De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

οὐδὲν οὖν τῶν ὑπούλως καὶ δολερῶς καὶ ἐκ προνοίας πραττομένων ἀδικημάτων ἄξιον λέγειν γίνεσθαι κατὰ θεόν, ἀλλὰ καθ’ ἡμᾶς αὐτούς. ἐν ἡμῖν γὰρ αὐτοῖς, ὡς ἔφην, οἱ τῶν κακῶν εἰσι θησαυροί, παρὰ θεῷ δὲ οἱ μόνων ἀγαθῶν.

ὃς ἂν οὖν καταφύγῃ, τὸ δ’ ἐστὶν ὃς ἂν τῶν ἁμαρτημάτων μὴ ἑαυτὸν ἀλλὰ θεὸν αἰτιᾶται, κολαζέσθω, τῆς μόνοις ἱκέταις πρὸς σωτηρίαν καὶ ἀσφάλειαν καταφυγῆς, τοῦ βωμοῦ, στερούμενος, καὶ μήποτ’ εἰκότως· ἀμώμων γὰρ ἱερείων, λέγω δὲ ψυχῶν ἀσινῶν καὶ κεκαθαρμένων, τὸ θυσιαστήριον ἀνάπλεών ἐστι· δυσίατος δὲ ἢ παντελῶς ἀνίατος μῶμος τὸ φάσκειν καὶ κακῶν αἴτιον εἶναι τὸ θεῖον.

φίλαυτοι δὴ μᾶλλον ἢ φιλόθεοι σπουδάσαντες οἱ τοιοῦτοι τρόποι πάντες εἶναι βαινέτωσαν ἔξω περιρραντηρίων, ἵν’ ὡς μιαροὶ καὶ ἀκάθαρτοι μηδ’ ἐξ ἀπόπτου τὴν ἱερὰν φλόγα τῆς ἀνακαιομένης ἀσβέστου ψυχῆς καὶ θεῷ καθαγνιζομένης ὁλοκλήρῳ καὶ παντελεῖ δυνάμει θεάσωνται.