De Mutatione Nominum
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ἆρ’ οὐ προσφυῶς εὐφυΐᾳ μὲν [ἡ] μνήμη, μαθήσει δὲ ἀνάμνησις ἐφαρμόζεται; καὶ μὴν ὃν λόγον ἔχει Συμεὼν πρὸς Ῥουβήν, τὸ δ’ ἐστὶ μάθησις πρὸς φύσιν, τοῦτον ἔχει λόγον Μανασσῆς πρὸς Ἐφραΐμ, τὸ δ’ ἐστὶ πρὸς μνήμην ἀνάμνησις.
ὡς γὰρ τὸ εὐφυὲς ἄμεινον τοῦ μανθάνοντος — τὸ μὲν γὰρ ἔοικεν ὁράσει, τὸ δὲ ἀκοῇ· ἀκοὴ δὲ ὁράσεως τὰ δεύτερα φέρεται —, οὕτω τὸ μνημονικὸν τοῦ ἀναμιμνῃσκομένου πανταχοῦ κρεῖττον, ὅτι τὸ μὲν λήθῃ κέκραται, τὸ δὲ ἀμιγὲς καὶ ἄκρατον ἐξ ἀρχῆς ἄχρι τέλους διαμένει.
Καὶ μὴν τόν γε τοῦ ἀρχιπροφήτου πενθερὸν τοτὲ μὲν Ἰοθὸρ τοτὲ δὲ Ῥαγουὴλ οἱ χρησμοὶ καλοῦσιν· Ἰοθὸρ μέν, ὅταν τῦφος εὐημερῇ· μεταληφθεὶς γάρ ἐστι περισσός, περιττὸν δὲ ἀψευδεῖ βίῳ τῦφος, γέλωτα μὲν τὰ ἴσα καὶ ἀναγκαῖα τῷ βίῳ τιθέμενος, τὰ δὲ πλεονεξίας ἄνισα σεμνύνων.
οὗτος καὶ ἀνθρώπεια θείων καὶ ἔθη νόμων καὶ βέβηλα ἱερῶν καὶ θνητὰ ἀθανάτων καὶ συνόλως τὸ δοκεῖν τοῦ εἶναι προτιμᾷ. καὶ ἐπιτολμήσας αὐτοκέλευστος εἰς τὴν τοῦ συμβούλου παρέρχεται τάξιν, ὑφηγούμενος τῷ σοφῷ [μὴ] ἀναδιδάσκειν ἃ μόνα μανθάνειν ἄξιον, „τὰ προστάγματα τοῦ θεοῦ καὶ τὸν νόμον“ (Exod. 18,20), ἀλλὰ μὴ τὰ πρὸς ἀλλήλους ἀνθρώπων συμβόλαια, τῆς ἀκοινωνήτου σχεδὸν αἴτια κοινωνίας. καὶ ὁ μέγας πάντα πειθαρχεῖ, νομίσας ἁρμόττον εἶναι μικροῖς [*](5 τῷ seclusi, τῷ post ὡς vid. add. 9 σύμβολόν ἐστι· οὕτω γάρ καλεῖται Mang. δ’ s. s. Β 12. 13 ὑπαναπολεῖ coni. Ηoesch., ἐπαναπολεῖ coni. Mang. 14 ἡ seclusi 16 Ῥουβὶμ codd. τόδε Α τὸν λόγον conicio 19 δευτερεῖα Cantabr. Coll. S. Trin. (Mang.), fort. recte 24 ἀπλανεῖ coni. Mang. 25 ὢ ἄνισα coni. Mang. 29 μὴ secl. Mang. 30 μὴ add. Mang. (v. LXX))
μεταβαλὼν δὲ πολλάκις ὁ δοκησίσοφος οὗτος καὶ μεταβὰς ἀπὸ τῶν θρεμμάτων, ἃ δὴ τυφλὸς ἔλαχεν ἡνιοχεῖν, ἀναζητήσας τὴν θείαν ἀγέλην μέρος οὐ μεμπτὸν αὐτῆς γίνεται, θαυμάσας τῆς φύσεως τὸν ἀγελάρχην καὶ τῆς ἐπιστασίας ἀγάμενος, ᾗ χρῆται πρὸς τὴν τῶν ἑαυτοῦ θρεμμάτων ἐπιμέλειαν· ἑρμηνεύεται γὰρ Ῥαγουὴλ (Exod. 2, 18) ποιμασία θεοῦ.
τὸ μὲν κεφάλαιον εἴρηται, τὰς δὲ πίστεις ὑφηγήσεται. πρῶτον μὲν θεραπευτὴν αὐτὸν κρίσεως καὶ δίκης εἰσηγεῖται· ἡ γὰρ προσηγορία τῆς Μαδιὰμ μεταληφθεῖσα ἐκ κρίσεως ὀνομάζεται. διττὸν δὲ τοῦτο. δηλοῖ γὰρ τὸ μὲν ἔκκρισιν καὶ ἀπόκρισιν, ἣ καὶ τοῖς ἀγωνισταῖς κατὰ τοὺς ἱεροὺς ἀγῶνας λεγομένους εἴωθε συμβαίνειν· μυρίοι γὰρ ἀνεπιτήδειοι φανέντες ἤδη πρὸς τῶν ἀθλοθετῶν ἐξεκρίθησαν.
οὗτοι [τε] τελεταῖς ἀνιέροις ταῖς Βεελφεγὼρ τελεσθέντες (Num. 25,3) καὶ τὰ τοῦ σώματος στόμια πάντα εὐρύναντες πρὸς τὴν τῶν ἔξωθεν ἐπιχεομένων ῥευμάτων ὑποδοχὴν — ἑρμηνεύεται γὰρ Βεελφεγὼρ ἀνωτέρω στόμα δέρματος — κατέκλυσαν τὸν ἡγεμόνα νοῦν καὶ ἀφεῖσαν εἰς βυθὸν ἔσχατον, ὡς μηδ’ ἀνανήξασθαι μηδὲ μικρὸν ὅσον δυνηθῆναι ἀνασχεῖν·
καὶ τοῦτο ἔπαθεν, ἕως ὁ εἰρηνικὸς καὶ ἱερεὺς τοῦ θεοῦ (ibid. 12. 13) τρανός, Φινεές, ὑπέρμαχος αὐτοκέλευστος ἦλθε, φύσει μισοπόνηρος ὢν καὶ ζήλῳ τῶν καλῶν κατεσχημένος· ᾧ σειρομάστην λαβόντι, τὸ δ’ ἐστὶν ἠκονημένον καὶ ὀξὺν λόγον, μαστεύειν καὶ ἀναζητεῖν ἕκαστα ἱκανόν, ἐξεγένετο μὴ φενακισθῆναι, ῥώμῃ δὲ καρτερᾷ χρησαμένῳ κατακεντῆσαι διὰ τῆς μήτρας τὸ πάθος (ibid. 7.8), ἵνα μηδὲν ἔτι κακὸν θεήλατον τίκτῃ.
πρὸς τούτους καὶ ὁ μέγιστος ἐνίσταται τῷ ὁρατικῷ γένει πόλεμος, ἐν ᾧ τῶν διαγωνισαμένων „διεφώνησεν οὐδείς“ (Num. 31,49), ἀλλ’ ἄτρωτος καὶ σῷος ἐπανῆλθε, τοῖς νικητηρίοις ἀναδούμενος στεφάνοις.
ἓν μὲν δὴ τοῦτο ἐκ τῆς Μαδιὰμ ἐδηλοῦτο· ἕτερον δὲ τὸ κριτικὸν καὶ δικαστικὸν εἶδος, ὃ καὶ κατ’ ἐπιγαμίαν οἰκειοῦται γένει τῷ προφητικῷ. „τῷ ἱερεῖ“, φησὶν οὖν, τῆς κρίσεως καὶ τῆς δίκης „εἰσὶν ἑπτὰ θυγατέρες“ (Exod. 2, 16), συμβολικῶς αἱ τοῦ ἀλόγου δυνάμεις, γονή τε καὶ φωνὴ καὶ πέντε αἰσθήσεις, [*](3 θρεμμάτων Mang.: ἀημάτων codd. 7 ὑφηγήσεται αὐτὸς Μωυσῆς conicio 9 ἐκκρίσεως Β 13 τε seclusi τελετὰς ἀνιέρους τὰς conicio 14 στόμια scripsi: στόματα codd. ἄνωθεν coni. Mang. 16 ἀφεῖσαν (vel ἠφάνισαν?) scripsi: ἐπήεσαν codd., ἐπίεσαν coni. Mang., ἔπεμωαν coni. Cohn 18 ἀνακύψαι coni. Maug. 19 τρανὸς] θεραπευτὴς coni. Mang., τρανὸς λόγος conicio, sed fort. maior lacuna statuenda 20 κατεσχημένος Hoesch: κατισχημένος codd. 26 σῶος πᾶς coni. Mang. 28 κριτικὸν Mang.: κρεῖττον codd. 30 ἤσαν ex LXX coni. Mang.)
διὰ γὰρ τῶν ἑπτὰ δυνάμεων τούτων αἱ προβάσεις καὶ παραυξήσεις τοῦ πατρὸς νοῦ ταῖς ἐγγινομέναις καταλήψεσι συνίστανται. παραγενόμεναι δ’ ἐπὶ τὰ οἰκεῖα ἑκάστη, χρώματα μὲν καὶ σχήματα ὅρασις, φωνὰς δὲ ἀκοή, ἀτμοὺς δὲ ὄσφρησις, χυλοὺς δὲ γεῦσις καὶ αἱ ἄλλαι πρὸς τὰ ἁρμόττοντα ἑαυταῖς, „ἀντλοῦσι“ τρόπον τινὰ τὰ ἐκτὸς αἰσθητά, „ἕως ἂν πληρώσωσι τὰς τῆς ψυχῆς δεξαμενάς, ἐξ ὧν ποτίζουσι τὰ πρόβατα τοῦ πατρός“ (ibid.), τὴν καθαρωτάτην λέγω τοῦ λογισμοῦ ποίμνην, ἀσφάλειαν καὶ κόσμον περιφέρουσαν ἐν ταὐτῷ.
παραγενόμενοι δ’ οἱ φθόνου καὶ βασκανίας ἑταῖροι, πονηρᾶς ἀγέλης ἡγεμόνες, ἐλαύνουσιν αὐτὰς τῆς κατὰ φύσιν χρήσεως (ibid. 17). αἱ μὲν γὰρ τὰ ἐκτὸς ἄγουσιν εἴσω πρὸς οἷα δικαστὴν καὶ βασιλέα τὸν νοῦν, ἵν’ ἄρχοντι χρώμεναι τῷ βελτίστῳ κατορθῶσιν·
οἱ δ’ ἀντικάθηνται διώκοντες καὶ τἀναντία παραγγέλλοντες, ἔξω τὸν νοῦν ἐπισπᾶσθαι καὶ ἀγώγιμα παραδιδόναι τὰ φαινόμενα, μέχρις „ἀναστὰς“ ὁ τέως ἠρεμεῖν τρόπος δοκῶν φιλάρετος καὶ ἐπιθειάσας, ὄνομα Μωυσῆς, ὑπερασπίσει καὶ „ῥύσεται αὐτὰς“ τῶν κατεχόντων, ποτίμοις λόγοις θρέψας τὴν τοῦ πατρὸς ποίμνην (ibid.).
ἐκφυγοῦσαι δὲ τὴν ἐπίθεσιν τῶν διανοίας μὲν ἐχθρῶν, τὰ δὲ περίαπτα ὥσπερ ἐν τραγῳδίᾳ μόνα ἐζηλωκότων οὐκέτι πρὸς Ἰοθόρ, ἀλλὰ πρὸς Ῥαγουὴλ ἀφικνοῦνται (ibid. 17. 18). καταλελοίπασι μὲν γὰρ τὴν πρὸς τῦφον συγγένειαν, ᾠκείωνται δὲ ἀγωγῇ νομίμῳ, μοῖρα τῆς ἱερᾶς ἀγέλης ἀξιώσασαι γενέσθαι, ἧς ὁ θεῖος ἀφηγεῖται λόγος, ὡς δηλοῖ τοὔνομα· ποιμασία γάρ ἐστι θεοῦ.
ποίμνης δ’ ἐπιμελουμένου τῆς ἰδίας, ἐξ ἑτοίμου ἀγαθὰ πάρεστιν ἀθρόα τοῖς πειθαρχοῦσι καὶ μὴ ἀφηνιάζουσι τῶν θρεμμάτων. ᾄδεται δὲ καὶ ἐν ὕμνοις ᾆσμα τοιοῦτον· „κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει“ (Psalm. 22, 1).
πεύσεται οὖν εἰκότως ὁ ποιμένι καὶ βασιλεῖ χρώμενος τῷ θείῳ λόγῳ νοῦς τῶν ἑπτὰ θυγατέρων αὐτοῦ· διὰ τί συντείνασαι μετὰ πολλοῦ τάχους τήμερον ἀφῖχθε (Exod. 2, 18) ; πρότερον γὰρ ὅτ’ ἐνετυγχάνετε τοῖς αἰσθητοῖς, μακρὸν χρόνον ἔξω διατρίβουσαι μόλις ἐπανῄειτε δελεαζόμεναι πρὸς αὐτῶν· νυνὶ δ’ οὐκ οἶδ’ ὅ τι παθοῦσαι συντόνως παρὰ τὸ εἰωθὸς ἐπανήκετε.
φήσουσιν οὖν, ὅτι [*](7 ποτίζουσι Mang.: πίνουσι codd. 9 αὐτῷ per errorem Mang. 11 καὶ om. Β 13 ἔξω Μang.: ἐξὸν codd., ἐξ ὦν coni. et post ἀγώγιμα add. αἰσθήσει Markland 14 ἀγώγιμον παραδιδόναι τοῖς φαινομένοις (πρὸς τὰ φαινόμενα Cohn) conicio ποιμαινόμενα Mang. 15 Μωσῆς codd. 16 ὑπερασπιεῖ conicio αὐτὰς scripsi: αὐτά codd. κατατρεχόντων coni. Mang. 21 ἀξιωθεῖσαι coni. Mang. 23 τούτου τῆς conicio 26 πεύσεται Mang.: πευστέον codd. καὶ addidi 31 συντόνως Mang.: συντόμως codd.)
μεθόριοι γὰρ αἱ αἰσθήσεις οὖσαι [τῶν] νοητῶν τε καὶ αἰσθητῶν ἀγαπητὸν ἐὰν ἑκατέρων ἐφιῶνται, ἀλλὰ μὴ ὑπὸ μόνων τῶν αἰσθητῶν ἄγωνται· τὸ δ’ οἴεσθαι ὅτι μόνοις ποτὲ τοῖς κατὰ διάνοιαν ἐπανέξουσιν εὐήθεια πολλή. οὗ χάριν ἀμφότερα τιθέασι, διὰ μὲν τοῦ „ἄνθρωπος“ τὰ μόνῳ λόγῳ θεωρητὰ μηνύουσαι, διὰ δὲ τοῦ „Αἰγύπτιος“ παριστᾶσαι τὰ αἰσθητά.
ταῦτ’ ἀκούσας καὶ πάλιν πεύσεται· „ποῦ ἐστιν“ ὁ ἄνθρωπος (ibid. 20) ; ἐν τίνι μέρει τῶν καθ’ ὑμᾶς οἰκεῖ τὸ λογικὸν εἶδος; „ἵνα τί αὐτὸν“ ῥᾳδίως οὕτω „καταλελοίπατε“ (ibid.), ἀλλ’ οὐχ ἅπαξ ἐντυχοῦσαι περιέσχετε κτῆμα κάλλιστον καὶ λυσιτελέστατον ἑαυταῖς;
ἀλλ’ εἰ μὴ πρότερον, νῦν „αὐτὸν καλέσατε, ὅπως ἂν φάγῃ“ (ibid.) καὶ τραφῇ ταῖς ὑμετέραις βελτιώσεσι καὶ πρὸς αὐτὸν οἰκειώσεσι. τάχα γὰρ καὶ οἰκήσει παρ’ ἡμῖν καὶ τὸ πτηνὸν καὶ [τὸ] θεοφόρητον καὶ προφητικὸν γένος, ὄνομα Σεπφώραν, ἄξεται (ibid. 21).