De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
„ὁ θεὸς ὁ τρέφων με ἐκ νεότητος, ὁὁ ἄγγελος ὁὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν“ (Gen. 48, 15. 16). τὰ μὲν γὰρ πρεσβύτερα ἀγαθά, οἷς ἡ ψυχὴ τρέφεται, ἀνέθηκε θεῷ, τὰ δὲ νεώτερα, ὅσα ἐκ φυγῆς ἁμαρτημάτων περιγίνεται, θεράποντι θεοῦ.
διὰ τοῦτ’, οἶμαι, καὶ ἡνίκα τὰ τῆς κοσμοποιΐας ἐφιλοσόφει, πάντα τἄλλα εἰπὼν ὑπὸ θεοῦ γενέσθαι μόνον τὸν ἄνθρωπον ὡς ἂν μετὰ συνεργῶν ἑτέρων ἐδήλωσε διαπλασθέντα. „εἶπε“ γάρ φησιν „ὁ θεός· ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν“ (Gen. 1,26), πλήθους διὰ τοῦ „ποιήσωμεν“ ἐμφαινομένου.
διαλέγεται μὲν οὖν ὁ τῶν ὅλων πατὴρ ταῖς ἑαυτοῦ δυνάμεσιν, αἷς τὸ θνητὸν ἡμῶν τῆς ψυχῆς μέρος ἔδωκε διαπλάττειν μιμουμέναις τὴν αὐτοῦ τέχνην, ἡνίκα τὸ λογικὸν ἐν ἡμῖν ἐμόρφου, δικαιῶν ὑπὸ μὲν ἡγεμόνος τὸ ἡγεμονεῦον ἐν ψυχῇ, τὸ δ’ ὑπήκοον πρὸς ὑπηκόων δημιουργεῖσθαι.