De Mutatione Nominum

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Ἀλλὰ καὶ τὸν Ἰακὼβ μετονομάζεσθαι συμβέβηκεν εἰς τὸν Ἰσραήλ, οὐκ ἀπὸ σκοποῦ. διὰ τί; ὅτι ὁ μὲν Ἰακὼβ πτερνιστής, ὁ δὲ Ἰσραὴλ ὁρῶν τὸν θεὸν καλεῖται. πτερνιστοῦ μὲν οὖν ἔργον ἀσκοῦντος ἀρετὴν τὰς βάσεις τοῦ πάθους, αἷς ἐφίδρυται, καὶ εἴ τι ὀχυρὸν καὶ ἱδρυμένον ἐν αὐταῖς κινεῖν καὶ σαλεύειν καὶ ἀνατρέπειν — ταῦτα δὲ οὐ δίχα ἀγωνίας ἀκονιτὶ φιλεῖ γίνεσθαι, ἀλλ’ ἐπειδάν τις τοὺς φρονήσεως ἄθλους διαθλῶν γυμνάζηταί τε τὰ τῆς ψυχῆς γυμνάσματα καὶ πρὸς τοὺς ἀντιπάλους καὶ τραχηλίζοντας αὐτὴν λογισμοὺς παλαίῃ —, τοῦ δὲ τὸν θεὸν ὁρῶντος τὸ μὴ ἐκ τοῦ ἱεροῦ ἀγῶνος ἀστεφάνωτον ἐξελθεῖν, ἀλλὰ τὰ ἐπὶ τῇ νίκῃ βραβεῖα ἄρασθαι.

τίς δ’ ἂν εὐανθέστερος καὶ ἐπιτηδειότερος πλέκοιτο νικηφόρῳ ψυχῇ στέφανος ἢ δι’ οὗ τὸν ὄντα δυνήσεται θεωρεῖν ὀξυδερκῶς; καλόν γε ἀσκητικῇ ψυχῇ πρόκειται τὸ ἆθλον, ἐνομματωθῆναι πρὸς τὴν τοῦ μόνου θέας ἀξίου τηλαυγῆ κατανόησιν.

ἄξιον δὲ ἀπορῆσαι, διὰ τί ὁ μὲν Ἀβραάμ, ἀφ’ οὗ μετωνομάσθη, τῆς αὐτῆς προσρήσεως ἀξιοῦται μηκέτι καλούμενος ὀνόματι τῷ προτέρῳ, ὁ δὲ Ἰακὼβ προσρηθεὶς Ἰσραὴλ οὐδὲν ἧττον αὖθις πάλιν Ἰακὼβ ἐπὶ πλέον ὀνομάζεται. λεκτέον οὖν ὅτι καὶ ταῦτα χαρακτῆρές εἰσιν, οἷς ἡ διδακτικὴ τῆς ἀσκητικῆς ἀρετῆς διαφέρει.

ὁ μὲν γὰρ διδασκαλίᾳ βελτιωθείς, εὐμοίρου λαχὼν φύσεως, ἣ περιποιεῖ τὸ ἄληστον αὐτῷ διὰ συνεργοῦ μνήμης, μονῇ χρῆται, ὧν ἔμαθεν ἀπρὶξ ἐπειλημμένος καὶ βεβαίως περιεχόμενος· ὁ δ’ ἀσκητὴς ἐπειδὰν γυμνάσηται συντόνως, διαπνεῖ πάλιν καὶ ὑπανίεται, συλλεγόμενος καὶ ἀνακτώμενος τὴν ἐκ τοῦ πονεῖν τεθρυμμένην δύναμιν, καθάπερ καὶ οἱ τὰ σώματα ἀλειφόμενοι· καὶ γὰρ οὗτοι περὶ τὴν ἄσκησιν καμόντες, ὡς μὴ κατὰ τὸ παντελὲς αὐτοῖς ἀπορραγεῖεν αἱ δυνάμεις διὰ τὸ σφοδρὸν καὶ σύντονον τῆς ἀθλήσεως, ἔλαιον ἐπιχέουσιν.

εἶθ’ ὁ μὲν διδαχθεὶς ἀθανάτῳ χρώμενος ὑποβολεῖ τὴν ὠφέλειαν ἔναυλον καὶ ἀθάνατον ἴσχει, μὴ τρεπόμενος· ὁ δ’ ἀσκητὴς καὶ τὸ ἑκούσιον ἔχων αὐτὸ μόνον καὶ τοῦτο γυμνάζων καὶ συγκροτῶν, ἵνα τὸ οἰκεῖον [*](4 ὅτι ex Coisl. 43 Mang.: om. ΑΒ 6 τὸ τὰς conicio alterum om. Β ὀχυρῶς (om. καὶ) vel ὀχυρὸν καὶ βεβαίως conicio 8 ἀκονιτὶ Mang.: ἀπονητὶ codd. 12 καὶ Α: ἢ B 17 ταύτης τῆς conicio τῆς αὐτῆς ἀεὶ coni. Cohn 19 πλεῖον codd. 20 διδακτικὴ Β: διδακτὴ ἀσκητὴς coni. Mang. 22 μονῇ scripsi: μόνη codd. ἐνειλημμένος conicio 24 ὑπανίσται B, ὑπανίσταται coni. Mang. 24. 25 τεθρυμμένην scripsi: τετρυμμένην codd., τετρυμένην Mang. 28 ὑποβολεῖ in ὑποβολὴ corr. B 29 alt. καὶ vid. secl.)

v.3.p.172
πάθος τῷ γενητῷ καταβάλῃ, κἂν τελειωθῇ, καμὼν πρὸς τὸ ἀρχαῖον ἐπάνεισι γένος.

τλητικώτερος μὲν γὰρ οὗτος, εὐτυχέστερος δ’ ἐκεῖνος· ὁ μὲν γὰρ χρῆται διδασκάλῳ ἑτέρῳ, ὁ δ’ ἐξ ἑαυτοῦ ζητεῖ τε καὶ σκέπτεται καὶ πολυπραγμονεῖ, μετὰ σπουδῆς ἐρευνῶν τὰ φύσεως, ἀδιαστάτῳ χρώμενος καὶ συνεχεῖ πόνῳ.

διὰ τοῦτο τὸν μὲν Ἀβραάμ, ἐπειδὴ μένειν ἔμελλεν ἐν ὁμοίῳ, μετωνόμασεν ὁ ἄτρεπτος θεός, ἵν’ ὑπὸ τοῦ ἑστῶτος καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος τὸ μέλλον στήσεσθαι παγίως ἱδρυθῇ, τὸν δὲ Ἰακὼβ ἄγγελος ὑπηρέτης τοῦ θεοῦ, λόγος, ἵν’ ὁμολογηθῇ μηδὲν εἶναι τῶν μετὰ τὸ ὂν ἀκλινοῦς καὶ ἀρρεποῦς αἴτιον βεβαιότητος, ἀλλ’ ἁρμονίας τῆς ὡς ἐν ὀργάνῳ μουσικῷ περιεχούσης ἐπιτάσεις καὶ ἀνέσεις φθόγγων πρὸς τὴν τοῦ μέλους ἔντεχνον κρᾶσιν.

Ἀλλὰ τριῶν ὄντων τοῦ γένους ἀρχηγετῶν, οἱ μὲν ἄκροι μετωνομάσθησαν, Ἀβραάμ τε καὶ Ἰακώβ, ὁ δὲ μέσος Ἰσαὰκ τῆς αὐτῆς ἔλαχεν εἰς ἀεὶ προσρήσεως. διὰ τί; ὅτι ἡ μὲν διδακτικὴ ἀρετὴ καὶ ἀσκητικὴ δέχονται τὰ πρὸς βελτίωσιν — ἐφίεται γὰρ δὴ ὁ μὲν διδασκόμενος ἐπιστήμης ὧν ἀγνοεῖ, ὁ δὲ ἀσκήσει χρώμενος στεφάνων καὶ τῶν προκειμένων ἄθλων φιλοπόνῳ καὶ φιλοθεάμονι ψυχῇ —, τὸ δ’ αὐτοδίδακτον καὶ αὐτομαθὲς γένος, ἅτε φύσει μᾶλλον ἢ ἐπιτηδεύσει συνιστάμενον, ἐξ ἀρχῆς ἴσον καὶ τέλειον καὶ ἄρτιον ἠνέχθη, μηδενὸς ἐνδέοντος τῶν εἰς πλήρωσιν ἀριθμοῦ.

ἀλλ’ οὐχ ὁ τῶν τοῦ σώματος ἐπιτηδείων προστάτης Ἰωσήφ· ἀλλάττει γὰρ τοὔνομα, Ψονθομφανὴχ ὑπὸ τοῦ τῆς χώρας βασιλέως ἐπικληθείς (Gen. 41,45). ὃν δὲ λόγον ἔχει καὶ ταῦτα, μηνυτέον. Ἰωσὴφ ἑρμηνεύεται πρόσθεμα· προσθήκη δ’ ἐστὶ τῶν φύσει τὰ θέσει, χρυσός, ἄργυρος, κτήματα, πρόσοδοι, οἰκετῶν θεραπεῖαι, κειμηλίων καὶ ἐπίπλων καὶ τῆς ἄλλης περιουσίας ἄφθονοι ὗλαι, τῶν ἡδονῆς ποιητικῶν ἀμήχανοι τὸ πλῆθος παρασκευαί.

ὧν τὸν ποριστὴν καὶ ἐπιμελητὴν Ἰωσὴφ ὀνόματι εὐθυβόλῳ καλεῖσθαι συμβέβηκε πρόσθεμα, ἐπεὶ τῶν ἔξωθεν ἐπεισοδιαζομένων καὶ προστιθεμένων τοῖς κατὰ φύσιν προστασίαν ἀνῆπται. μαρτυροῦσι δ’ οἱ χρησμοὶ δηλοῦντες ὅτι τὰς τροφὰς τῆς σωματικῆς χώρας ἁπάσης, Αἰγύπτου, θησαυρισάμενος ἐσιτάρχει (Gen. 41,

48). τοιοῦτος μέν τις ὁ Ἰωσὴφ ἐκ τῶν γνωρισμάτων γνωρίζεται· ὁ δὲ Ψονθομφανὴχ ποῖός ἐστι, θεασώμεθα. ἑρμηνεύεται οὖν [*](1 γεννητῷ codd. καταβάλῃ scripsi: μεταβάλῃ codd. 2 γὰρ] ἄρ’ coni. Mang. 5 χρώμενα Hoesch. 12 τῶν τοῦ conicio 14 εἰσαεὶ codd. scripsi (cf. § 83): διδακτὴ codd. 14. 15 ἀσκητὴ Mang., #x003E; ἀσκητικὴ conicio 19 ὅσιον coni. Mang. ἐνδέον coni.Mang. 20 οὐχ οὕτως conicio 24 θεραπεία Β, fort. recte)

v.3.p.173
ἐν ἀποκρίσει στόμα κρῖνον. οἴεται γὰρ πᾶς ἄφρων τὸν πολυχρήματον καὶ περιρρεόμενον ταῖς ἐκτὸς οὐσίαις εὐθὺς εἶναι καὶ εὐλόγιστον, ἱκανὸν μὲν πρὸς ἃ ἂν πύθηταί τις ἀποκρίνασθαι, ἱκανὸν δὲ καὶ δι’ ἑαυτοῦ γνώμας εἰσηγήσασθαι συμφερούσας, καὶ συνόλως τὸ φρόνιμον ἐν τῷ τυχηρῷ τίθεται, δέον ἔμπαλιν τὸ τυχηρὸν ἐν τῷ φρονίμῳ· ἄξιον γὰρ τὸ ἄστατον ὑπὸ τοῦ ἑστῶτος ἡνιοχεῖσθαι.

καὶ μὴν τὸν ἀδελφὸν αὐτοῦ τὸν ὁμογάστριον ὁ μὲν πατὴρ Βενιαμίν, ἡ δὲ μήτηρ υἱὸν ὀδύνης προςαγορεύει (Gen. 35,18), φυσικώτατα· μεταληφθεὶς γὰρ ὁ Βενιαμίν ἐστιν υἱὸς ἡμερῶν, ἡμέρα δὲ τῷ ἀφ’ ἡλίου αἰσθητῷ φωτὶ καταλάμπεται, τούτῳ δὲ τὴν κενὴν δόξαν ἐξομοιοῦμεν.

ἔχει γάρ τινα λαμπρότητα αἰσθητὴν ἐν τοῖς παρὰ τῶν πολλῶν καὶ ἀγελαίων ἐπαίνοις, ἐν τοῖς γραφομένοις ψηφίσμασιν, ἐν ταῖς ἀνδριάντων καὶ εἰκόνων ἀναθέσεσιν, ἐν πορφύραις καὶ στεφάνοις χρυσοῖς, ἐν ἅρμασι καὶ τεθρίπποις καὶ παραπομπαῖς ὄχλων. ὁ τούτων οὖν ζηλωτὴς εἰκότως υἱὸς ἡμερῶν, αἰσθητοῦ φέγγους καὶ τῆς περὶ τὴν κενὴν δόξαν λαμπρότητος, ὠνομάσθη.

τοῦτο ὁ πρεσβύτερος λόγος καὶ πατὴρ ὄντως εὐθυβόλον καὶ κύριον ὄνομα αὐτῷ τίθεται, ἡ δὲ παθοῦσα ψυχὴ τὸ ᾧ πέπονθεν ἁρμόττον· ὀδύνης γὰρ υἱὸν καλεῖ. διὰ τί; ὅτι οἱ ἐν ταῖς κεναῖς φερόμενοι δόξαις ὑπολαμβάνονται μὲν εὐδαιμονεῖν, πρὸς ἀλήθειαν δὲ κακοδαιμονοῦσι.

τὰ γὰρ ἀντιπνέοντα πολλά, βασκανία, φθόνοι, συνεχεῖς ἔριδες, φιλονεικίαι ἀκατάλλακτοι μέχρι θανάτου, δυσμένειαι παισὶ παίδων κατὰ διαδοχὰς παραδιδόμεναι, κλῆρος οὐ κτητός. ἀναγκαίως οὖν ὁ θεοφράδμων ἐν αὐταῖς ὠδῖσιν ἀποθνῄσκουσαν,

ἣ τίκτει κενοδοξίαν, παρέστησεν· „ἀπέθανε“ γάρ φησι „Ῥαχὴλ δυστοκήσασα“ (Gen. 35, 16. 19), ἐπειδὴ τῷ ὄντι ψυχῆς ἐστι θάνατος δόξης αἰσθητῆς καὶ κενῆς σπορά τε καὶ γέννησις.

Τί δ’; οἱ τοῦ Ἰωσὴφ παῖδες, Ἐφραΐμ τε καὶ Μανασσῆς, οὐ πάνυ φυσικῶς ἐξωμοιοῦντο δυσὶ τοῖς πρεσβυτάτοις υἱοῖς τοῦ Ἰακώβ, Ῥουβήν τε καὶ Συμεών; λέγει γάρ· „οἱ δύο υἱοί σου, οἱ γενόμενοι ἐν Αἰγύπτῳ πρὸ τοῦ με ἐλθεῖν εἰς Αἴγυπτον, ἐμοί εἰσιν· Ἐφραῒμ καὶ Μανασσῆς ὡς Ῥουβὴν καὶ Συμεὼν ἔσονταί μοι“ (Gen. 48,5). τίνα [*](1 ἐν ἀποκρύψει στόμα ἀποκρινόμενον coni. Mang. 2 οὐσίαις] ὕλαις coni. Mang. 4 φρόνημα B 8 μεταληφθῆς Α 11 παρὰ Β2: περὶ A (B1) 17 τῷ ὃ coni. Mang. ᾦ] ὃ Β 18 φυρόμενοι coni. Mang., fort. recte; v. Quis rer. div. her. § 234 20 βασκανίαι conicio μέχρις Α 22 οὐκ εὐκτός coni. Markland, ἄκληρος conicio 23 ἢ Β2: ἣν ΑΒ1 25 δόξης αὗ θνητῆς τε καὶ coni. Mang. 26 Ἰωσὴφ in ras. Β Εὐφραΐμ Β οὐ om. Β 27 ἐξομοιοῦντο Α 28 Ῥουβήν scripsi: Ῥουβίμ codd., item lin. 30. 174,1 29 με Β2: μὴ ΑΒ1 30 Μανασσῆ Α)

v.3.p.174
οὖν τρόπον οἱ δύο τοῖς δυσὶν ἐφαρμόζονται, θεασώμεθα.

Ῥουβὴν μὲν σύμβολον εὐφυΐας ἐστίν — ἑρμηνεύεται γὰρ ὁρῶν υἱός, ἐπειδὴ πᾶς ὁ εὐθιξίᾳ καὶ εὐφυΐᾳ χρώμενος ὁρατικός —, Ἐφραῒμ δέ, ὡς πολλάκις εἴπομεν ἐν ἑτέροις, μνήμης — μεταληφθεὶς γάρ ἐστι καρποφορία, καρπὸς δὲ ψυχῆς ἄριστος ἡ μνήμη —· συγγενὲς δὲ οὐδὲν ἕτερον οὕτως [τῷ] ἑτέρῳ, ὡς εὐφυεῖ τὸ μεμνῆσθαι.

πάλιν ὁ Συμεὼν ὄνομα μαθήσεως καὶ διδασκαλίας ἐστίν — εἰσακοὴ γὰρ ἑρμηνεύεται —, μανθάνοντος δ’ ἴδιον ἀκούειν τε καὶ προσέχειν τοῖς λεγομένοις, ὁ δὲ Μανασσῆς ἀναμνήσεως σύμβολον· καλεῖται γὰρ ἐκ λήθης.

τῷ δ’ ἐκ λήθης ἔξω προϊόντι συμβαίνει κατὰ τὸ ἀναγκαῖον ἀναμιμνῄσκεσθαι· μαθήσεως δὲ ἀνάμνησις οἰκεῖον. πολλάκις γὰρ τοῦ μανθάνοντος ἀπορρεῖ τὰ θεωρήματα μὴ δυναμένου δι’ ἀσθένειαν κρατεῖν καὶ πάλιν ἐξ ἀρχῆς ὑπαναπλεῖ. τὸ μὲν οὖν τῆς ἀπορροῆς πάθος ὀνομάζεται λήθη, τὸ δὲ τῆς παλιρροίας ἀνάμνησις.