De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

εἰκότως οὖν ὁ Κάϊν οὐκ ἀποθανεῖται, τὸ κακίας σύμβολον, ἣν ἀεὶ δεῖ ζῆν ἐν τῷ θνητῷ γένει παρ’ ἀνθρώποις· ὥστ’ οὐκ ἀπὸ σκοποῦ τὸ „θανάτῳ θανατοῦσθαι“ λέλεκται τὸν ἀνδροφόνον διὰ τὰς δεδηλωμένας αἰτίας.

τὸ δὲ „οὐχ ἑκών, ἀλλ’ ὁ θεὸς παρέδωκεν“ ἐπὶ τῶν τὸν ἀκούσιον φόνον δρώντων πάνυ καλῶς εἴρηται. δοκεῖ γὰρ αὐτῷ τὰ μὲν ἑκούσια γνώμης τῆς ἡμετέρας ἔργα εἶναι, τὰ δὲ ἀκούσια θεοῦ· λέγω δὲ οὐ τὰ ἁμαρτήματα, ἀλλὰ τοὐναντίον ὅσα ἁμαρτημάτων ἐστὶ κόλασις.

ἀπρεπὲς γὰρ θεῷ τὸ κολάζειν ἅτε πρώτῳ καὶ ἀρίστῳ νομοθέτῃ, κολάζει δὲ δῐ ὑπηρετούντων ἑτέρων, οὐ δι’ ἑαυτοῦ. τὰς μὲν γὰρ χάριτας καὶ δωρεὰς καὶ εὐεργεσίας αὐτὸν ἁρμόττει προτείνειν ἅτε ἀγαθὸν καὶ φιλόδωρον ὄντα φύσει, τὰς δὲ τιμωρίας οὐκ ἄνευ μὲν ἐπικελεύσεως τῆς ἑαυτοῦ βασιλέως ἅτε ὑπάρχοντος, δι’ ἄλλων δέ, οἳ πρὸς τοιαύτας χρείας εὐτρεπεῖς εἰσι. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ ἀσκητὴς ἐν οἷς φησιν·