De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

εἰ δὲ ἔδει πάντως ἑτέρου, τὸ γεωργικὸν κισσύβιον οὐχ ἱκανὸν ἦν, ἀλλὰ ἄλλων ἐπιφανῶν τέχνας ἀναζητεῖν ἔδει; τί δὲ ἀργυρῶν καὶ χρυσῶν κυλίκων ἄφθονον πλῆθος κατασκευάζεσθαι, εἰ μὴ διὰ τὸν φρυαττόμενον μεγάλα τῦφον καὶ τὴν ἐπ’ αἰώρας φορουμένην κενὴν δόξαν;

ὅταν καὶ στεφανοῦσθαί τινες ἀξιῶσι μὴ δάφνης μηδὲ κιττοῦ, μὴ ἴων ἢ κρίνων ἢ ῥόδου ἢ θαλλοῦ συνόλως ἤ τινος ἄνθους εὐώδει στεφάνῳ παρελθόντες τὰ θεοῦ δῶρα, ἃ διὰ τῶν ἐτησίων ὡρῶν ἀναδίδωσι, χρυσοῦς δ’ ὑπὲρ κεφαλῆς, βαρύτατον ἄχθος, αἰωρῶσιν ἐν ἀγορᾷ μέσῃ καὶ πληθούσῃ χωρὶς αἰδοῦς, ἄλλο τι νομιστέον ἢ ὅτι κενῆς δόξης εἰσὶ δοῦλοι, φάσκοντες οὐκ ἐλεύθεροι μόνον ἀλλὰ καὶ πολλῶν ἄλλων ἡγεμόνες εἶναι;

[*](1 ἔτι conicio 2 λιθοκόλλυτοι Α ἄνθεσι ποικίλοις conicio ἀνθηροποικίλοις καὶ χρυσοπάστοις (udcl. iciera ἔργοις cx Cant. S. Trin.) Mang.: ἀνθηροποικίλους καὶ χρυσοπάστους Α, ἀνθηροποικίλοι καὶ χρυσόπαστοι Hoesch. 3 ὧν Hoesch.: ὡς A 4. 5 λιπαροῦ coui. Mang. 8 ἐπετειχίσθη Mang.: ἀπετειχίσθη Α 11 ἀκρότητι Mang., fort. recte 13. 14 #x003E; ἐπιχέοντος Mang. 14 τῆς scripsi: τε A 15 κισσίβιον Α 17 ἄφθονον Mang.: ἀφθόνων Α κατασκευάζεται coni. Mang. 18 φορουμένην Hoesch.: φορουμένης Α 19 καὶ ὅταν vel ὅταν δὲ καὶ conicio. ievioribus autem infra mutationibus opus est, si hic scribas ὅπου γε καὶ. sic servatur ἀξιοῦσι, lin. 22 αἰωροῦσιν leg., lin. 23 οὓς τί στεφανοῦσθαί scripsi: στεφανοῦσι Α, στεφανοῦνται Hoesch. ἀξιῶσι scripsi: ἀξιοῦσι Α 20 εἴ τινος Α, ἡ τινος #x003E; conicio post στεφάνῳ add. ἀναδεῖσθαι Hoesch. 21 χρυσοῦ Hoesch. δ’ Hoesch.: om. Α 22 αἰωρῶσιν scripsi: ἑωρῶσιν Α, αἰωροῦσιν Hoesch. πληθούσῃ Mang.: πλήθους Α 23 ἄλλο τι scripsi: ἄτε A, (v. ad lin. 19))

v.3.p.269
ἐπιλείψει με ἡ ἡμέρα τὰς διαφθορὰς τοῦ ἀνθρωπείου βίου διεξιόντα. καίτοι τί δεῖ μακρηγορεῖν; τίς γὰρ αὐτῶν ἀνήκοός ἐστι, τίς δὲ οὐ θεατής; τίς μὲν οὖν οὐ τρίβων καὶ ἐθάς; ὥστε παγκάλως προσθήκην τὸν ἀτυφίας μὲν ἐχθρόν, τύφου δ’ ἑταῖρον ὠνόμασεν ὁ ἱερὸς λόγος.

καθάπερ γὰρ τοῖς δένδρεσιν ἐπιφύονται βλάσται περισσαί, μεγάλαι τῶν γνησίων λῶβαι, ἃς καθαίρουσι καὶ ἀποτέμνουσι προνοίᾳ τῶν ἀναγκαίων οἱ γεωργοῦντες, οὕτω τῷ ἀληθεῖ καὶ ἀτύφῳ βίῳ παρανέβλαστεν ὁ κατεψευσμένος καὶ τετυφωμένος, οὗ μέχρι ταύτης τῆς ἡμέρας οὐδεὶς εὕρηται γεωργὸς ὃς τὴν βλαβερὰν ἐπίφυσιν αὐταῖς ῥίζαις ἀπέκοψε.

τοιγαροῦν εἰδότες οἱ φρονήσεως ἀσκηταὶ τὸ κατάπλαστον τοῦτ’ αἰσθήσει πρῶτον, εἶτα διανοίᾳ μεταδιώκοντα ἄντικρυς ἐκβοῶσι· „θηρίον πονηρὸν ἥρπασε καὶ κατέφαγεν Ἰωσήφ“ (Gen. 37, 33).

ἀλλ’ οὐ θηρίον ἐξηγριωμένον ὢν ὁ πολυπλοκώτατος τῶν πεφυρμένων ἀνθρώπων τυφοπλαστηθεὶς βίος, οὗ πλεονεξία καὶ πανουργία σοφαὶ δημιουργοί, τοὺς προσιόντας ἅπαντας εὐωχεῖται; τοιγάρτοι καὶ ἔτι ζῶσιν αὐτοῖς ὡς νεκροῖς προτεθήσεται πένθος, ἀξίαν ὀλοφύρσεως καὶ θρήνων καρπουμένοις ζωήν· ἐπεὶ καὶ Ἰακὼβ τὸν Ἰωσὴφ ἔτι ζῶντα πενθεῖ.

ἀλλ’ οὐ Μωυσῆς ἐάσει τοὺς περὶ Ναδὰβ ἱεροὺς λόγους πενθεῖσθαι (Lev. 10, 6)· οὐ γὰρ ὑπ’ ἀγρίου πονηροῦ θηρὸς ἁρπασθέντες, ἀλλ’ ὑπὸ ῥιπῆς ἀσβέστου καὶ ἀθανάτου φέγγους ἀνελήφθησαν, ὅτι τὴν ἔνθερμον καὶ διάπυρον καὶ σαρκῶν ἀναλωτικὴν καὶ ὀξυκίνητον πρὸς τὴν εὐσέβειαν σπουδήν, ἣ γενέσεως μέν ἐστιν ἀλλοτρία, θεοῦ δὲ οἰκεία, τὸν μελλητὴν ὄκνον ἐκποδὼν ἀνελόντες, εὐαγῶς καθιέρωσαν, οὐ δι’ ἀναβαθμῶν ἐπὶ τὸν βωμὸν ἐλθόντες — ἀπείρηται γὰρ νόμῳ —, ἀλλὰ δεξιῷ πνεύματι ἐπουρίσαντες καὶ ἄχρι τῶν οὐρανοῦ περιόδων παραπεμφθέντες, θυσίας ὁλοκαύτου καὶ ὁλοκάρπου [*](1 διαφθορὰς scripsi: διαφορὰς Α 3 ἐθάς Hoesch.: ἔθος Α 4 ἑταῖρον Hoesch.: ἕτερον Α 6 καθαιροῦσι coni. Gohn. sed v. de agric. § 10 7 παρανέβλαστεν scripsi: παρανέβλαψεν Α 9 ἐπὶ φύσιν Α 10 τὸν #x003E; τὸ conicio καταπλαστὸν scripsi: κατάπλειστον Α, ἄπληστον (om. τοῦτο) coni. Mang. εἶτα add. Mang., praestat fort. αὐτόν, εἶτα καὶ 11 μεταδιώκοντα scripsi: μεταδιώκοντες Α, μεταδιώκοντας coni. Mang. 12 ὢν Hoesch.: ὂν Α 13 τυφοπλαστηθεὶς scripsi: τύφω βλαστηθεὶς Α οὗ Mang.: οὐ Α 15 προτεθήσεται scripsi: προστεθήσεται Α 16 ἀξίαν Hoesch.: ἄξιον Α καρπουμένοις Hoesch. : καρπούμενοι Α 17 Μωσῆς A 18 Ναδὰβ Mang.: Ἀδὰμ Α ἀγρίου #x003E; conicio 20 τὴν Mang. : τε Α 21 σπουδήν Mang. : σπουδῆς Α ἢ Hoesch.: ἢ Α 22 μελλητὴν scripsi: μὲν δὴ Α 23 ἀναβασμῶν A 24 ἐπουρίσαντες Hoesch.: ἀπουρίσαντες Α, ἐπουρισθέντες Mang., fort. recte)

v.3.p.270

τρόπον εἰς αἰθερίους αὐγὰς ἀναλυθέντες. ἀποκοπτέον οὖν, ὦ ψυχὴ πειθαρχοῦσα τῷ διδάσκοντι, τὴν σεαυτῆς χεῖρα καὶ δύναμιν, ἐπειδὰν ἄρξηται τῶν γεννητικῶν ἢ γενέσεως ἢ ἀνθρωπείων σπουδασμάτων ἐπιλαμβάνεσθαι.

πολλάκις γὰρ ὑφ’ * * * προσαψαμένην τῶν διδύμων χεῖρα ἀποκόπτειν (Deut. 25, 11. 12), πρῶτον μὲν ὅτι ἐδεξιώσατο ἣν ἐχθαίρειν ἐχρῆν ἡδονήν, δεύτερον δὲ ὅτι παρ’ ἡμᾶς τὸ σπείρειν ἐνόμισεν, εἶθ’ ὅτι τῷ γενομένῳ τὴν τοῦ ποιοῦντος ἀνέθηκε δύναμιν.

οὐχ ὁρᾷς, ὅτι ὁ γήινος ὄγκος, Ἀδάμ, ὅταν ἅψηται τοῦ διδύμου ξύλου (Gen. 2, 9), θνῄσκει, δυάδα τιμήσας πρὸ μονάδος καὶ τὸ γενόμενον πρὸ τοῦ πεποιηκότος ἐκθαυμάσας; ἀλλὰ σύ γε τοῦ μὲν καπνοῦ καὶ κύματος ἐκτὸς βαῖνε καὶ τὰς καταγελάστους τοῦ θνητοῦ βίου σπουδὰς ὡς τὴν φοβερὰν ἐκείνην χάρυβδιν ἀποδίδρασκε καὶ μηδὲ ἄκρῳ, τὸ τοῦ λόγου δὴ τοῦτο, δακτύλῳ ψαύσῃς.

ἐπειδὰν δὲ ταῖς ἱεραῖς ἐπαποδύσῃ λειτουργίαις, ὅλην τὴν χεῖρα καὶ δύναμιν εὐρύνασα εὖ μάλα τῶν παιδείας καὶ σοφίας θεωρημάτων ἐπίδραξαι. καὶ γὰρ πρόσταξίς ἐστι τοιαύτη· „ἐὰν ψυχὴ προσφέρῃ δῶρον ἢ θυσίαν, σεμίδαλις ἔσται τὸ δῶρον,“ εἶτ’ ἐπιφέρει· „καὶ δραξάμενος πλήρη τὴν δράκα ἀπὸ τῆς σεμιδάλεως σὺν τῷ ἐλαίῳ καὶ παντὶ τῷ λιβάνῳ ἐπιθήσει τὸ μνημόσυνον ἐπὶ τὸ θυσιαστήριον“ (Lev. 2, 1. 2).

ἆρ’ οὐ παγκάλως ψυχὴν εἶπεν ἀσώματον τὴν μέλλουσαν ἱερουργεῖν, ἀλλ’ οὐ τὸν δίδυμον ἐκ θνητοῦ καὶ ἀθανάτου συνεστῶτα ὄγκον; τὸ γὰρ εὐχόμενον, τὸ εὐχάριστον, τὸ θυσίας ἀμώμους ἀληθῶς ἀνάγον ἓν μόνον ἦν ἄρα, ἡ ψυχή.

τίς οὖν ἡ ψυχῆς ἀσωμάτου θυσία; τίς ἢ σεμίδαλις, ἐκκεκαθαρμένης ταῖς παιδείας ὑποθήκαις γνώμης σύμβολον, τροφὴν ἄνοσον καὶ ζωὴν ἀνυπαίτιον ποιεῖν ἱκανῆς;

ἀφ’ ἧς δραξάμενον τὸν ἱερέα ὅλῃ τῇ δρακί, τὸ δ’ ἐστὶ πάσαις ταῖς [*](1 ἀναλυθέντας A 2 σεαυτῆς Hoesch.: γε αὐτῆς Α 3 ἢ γενέσεως corruptum vid. 4 lacuua 20—25 litt. Α; cf. De spec. leg. III cap. 31. 32 (II 328.329 M.), suppl. Mang., sed plura desunt. προσαψαμένην Hoesch.: προσαψαμένων A 7 γενομένω A ο in ras.): γεννωμένῳ v ἀνέθηκε Mang. : ἐνέθηκε A 12 τὸ secundum Cotelerium Mang.: τῶ Α 13 δὴ scripsi: ποδὶ Α (an δήπου?) τοῦτο Α: τῷ V 16 ἡ fort. secl. (om. LXX) 18 πάντα τὸν λίβανον e LXX coni. Mang. ἐπιθήσει ex LXX Mang. : ἐπιτίθησι A, sed v. p. 197,17 #x003E; ἐπὶ conicio (cf. ad p. 197,17) 20 ἱερουργεῖν Mang.: ἱερουργίαν A 21 εὐχαριστοῦν Mang. ἀμώμους Hoesch.: ἀμώμου Α 23 75 Mang. : ἡ A ἐκκεκαθαρμένης Mang. : ἐκκεκαθαρμένη A παιδείας Hoesch.: παιδείαις A 25 δραξάμενον scripsi : δραξάμενος Α τὸν ἱερέα Α· 6 ἱερεὺς v) [*](10. 11 Hom. Od. μ 219.)

v.3.p.271
διανοίας λαβαῖς, πλήρη τὴν ὅλην ψυχὴν εἱλικρινεστάτων καὶ καθαρωτάτων δογμάτων γενομένην αὐτὴν ὡς ἱερεῖον τὸ κάλλιστον ἀνάγειν προστέτακται, πίονα καὶ λιπῶσαν, θείῳ φωτὶ χαίρουσαν καὶ ταῖς ἀπὸ δικαιοσύνης καὶ τῶν ἄλλων ἀρετῶν ἀναδιδομέναις καταπνεομένην αὔραις, ὡς εὐωδέστατον καὶ προσηνέστατον ἀεὶ καρποῦσθαι βίον· τὸ γὰρ ἔλαιον καὶ ὁ λιβανωτός, ὧν ἐπιδράττεται σὺν τοῖς λευκοπύροις ὁ ἱερεύς, ταῦτα αἰνίττεται.

διὰ τοῦτο καὶ Μωυσῆς ἐξαίρετον ἑορτὴν ἀνέθηκε τῷ δράγματι, πλὴν οὐ παντί, ἀλλὰ τῷ ἀπὸ τῆς ἱερᾶς γῆς. „ὅταν“ γάρ φησιν „εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ θερίζητε τὸν θερισμὸν αὐτῆς, οἴσετε δράγματα ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν πρὸς τὸν ἱερέα“ (Lev. 23, 10), τὸ δέ ἐστιν·

ὅταν εἰσέλθῃς, ὦ διάνοια, εἰς τὴν ἀρετῆς χώραν, ἣν ἐμπρεπὲς μόνῳ δωρεῖσθαι θεῷ, τὴν εὔβοτον, τὴν εὔγειον, τὴν καρποφόρον, εἶτα οἰκεῖα [εἴ γε] σπείρας’ ἀγαθὰ θερίζῃς αὐξηθέντα ὑπὸ τοῦ τελεσφόρου, μὴ πρότερον οἴκαδε συγκομίσῃς, τουτέστι μὴ ἀναθῇς μηδ’ ἐπιγράψῃς σεαυτῇ τὴν τῶν περιγινομένων αἰτίαν, ἢ ἀπάρξασθαι τῷ πλουτάρχῳ καὶ τὰ πλουτιστήρια ἔργα ἐπιτηδεύειν ἀναπείθοντι.

καὶ λέγεται „τὴν ἀπαρχὴν τοῦ θερισμοῦ ὑμῶν“ αὐτῶν, ἀλλ’ οὐχὶ τῆς γῆς, προσφέρειν, ἵνα ἀμῶμεν καὶ θερίζωμεν ἑαυτοῖς, πάνθ’ ὅσα καλὰ καὶ τρόφιμα καὶ σπουδαῖα βλαστήματα καθιεροῦντες.

Ἀλλ’ ὅ γε τῶν ἐνυπνίων μύστης ὁμοῦ καὶ μυσταγωγὸς θαρρεῖ λέγειν, ὅτι ἀνέστη τὸ αὐτοῦ δράγμα καὶ ὠρθώθη (Gen. 37, 7). τῷ γὰρ ὄντι καθάπερ οἱ γαῦροι τῶν ἵππων τὸν αὐχένα μετέωρον ἐξάραντες, ὅσοι θιασῶται τῆς κενῆς δόξης εἰσίν, ἐπάνω πάντων ἑαυτοὺς ἱδρύουσι, πόλεων, νόμων, ἐθῶν πατρίων, τῶν παρ’ ἑκάστοις πραγμάτων·

εἶτα ἀπὸ δημαγωγίας ἐπὶ δημαρχίαν βαδίζοντες καὶ τὰ μὲν τῶν πλησίον καταβάλλοντες, τὰ δὲ οἰκεῖα διανιστάντες καὶ παγίως ὀρθοῦντες, ὅσα ἐλεύθερα καὶ ἀδούλωτα φύσει φρονήματα, καὶ ταῦθ’ ὑπάγεσθαι μηχανῶνται.

διὸ προστίθησι· „περιστραφέντα δὲ τὰ δράγματα ὑμῶν προσεκύνησαν τὸ ἐμὸν δράγμα“ (ibid.). τέθηπε γὰρ ὁ μὲν αἰδοῦς ἐραστὴς τὸν σκληραύχενα, ὁ δὲ εὐλαβὴς τὸν αὐθάδη, ὁ δὲ ἰσότητα τιμῶν τὸν [*](1 διανοίας Hoesch.: διανοίαις Α λαβαῖς Α 2 ἱερείων conicio 3 χαίρουσαν Mang. : χαίρουσι Α 6 ἱερεύς Hoesch.: ἱερός Α 13 εἴ γε seclusi σύ γε?), ἔργα coni. Cohn σπείρας A, σπείρασα v 15 ἀναθεὶς A μηδ’ Hoesch.: μὴ Α 16 πλουτοφόρῳ καὶ τὰ πλούτου ποριστικὰ ἔργα conicio 17 λέγετε Α ἡμῶν per errorem Hoesch. 18 ἑαυτούς conicio 21 θαρρεῖ Cohn: θαρσεῖ A 24 προσταγμάτων vel διαταγμάτων coni. Mang. 26 διανιστάντες Mang. : διαναστάντες Α 27 alt. καὶ secl. Cohn 30.271,1 ἰσότητα et ἄνισον Mang. : ὁσιότητα et ἀνόσιον Α)

v.3.p.272
ἑαυτῷ τε καὶ ἄλλοις ἄνισον, καὶ μήποτ’ εἰκότως·