De Somniis (lib. i-ii)

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐκ τούτων τὰ τῶν ὁμοπατρίων ἀδελφῶν δράγματα καταδεῖται, τὰ δὲ τοῦ ὁμογαστρίου ἐξ ἡμερῶν καὶ χρόνου, τῶν οὐδενὸς αἰτίων ὡς ἁπάντων αἰτίων.

αὐτὸς δὲ ὁ ἐνυπνιαστὴς καὶ ὀνειροπόλος — ἦν γὰρ ἀμφότερα — τῆς κενῆς δόξης ὡς μεγίστου καὶ λαμπροτάτου καὶ βιωφελεστάτου κτήματος ἐπιδράττεται. διὸ πρῶτον μὲν ἀπ’ ὀνειράτων, ἃ νυκτὶ φίλα, τῷ βασιλεῖ τῆς σωματικῆς χώρας γνωρίζεται, οὐκ ἀπὸ πραγμάτων τηλαυγῶν ἐναργείας, ἃ πρὸς ἐπίδειξιν ἡμέρας δεῖται.

εἶτ’ ἐπίτροπος ἢ κηδεμὼν Αἰγύπτου πάσης ἀνακηρύττεται, ταῖς τιμαῖς τοῦ βασιλέως οἰσόμενος δευτερεῖα, ἅπερ ἥττης καὶ ἀτιμίας ἀφανέστερα καὶ καταγελαστότερα παρὰ φρονήσει γράφεται δικαζούσῃ.

εἶτα „κλοιὸν χρυσοῦν“ (Gen. 41,41.42), ἀγχόνην ἐπιφανῆ, κύκλον καὶ τροχὸν ἀνάγκης ἀτελευτήτου, περιτίθεται — οὐκ ἀκολουθίαν καὶ τὸ ἑξῆς ἐν βίῳ καὶ τὸν εἱρμὸν τῶν τῆς φύσεως πραγμάτων, ὡς ἡ Θάμαρ· οὐ γὰρ κλοιός, ἀλλὰ ὁρμίσκος αὐτῆς ὁ κόσμος (Gen. 38, 18) — καὶ δακτύλιον μέντοι βασιλικόν (Gen. 41, 42), δῶρον [*](1 οὖν conicio 4 τῆς secl. Mang., idem καὶ post θαρραλεότητος add. vel θαρραλεωτάτης λεωτάτης coni. 5. 6 ὕμνον, εὐδαιμονισμὸν Α 6 #x003E; κατὰ conicio 7 συνεχείας #x003E; coniciebam, nunc satis habeo comma post συνεχείας delevisse 8 ἀνανταγωνίστῳ scripsi: εὐκαταφροντίστω Α, εὐκαταφόρῳ coni. Mang., ἀκαταφρονήτῳ coniciebam 11. 12 ἀντιλοχῶντας scripsi: ἀντιλοχοῦντας Α 15 εὐδικίας Mang.: εὐδοκίας Α 16 alterum τά Mang. : τοῦ Α 17. 18 αἰτίων, ὧν δ’ οὐκ ἄνευ πάντα conicio 21. 22 ἐναργείας Mang. : ἐνεργείας Α 22 ἐπίσκοπος V ἡ] καὶ conicio 23 τῆς τιμῆς coni. Mang. 26 περιτιθέναι Α)

v.3.p.266
ἄδωρον, πίστιν ἄπιστον, ἐναντιούμενον τῷ δοθέντι πάλιν τῇ Θάμαρ ὑπὸ τοῦ βασιλέως τοῦ ὁρῶντος, Ἰσραήλ, Ἰούδα.

δίδωσι γὰρ οὗτος τῇ ψυχῇ σφραγῖδα (Gen. 38, 18), πάγκαλον δῶρον, διδάσκων ὅτι ὁ θεὸς ἀσχημάτιστον οὖσαν τὴν τῶν πάντων οὐσίαν ἐσχημάτισε καὶ ἀτύπωτον ἐτύπωσε καὶ ἄποιον ἐμόρφωσε καὶ τελειώσας τὸν ὅλον ἐσφράγισε κόσμον εἰκόνι καὶ ἰδέᾳ, τῷ ἑαυτοῦ λόγῳ.

ἀλλ’ ἐκεῖνός γε καὶ ἐπὶ τὸ δευτερεῖον ἄνεισιν ἅρμα (Gen. 41,43) [ἢ] ὑποτυφούμενος ὑπ’ αἰώρας φρενῶν καὶ κενοῦ φυσήματος καὶ σιταρχεῖ (ibid. 48), τῷ σώματι θησαυροφυλακῶν καὶ πανταχόθεν αὐτῷ πορίζων τὰς τροφάς· ἐπιτειχισμὸς δὲ κατὰ τῆς ψυχῆς βαρὺς οὗτός ἐστι.

τῇ δὲ προαιρέσει καὶ ζηλώσει τοῦ βίου μαρτυρεῖ καὶ τοὔνομα οὐχ ἥκιστα· πρόσθεσις γὰρ Ἰωσὴφ ἑρμηνεύεται. κενὴ δὲ δόξα προστίθησιν ἀεὶ γνησίῳ μὲν τὸ νόθον, οἰκείῳ δὲ τὸ ἀλλότριον, ἀληθεῖ δὲ τὸ ψεῦδος, αὐτάρκει δὲ τὸ πλεονάζον, ζωῇ δὲ θρύψιν, βίῳ δὲ τῦφον.

Τί δ’ ἐστὶν ὃ βούλομαι δηλοῦν, σκόπει. σιτίοις καὶ ποτοῖς τρεφόμεθα, κἂν ᾖ εὐτελεστάτη μᾶζα καὶ ὕδωρ ναματιαῖον. τί οὖν ἡ κενὴ δόξα προσεπέθηκεν ἀμήτων καὶ μελιπήκτων πεμμάτων γένη μυρία καὶ οἴνων ἀμυθήτων πολυέργους καὶ παμποικίλους κράσεις πρὸς ἀπόλαυσιν ἡδονῆς μᾶλλον ἢ πρὸς μετουσίαν τροφῆς παρηρτυμένας;

πάλιν ἡδύσματα πρὸς ἐδωδὴν ἀναγκαῖα γήτεια καὶ λάχανα καὶ πολλὰ τῶν ἀκροδρύων καὶ ἔτι τυρὸς καὶ εἴ τι ἄλλο ὁμοιότροπον· εἰ δὲ θέλεις, ἐπὶ σαρκοβόρων ἀνθρώπων ἰχθῦς ἔτι καὶ κρέας πρὸς τούτοις γράφομεν.

ἆρ’ οὖν οὐκ αὔταρκες ἦν ἀπανθρακίσαντας καὶ αὐτοσχεδίως ὀπτήσαντας πυρὶ τρόπον ἡρωικῶν ὄντως ἀνδρῶν προσφέρεσθαι; ἀλλ’ οὐκ ἐπὶ ταῦτα ὁ γαστρίμαργος μόνον ὁρμᾷ, σύμμαχον δὲ τὴν κενὴν δόξαν λαβὼν καὶ [*](1 ἄδωρον add. Mang. τῇ (vel τῇ αὐτῇ) scripsi: αὐτῆς Α, αὖ τῇ Mang. 2 οὗτος] ὁ θεός Mang. 3 6 θεὸς addidi 6 γε scripsi: τε Α 7 ἡ seclusi cum Mang. vel ὁ conicio 11 καὶ] δὲ (in notis δὴ) Mang. 13 ἀληθεῖ Mang. : ἀληθέσι codd. ψευδὲς conicio, nisi praeferas ἀληθείᾳ 16 ᾖ] ἡ Α τί scripsi: εἴ τι Α, ἔτι vol εἰς τί coni. Mang. 17 ἀμητῶν Α post μελιπήκτων fort. καὶ ἄλλων add. (de ebr. § 217) 20 ἐπῳδὴν A γήτεια Mang. : γοητεία Α 21 ἔτι scripsi: εἰ Α, om. Mang. 22 ἀνθρώπων Iloesch. : ἄνθρωπος Α κρέας] Ὀρνέας coni. Mang. γράφωμεν conicio 24 ταῦτα Hoesch.: τούτων A) [*](1 cf. Soph. Aiacem 665: ἄδωρα δῶρα. 15—269,1 cf. dissertationem „Philo und die kynisch-stoischc “ p. 18. 24 ss. 16 μᾶζα καὶ ὕδωρ] cf. Epicurea fr. 602.)

v.3.p.267
τὸ ἐν αὐτῷ λίχνον πάθος ἐγείρας ὀψαρτύτας καὶ τραπεζοποιοὺς εὐδοκίμους τὴν τέχνην ἀναζητεῖ καὶ περιβλέπεται.

οἱ δὲ τὰ κατὰ τῆς ταλαίνης γαστρὸς ἐκ πολλῶν χρόνων ἀνευρημένα δελέατα ἀνακινήσαντες καὶ χυλῶν ἰδιότητας σκευάσαντές τε καὶ διαθέντες ἐν κόσμῳ προσσαίνουσι καὶ τιθασεύουσι γλῶτταν· εἶτ’ εὐθὺς ἀγκιστρεύονται τῶν αἰσθήσεων τὴν ἐπιβάθραν, γεῦσιν, δι’ ἧς ἀντ’ ἐλευθέρου δοῦλος ὁ δειπνοθήρας οὐκ εἰς μακρὰν ἀνεφάνη.

τίς γε μὴν οὐκ οἶδεν, ὅτι ἀμπεχόνη πρὸς τὰς ἀπὸ [*](p. 666 M.) κρυμοῦ | καὶ θάλπους ἐγγινομένας βλάβας τῷ σώματι κατεσκευάσθη τὸ πρῶτον;

ἀλεξάνεμος μέν, ὡς οἱ ποιηταί πού φασι, χειμῶνι * * *. τίς οὖν τὰς πολυτελεῖς ἁλουργίδας, τίς τὰ διαφανῆ καὶ λεπτὰ θέριστρα, τίς τὰς ἀραχνοϋφεῖς ἀμπεχόνας, τίς τὰ ἐπηνθισμένα ἢ βαφαῖς ἢ πλοκαῖς διὰ τῶν βάπτειν ἢ ὑφαίνειν ποικίλα ἐπισταμένων καὶ τὴν ἐν ζῳγραφίᾳ μίμησιν παρευημερούντων δαιδαλεύεται; τίς; οὐχ ἡ κενὴ δόξα;

ἀλλὰ μὴν καὶ οἰκίας διὰ τὰς αὐτὰς ἐδέησεν ἡμῖν αἰτίας, καὶ ὅπως μὴ πρὸς θηρίων ἢ θηριωδεστάτων τὰς φύσεις ἀνθρώπων ἐπιτρεχόντων βλαπτώμεθα. τί οὖν τὰ μὲν ἐδάφη καὶ τοὺς τοίχους πολυτελέσι λίθοις διακοσμοῦμεν; τί δὲ Ἀσίαν καὶ Λιβύην καὶ πᾶσαν Εὐρώπην καὶ τὰς νήσους ἐπερχόμεθα, κίονας ἀριστίνδην ἐπιλελεγμένους καὶ ἐπιστυλίδας ἐρευνῶντες;

τί δὲ περὶ Δωρίους καὶ Ἰωνικὰς καὶ Κορινθιακὰς γλυφὰς καὶ ὅσα οἱ ἐντρυφῶντες τοῖς καθεστῶσι νόμοις προσεξεῦρον σπουδάζομέν τε καὶ φιλοτιμούμεθα, κιονόκρανα κοσμοῦντες; τί δὲ χρυσορόφους ἀνδρῶνας καὶ γυναικωνίτιδας κατασκευάζομεν;

ἆρ’ οὐ διὰ τὴν κενὴν δόξαν; καὶ μὴν πρός γε ὕπνον μαλακὸν μὲν ἔδαφος αὔταρκες ἦν — ἐπεὶ καὶ μέχρι νῦν τοὺς Γυμνοσοφιστὰς παρ’ Ἰνδοῖς χαμευνεῖν ἐκ παλαιῶν ἐθῶν κατέχει λόγος —, εἰ δὲ μή, στιβὰς γοῦν ἐκ λίθων λογάδων ἢ ξύλων εὐτελῶν πεποιημένη κλίνη.

ἀλλὰ γὰρ ἐλεφαντόποδες τὰ ἐνήλατα καὶ κλιντῆρες ὀστράκοις πολυτελέσι καὶ ποικίλαις χελώναις ἐνδεδεμέναις μετὰ πολλῶν πόνων καὶ δαπανημάτων ἐν [*](3 ἀνακαινίσαντες coni. Mang. 4 προσαίνουσι Α 5 γλῶτταν #x003E; coni. Mang. G ἐπὶ βάθραν Α 9 ἀλλ’ ἐξάνεμος Α lacuna unius fere versus in Α, τῷ δὲ θέρει ἀναψύχουσα e. gr. supplet Hoesch. 1 1 ἀραχνοϋφεῖς Mang. : ἀραχνοφυεῖς Α ποικιλίαις coni. Mang. 12 βάπτειν Mang. : ῥάπτειν A 13 οἰκείας Α 14. 15 θηριωδεστέρων coni. Mang. 19 ὅσα Hoesch.: ὅσους Α τοῖς καθεστῶσι scripsi καθεστῶσι iam Mang.): ζῶσι Α 21 χρυσορρόφους Α 22 γε scripsi: τε Α 26 καὶ #x003E; conicio κλιντῆρες Hoesch.: ἠλιντῆρας Α 27 ἐνδεδεμένοι coni. Mang.) [*](9 Hom. Od. ξ 529.)

v.3.p.268
πολλῷ χρόνῳ κατασκευάζονται, τινὲς δὲ ὁλοάργυροι καὶ ὁλόχρυσοι καὶ λιθοκόλλητοι στρωμναί, ἀνθηροποικίλοις καὶ χρυσοπάστοις ὡς πρὸς ἐπίδειξιν καὶ πομπήν, οὐ τὴν καθ’ ἡμέραν χρῆσιν, διακεκοσμημέναι, ὧν δημιουργὸς ἡ κενὴ δόξα.

τί δὲ τοῦ ἀπὸ τῆς ἐλαίας ἐκθλιβομένου καρποῦ πλέον ἔδει ζητεῖν πρὸς ἀλείμματα; καὶ γὰρ λεαίνει καὶ κάματον σώματος λύει καὶ εὐσαρκίαν ἐμποιεῖ, κἂν εἴ τι κεχαλασμένον εἴη, σφίγγει πυκνότητι καὶ οὐδενὸς ἧττον ἑτέρου ῥώμην καὶ εὐτονίαν ἐντίθησιν.

ἀλλὰ γὰρ ἐπετειχίσθη τοῖς ὠφελοῦσι τὰ ἡδέα τῆς κενῆς δόξης ἀλείμματα, εἰς ἃ καὶ μυρεψοὶ πονοῦσι καὶ χῶραι μεγάλαι συντελοῦσι, Συρία, Βαβυλών,

Ἰνδοί, Σκύθαι, παρ’ οἷς αἱ τῶν ἀρωμάτων γενέσεις εἰσί. πρός γε μὴν τὸ πίνειν τίνος ἔδει μᾶλλον ἢ τοῦ φύσεως ἐκπώματος ἀκρότησι τέχνης εἰργασμένου; τὸ δὲ ἔκπωμα αἱ ἡμέτεραι χεῖρές εἰσιν, ἃς εἰς ταὐτό τις συναγαγὼν καὶ κοιλάνας, εὖ μάλα τῷ στόματι προσθείς, ἐπιχέοντος ἑτέρου τὸ ποτὸν οὐ μόνον ἄκος τῆς δίψης, ἀλλὰ καὶ ἄλεκτον ἡδονὴν κτᾶται.