De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

φίλαυτοι δὴ μᾶλλον ἢ φιλόθεοι σπουδάσαντες οἱ τοιοῦτοι τρόποι πάντες εἶναι βαινέτωσαν ἔξω περιρραντηρίων, ἵν’ ὡς μιαροὶ καὶ ἀκάθαρτοι μηδ’ ἐξ ἀπόπτου τὴν ἱερὰν φλόγα τῆς ἀνακαιομένης ἀσβέστου ψυχῆς καὶ θεῷ καθαγνιζομένης ὁλοκλήρῳ καὶ παντελεῖ δυνάμει θεάσωνται.

παγκάλως τις τῶν πάλαι σοφῶν εἰς ταὐτὸ τοῦτο συνδραμὼν ἐθάρρησεν εἰπεῖν, ὅτι „θεὸς οὐδαμῇ οὐδαμῶς ἄδικος, ἀλλ’ ὡς οἷόν [*](7 καὶ καταφύγῃ Mang.: καὶ καταφύγῃ ποιεῖ ποῖ; coni. Cohn) GH, καταφύγῃ ποιεῖ L, καταφυγὴν ποεῖ Turn. 9 ἀλλ’ οὐ] ἀλλὰ G2 11 δὴ scrib. et lin. 8—10 καὶ γὰρ—δρασμός parenthesis ponenda τὸ] τῶ G1 12 ἑκουσίως G2 (Mang.): ἐκουσίοις G1H 15 κακῶν Mang. : κακιῶν codd. 16 οἱ scripsi: ras. 2 litt. in G, οὐ H οὖν s. s. H2 τὸν θεὸν ν μόνης H2 πρὸς G: εἰς Η δεδομένης vid. add. 19 στερόμενος coni. Cohn μήτ᾿ G1 21 καὶ secl. llung. 22 τοιοῦτον τρόπον H1 v, τοιουτότροποι Mang. 23 βαινέτωσαν G: μενέτωσαν H 25 καθαγιζομένης coni. Mang.) [*](27 Platonis Theaet. p. 176 C.)

v.3.p.127
τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιότατος. περὶ τοῦτον καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ οὐδενία τε καὶ ἀνανδρία. ἡ μὲν γὰρ τούτου γνῶσις σοφία καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία τε καὶ κακία ἐναργής. αἱ δὲ ἄλλαι δεινότητες δοκοῦσαι καὶ σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι.“

προστάξας οὖν ἀπάγεσθαι τὸν ἀνίερον καὶ κακήγορον τῶν θείων ἀπὸ τῶν ἱερωτάτων καὶ ἐκδίδοσθαι ἐπὶ τιμωρίᾳ φησὶν ἑξῆς· „ὃς τύπτει πατέρα ἢ μητέρα, τελευτάτω“ καὶ ὁμοίως „ὁ κακηγορῶν πατέρα καὶ μητέρα τελευτάτω“ (Exod. 21, 15. 16).

μονονοὺ γὰρ βοᾷ καὶ κέκραγεν, ὅτι τῶν εἰς τὸ θεῖον βλασφημούντων οὐδενὶ συγγνώμης μεταδοτέον. εἰ γὰρ οἱ τοὺς θνητοὺς κακηγορήσαντες γονεῖς ἀπάγονται τὴν ἐπὶ θανάτῳ, τίνος ἀξίους χρὴ νομίζειν τιμωρίας τοὺς τὸν τῶν ὅλων πατέρα καὶ ποιητὴν βλασφημεῖν ὑπομένοντας; τίς δ’ ἂν γένοιτο αἰσχίων κακηγορία ἢ τὸ φάσκειν μὴ παρ’ ἡμᾶς, ἀλλὰ παρὰ θεὸν γένεσιν εἶναι τῶν κακῶν;

ἐλαύνετε οὖν, ἐλαύνετε, ὦ μύσται καὶ ἱεροφάνται θείων ὀργίων, τὰς μιγάδας καὶ σύγκλυδας καὶ πεφυρμένας, δυσκαθάρτους καὶ δυσεκπλύτους ψυχάς, αἳ ἄκλειστα μὲν ὦτα, ἄθυρον δὲ γλῶτταν, ὄργανα τῆς ἑαυτῶν βαρυδαιμονίας εὐτρεπῆ, περιφέρουσιν, ἵνα καὶ πάντων καὶ ὧν μὴ θέμις ἀκούωσι καὶ πάντα καὶ ὅσα μὴ χρεὼν ἐκλαλῶσιν.