De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

θέμις οὖν τῷ δόξαντι τροπῇ χρήσασθαι ἀκουσίῳ φάναι κατὰ θεὸν συμβῆναι τὴν τροπήν, ὅπερ οὐ θέμις τῷ ἑκουσίως ἁμαρτόντι. „δώσειν“ δέ φησιν οὐ τῷ κτείναντι, ἀλλ’ ᾧ διαλέγεται, [*](1 ἐπιφέρηται G 4 κεκραμμένου H τοῦ μετ’ conicio 5 ἄρθρῳ] G1 7 ὁ δὲ] ὧδε δὲ ἄνθρωπον coni. Mang. δέ G: δ’ ἄνθρωπον Η, δ’ ἄνθρωπος V 10 ὑπεναντίοις Turn. ἀνέθηκεν G: ἔθηκεν Η 14 ἀριθμόν v 15 Λευίν GH Ἰσάχαρ codd. 17 τῶν G: τῆς H Ῥουβὴν G: Ῥουβὶμ H 20 Λευίς GH 21 τιμωρία G: τιμωρίαν H 22 πλησιάζον conicio κακῷ] ὢ ex corr. H2 23 ἡ τιμωρίᾳ Turn. 27 ἐστὶν H 28 ὅπερ Mang. : ὥσπερ codd. 29 ἁμαρτῶντι G) [*](21. 22 cf. ad p. 123,20. 25 cf. Doxographi p. 317, 12. Zeller III 1 p. 181.)

v.3.p.126
ὥσθ’ ἕτερον μὲν εἶναι τὸν οἰκήτορα, ἕτερον δὲ τὸν φεύγοντα. τῷ μὲν γὰρ ἑαυτοῦ λόγῳ ὁ θεὸς πατρίδα οἰκεῖν τὴν ἐπιστήμην ἑαυτοῦ, ὡς ἂν αὐτόχθονι, δεδώρηται, τῷ δ’ ἐν ἀκουσίοις γενομένῳ σφάλμασι καταφυγήν,

ὡς ὀθνείῳ ξένην, οὐχ ὡς πατρίδα ἀστῷ. ταῦτα καὶ περὶ τῶν ἀκουσίων φιλοσοφήσας περὶ τῆς ἐπαναστάσεως καὶ βουλεύσεως ἑξῆς νομοθετεῖ φάσκων· „ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ“ (Exod. 21, 14) ἐπὶ τὸν θεόν, τὸν προειρημένον συμβολικῶς τόπον, παρ’ ὃν ζῆν συμβέβηκε τοῖς πᾶσι· καὶ γὰρ ἑτέρωθί φησιν· „ὃς ἂν φύγῃ ἐκεῖ, καὶ ζήσεται“ (Deut. 19,5).

ἀλλ’ οὐ ζωὴ μέν ἐστιν αἰώνιος ἡ πρὸς τὸ ὂν καταφυγή, θάνατος δ’ ὁ ἀπὸ τούτου δρασμός; εἰ δέ τις ἐπιτίθεται, πάντως ἐκ προνοίας ἀδικεῖ, καὶ τὸ σὺν δόλῳ πραττόμενον ἑκουσίως ἔνοχον, ὡς τὸ ἀδόλως ἔμπαλιν οὐδ’ ὑπαίτιον.