφθῇ καὶ ὅλη δι’ ὅλων νοητοῦ φωτὸς ἀναπλησθεῖσα ταῖς ἐν κύκλῳ κεχυμέναις αὐγαῖς ἄσκιος γένηται, τριττὴν φαντασίαν ἑνὸς ὑποκειμένου καταλαμβάνει, τοῦ μὲν ὡς ὄντος, τῶν δ’ ἄλλων δυοῖν ὡς ἂν ἀπαυγαζομένων ἀπὸ τούτου σκιῶν· ὁποῖόν τι συμβαίνει καὶ τοῖς ἐν αἰσθητῷ φωτὶ διατρίβουσιν· ἢ γὰρ ἑστώτων ἢ κινουμένων διτταὶ σκιαὶ πολλάκις συνεμπίπτουσι.
μὴ μέντοι νομισάτω τις ἐπὶ θεοῦ τὰς σκιὰς [*](3 αὐτῶν ΒΕΚ: αὐτῶ ceteri (Mang.) προσπεφευγότα ΒΕΚ Arm: προσπεφευγέντα (sic) M, προσπεφευγέναι AP, προσπεφυκέναι CFGH(v) 4 καὶ om. F 5 τὸ om. P 6 ἐν om. BEG ὠφέλειαν CFGHP 9 τὸ pr.] τῶ Α ϊ ὁ πίνοντα CFGK Arm: πεινῶντας MAHP, om. BE πινόντων CFGK Arm: πεινώντων Β, πεινώντων ceteri τὸ μὴ BEK Arm: τὸ om. ceteri 10 ταυτί BEK: ταῦτά ceteri 11 τερατωδέστερον Α τοῦδε E Arm, τοῦ δὲ Β: τούσδε CKM, τοὺς δέ AFG, τούτους HP(v) τοῦδε σώματος seclusi 12 τῆς BE ἕνεκεν ΒΚ, ἕνεκε E 13 ἢ om. BE 15 ἀποδόσεως BEK Arm: ὑποθέσεως ceteri ὡδὶ] ὡς δεῖ BE; ὧδε Mang. λελέχθω BE Arm: λέλεκται ceteri 16 διανοία BEK: ἐν διανοία ceteri μόνοι Α 17 ἡ ψυχὴ BEK Arm: ἡ om. ceteri 18 περιλειφθῇ P 18. 19 ταῖς . . . κεχυμέναις αὐγαῖς H2(v): τὰς . . . κεχυμένας αὐγὰς ceteri Arm; τὰς . . . κεχυμένας αὐγὰς x003E; conicio vel τὰς . . . κεχυμένας αὐγὰς ἀσκίους δέχηται (αὐγὰς ἀσπάσηται Wendl.) 19 ἄσκιος γένηται om. Arm 20 τῶν δ’ ἄλλων BEK: τοῖν δ’ ἄλλοιν ceteri 21 τῶν σκιῶν ΑΒΕ ὁποῖον] ὅμοιον BE 22 ἑστώτων] ἔστω τῶν MA διτταῖς καὶ CG post σκιαὶ add. καὶ Α 23 συνεμπίπτουσι BEK: συμπίπτουσι ceteri)
ἀλλ’ ἔστιν, ὡς ἄν τις ἐγγύτατα τῆς ἀληθείας ἱστάμενος εἴποι, πατὴρ μὲν τῶν ὅλων ὁ μέσος, ὃς ἐν ταῖς | ἱεραῖς γραφαῖς κυρίῳ ὀνόματι καλεῖται ὁ ὤν, αἱ [*](p. 19 M.) δὲ παρ’ ἑκάτερα αἱ πρεσβύταται καὶ ἐγγυτάτω τοῦ ὄντος δυνάμεις, ἡ μὲν ποιητική, ἡ δ’ αὖ βασιλική· προσαγορεύεται δὲ ἡ μὲν ποιητικὴ θεός, ταύτῃ γὰρ ἔθηκέ τε καὶ διεκόσμησε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, θέμις γὰρ ἄρχειν καὶ κρατεῖν τὸ πεποιηκὸς τοῦ γενομένου.
δορυφορούμενος οὖν ὁ μέσος ὑφ’ ἑκατέρας τῶν δυνάμεων παρέχει τῇ ὁρατικῇ διανοίᾳ τοτὲ μὲν ἑνὸς τοτὲ δὲ τριῶν φαντασίαν, ἑνὸς μὲν ὅταν ἄκρως τύχῃ καθαρθεῖσα καὶ μὴ μόνον τὰ πλήθη τῶν ἀριθμῶν ἀλλὰ καὶ τὴν γείτονα μονάδος δυάδα ὑπερβᾶσα πρὸς τὴν ἀμιγῆ καὶ ἀσύμπλοκον καὶ καθ’ αὑτὴν οὐδενὸς ἐπιδεᾶ τὸ παράπαν ἰδέαν ἐπείγηται, τριῶν δὲ ὅταν μήπω τὰς μεγάλας τελεσθεῖσα τελετὰς ἔτι ἐν ταῖς βραχυτέραις ὀργιάζηται καὶ μὴ δύνηται τὸ ὂν ἄνευ ἑτέρου τινὸς ἐξ αὐτοῦ μόνου καταλαβεῖν, ἀλλὰ διὰ τῶν δρωμένων, ἢ κτίζον ἢ ἄρχον.
δεύτερος μὲν οὖν, ὥς φασι, πλοῦς οὗτος, μετέχει δ’ οὐδὲν ἧττον δόξης θεοφιλοῦς· ὁ δὲ πρότερος τρόπος οὐ μετέχει, ἀλλ’ αὐτός ἐστι θεοφιλὴς δόξα, μᾶλλον δὲ καὶ δόξης πρεσβυτέρα καὶ παντὸς τιμιωτέρα τοῦ δοκεῖν ἀλήθεια. γνωριμώτερον δὲ τὸ
δηλούμενον παραστατέον. τρεῖς εἰσιν ἠθῶν ἀνθρωπίνων τάξεις, ὧν ἑκάστη διακεκλήρωται μίαν τῶν εἰρημένων φαντασιῶν, ἡ μὲν ἀρίστη τὴν μέσην τοῦ ὄντως ὄντος, ἡ δὲ μετ’ ἐκείνην τὴν ἐπὶ δεξιά, τὴν εὐεργέτιν, ᾗ θεὸς ὄνομα, ἡ δὲ τρίτη τὴν ἐπὶ θάτερα, τὴν ἀρχικήν, ἣ καλεῖται κύριος. [*](1 ἐστὶ μόνον BEK: (αὐτῶ αὐτῶ Α) μόνον ἐστὶ ceteii ἐστὶν αὐτὸ μόνον ὀνόματος Αrm ἐνεργεστέραν BEK 2 πράγματος] γράμματος Arm ὧδε Κ, ὧδ’ BE: οὕτως ceteri 3 ἐγγύτατα τῆς ἀληθείας BEK Arm: τῆς ἀληθείας ἐγγύτατα transp. ceteri εἴποιεν BE 4 ὃς om. Arm αἱ] οἱ Mang. 5 αἱ πρεσβύταται BEK Arm: αἱ om. ceteri ἐγγυτάτω BEK: ἐγγύταται ceteri ἡ ῥεῖν BEK Arm: ὧν ἡ μὲν ceteri 6 δ’ αὖ] δὲ (om. ὖ) HP βασιλική· προσαγορεύεται δὲ BEK Arm: βασιλικὴ προσαγορεύεται ὀνομάζεται F)· καὶ ceteri θεός] κύριος Α 7 αὕτη BEK τε BEK διεκόσμη (i. e. διεκόσμει) C κύριος] θεός G 8 γοῦν BEK 9 παρεῖχε BEK 9. 10 τοτὲ] ποτὲ (bis) Κ, τὸ (bis) CFG 10 τύχη καθαρθεῖσα ΒΕΚ Arm: καθαρθεῖσα ψυχὴ ἡ ψυχὴ Η2) ceteri 13 ἰδέαν om. CFG ἐπείγεται ΑΚ 14 ἔτι om. Κ 15 ante ἐξ add. ἢ ΒΕΜΑΡ2 16 δρωμένων] ὁρωμένων coni. Mang.: cf. ἑ 188 18 ἐστι θεοφιλὴς BEK Arm: ἐστιν ἡ θεοφιλὴς ceteri μᾶλλον δὲ καὶ MAK: μᾶλλον δὴ καὶ BE Arm, μᾶλλον δὲ HP, ἢ δὴ C, εἰ δὴ F, εἴδη G 19 τοῦ] τῶ Κ 20 ἠθῶν om. CFG ἀνθρώπων CFG, ἀνθρωπίνων om. Α 21 μιᾷ CFGM 22 ὄντος ὄντως transp. CABE δεξιᾶ MF ᾖ] ἣ A 23 ὁ θεὸς ΒΕΚ)
τὰ μὲν οὖν ἄριστα τῶν ἠθῶν τὸν καθ’ αὑτὸν ἄνευ τινὸς ὄντα θεραπεύει πρὸς μηδενὸς ἑτέρου μεθελκόμενα, τῷ τετάσθαι μοναδικῶς πρὸς τὴν ἑνὸς τιμήν· τῶν δ’ ἄλλων τὰ μὲν διὰ τῆς εὐεργέτιδος συνίσταται καὶ γνωρίζεται δυνάμεως τῷ πατρί, τὰ δὲ διὰ τῆς βασιλικῆς.
ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἄνθρωποι μὲν ἐπειδὰν αἴσθωνται κατὰ πρόφασιν ἑταιρείας προσιόντας αὐτοῖς τινας ἐπὶ θήρᾳ πλεονεξιῶν, ὑποβλέπονταί τε καὶ ἀποστρέφονται τὴν προσποίητον κολακείαν καὶ τιθασείαν αὐτῶν δεδιότες ὡς σφόδρα ἐπιζήμιον·
ὁ δὲ θεὸς ἅτε βλάβην οὐκ ἐπιδεχόμενος ἅπαντας τοὺς καθ’ ἡντινοῦν ἰδέαν προαιρουμένους τιμᾶν αὐτὸν ἄσμενος προσκαλεῖται, μηδένα σκορακίζειν ἀξιῶν τὸ παράπαν, ἀλλὰ μόνον οὐκ ἄντικρυς τοῖς ἀκοὰς ἔχουσιν ἐν τῇ ψυχῇ θεσπίζει τάδε·
„τὰ μὲν πρῶτα τῶν ἄθλων κείσεται τοῖς ἐμὲ θεραπεύουσι δι’ ἐμὲ αὐτόν, τὰ δὲ δεύτερα τοῖς δι’ ἑαυτούς, ἢ τυχεῖν ἀγαθῶν ἐλπίζουσιν ἢ τιμωριῶν ἀπαλλαγὴν εὑρήσεσθαι προσδοκῶσι· καὶ γὰρ εἰ ἔμμισθος ἡ τῶνδε θεραπεία καὶ μὴ ἀδέκαστος, ἀλλ’ οὐδὲν ἧττον ἐντὸς εἱλεῖται θείων περιβόλων καὶ οὐκ ἔξω πλάζεται.
τὰ δὲ ἆθλα τοῖς μὲν ἐμὲ τιμῶσι δι’ ἐμὲ κείσεται φίλια, τοῖς δὲ διὰ τὰς χρείας φίλια μὲν οὔ, τὸ δὲ μὴ ἀλλοτρίοις νομίζεσθαι· δέχομαι γὰρ καὶ τὸν τῆς εὐεργέτιδός μου δυνάμεως βουλόμενον μεταλαχεῖν εἰς μετουσίαν ἀγαθῶν καὶ τὸν φόβῳ τὴν ἡγεμονικὴν καὶ δεσποτικὴν ἱλασκόμενον ἐξουσίαν εἰς ἀποτροπὴν κολάσεως· οὐ γὰρ ἀγνοῶ, διότι πρὸς τῷ χείρους μὴ γίγνεσθαι καὶ βελτίους ἔσονται τῷ συνεχεῖ τῆς θεραπείας εἱλικρινῆ καὶ καθαρὰν εὐσέβειαν ἀσκήσαντες.
εἰ γὰρ καὶ [*](1 τὸν ΒΕΚΗ2 Arm: τῶν ceteri κατ’ αὐτὸν CFMAP ὄνια om. FG 4 δὲ alt. om. Η1Ρ 5 ἑταιρίας CFG 6 προσιέντας BE 6. 7 ὑποστρέφονται F 7 προσποιητὴν MA τιθασίαν ΑΒΕ, τιθασσείαν ΚF, ἀτιθασείαν G ὡς om. BE 8 ἐνδεχόμενος BE 9 ἡντιναοῦν ΒΕΚΑG ἰδέαν] αἰτίαν coni. Mang. 9. 10 προσκαλεῖται C Arm: προκαλεῖται ceteri 10 μονονοὺ Α, μονονοὺ καὶ Κ 11 τοῖς] τὰς BE θεσπίζει ἐν τῆ ψυχὴ transp. BEK τάδε om. Arm 12 ἐμαυτόν BE δὲ om. BE 13 ἑαυτοὺς BEK: αὑτοὺς Η2, αὐτοῦ C, αὐτοὺς ceteri ἢ τυχεῖν BEK Arm: ἡ om. ceteri ἀγαθῶν om. BE 13. 14 εὑρήσεσθαι BEK: εὑρέσθαι CFG, εὕρασθαι MA, εὑρεῖν HP 14 εἰ ἔμμισθος] ἔσται μισθὸς CFGA ἡ] ᾖ Mang. τῶνδε] τούτων BEK 14. 15 καὶ μὴ ἀδέκαστος BEK Arm: καὶ μηδὲν ἀδέκαστον MAHP, κἄν μηδὲν ἀδέκαστον C, καὶ μηδένα δ’ ἕκαστον FG 16 δ’ BEK μὲν BEK: om. ceteri 16. 17 φιλία (bis) CFABEK 17 οὔ] οὐδαμοῦ Κ τὸ] τῶ BE ἀλλοτρίοις ἀλλοτριοῖς C) codd.: ἀλλοτρίους v 18 βουλόμενος Α μετασχεῖν CFG 19 φόβον Α 20 διότι] ὅτι CFG (fort. recte) 21 τῳ] τὸ ABEF μὴ] μου P γίνεσθαι AP, γενέσθαι BEK 22 ἀσκήσαντες] κτησάμενοι Arm εἰ γὰρ καὶ] καὶ γὰρ Α)
ὅτι δ’ ἡ τριττὴ φαντασία δυνάμει ἑνός ἐστιν ὑποκειμένου, φανερὸν οὐ μόνον ἐκ τῆς ἐν ἀλληγορίᾳ θεωρίας, ἀλλὰ καὶ τῆς ῥητῆς γραφῆς τάδε περιεχούσης· ἡνίκα μὲν γὰρ ὁ σοφὸς ἱκετεύει τοὺς ἐοικότας ὁδοιπόροις τρεῖς ξενισθῆναι παρ’ αὑτῷ, διαλέγεται τούτοις οὐχ ὡς τρισίν, ἀλλ’ ὡς ἑνί, καί φησι· „κύριε, εἰ ἄρα εὗρον χάριν παρὰ σοί, μὴ παρέλθῃς τὸν παῖδά σου“ (Gen. 18, 3)· τὸ γὰρ „κύριε“ καὶ τὸ „παρὰ σοὶ“ καὶ τὸ „μὴ παρέλθῃς“ καὶ ὅσα τοιαῦτα πρὸς ἕνα πέφυκεν ἀλλ’ οὐ πρὸς πλείους λέγεσθαι·
ἡνίκα δὲ ξενιζόμενοι φιλοφρονοῦνται τὸν ξενοδόχον, πάλιν εἷς ὑπισχνεῖται ὡς μόνος αὐτὸς παρὼν γνησίου παιδὸς σπορὰν διὰ τῶνδε· "ἐπανιὼν ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς νέωτα, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου“ (Gen. 18, 10).