De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
„οἴκησον οὖν“ φησίν „ὦ τέκνον, μετ’ αὐτοῦ“ μὴ τὸν ἅπαντα αἰῶνα, ἀλλ’ „ἡμέρας τινάς“ (Gen. 27,44), τοῦτο δ’ ἐστὶ τὴν τῶν αἰσθήσεων χώραν κατάμαθε, γνῶθι σαυτὸν καὶ τὰ σαυτοῦ μέρη, τί τε ἕκαστον καὶ πρὸς τί γέγονε καὶ πῶς ἐνεργεῖν πέφυκε καὶ τίς ὁ τὰ θαύματα κινῶν καὶ νευροσπαστῶν ἀόρατος ἀοράτως εἴτε ὁὁ ἐν σοὶ νοῦς εἴτε ὁὁ τῶν συμπάντων.
ἐπειδὰν δὲ σαυτὸν ἐξετάσῃς, καὶ τὰ ἴδια τοῦ Λάβαν ἀκρίβωσον, τὰς τῆς κενῆς δόξης λαμπρὰς νομιζομένας εὐπραγίας, ὑφ’ ὧν μηδεμιᾶς ἁλῷς, πάσας δ’ οἷα ἀγαθὸς δημιουργὸς τεχνικῶς ταῖς οἰκείαις ἐφάρμοσον χρείαις. ἐὰν γὰρ ἐπιδείξῃ γενόμενος ἐν τῷ πολιτικῷ καὶ πεφυρμένῳ τούτῳ βίῳ σταθερὸν καὶ εὐπαίδευτον ἦθος, μεταπέμψομαί σε ἐκεῖθεν (Gen. 27,45), ἵνα τύχῃς οὗπερ καὶ οἱ σοὶ γονεῖς ἄθλου. τὸ δ’ ἆθλόν ἐστιν ἡ ἀκλινὴς καὶ ἀνένδοτος
τοῦ μόνου θεραπεία σοφοῦ. τὰ δ’ ὅμοια καὶ ὁ πατὴρ ὑφηγεῖται, μικρὰ προσθείς· λέγει γάρ· „ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν εἰς τὸν οἶκον Βαθουήλ, τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε ἐκεῖθεν σαυτῷ γυναῖκα ἐκ τῶν θυγατέρων Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρός σου“ (Gen. 28,2).
πάλιν καὶ οὗτος οὐ Σύρον εἶπε τὸν Λάβαν, ἀλλὰ Ῥεβέκκας ἀδελφόν, μέλλοντα κατ’ ἐπιγαμίαν τῷ ἀσκητῇ κῆδος συνάπτειν. „ἀπόδραθι οὖν εἰς τὴν Μεσοποταμίαν,“ τουτέστιν εἰς μέσον τὸν χειμάρρουν ποταμὸν τοῦ βίου, καὶ μὴ ἐπικλυσθεὶς ἐγκαταποθῇς, στηριχθεὶς δὲ [*](1 αἰσθήσεως conicio 4 γέγονεν H 5 νευροσπαθῶν H1 6 ἀοράτων L δὲ ss. H2 7 ἀκριβῶς ὄντως τὰς G δόξας H1 9 ἐφαρμόσων G 10 τούτῳ om. Turn. 11 ἀσάλευτον conicio 12. 13 ἀνένδοτος Mang.: ἀνενδοίαστος G, ἀνενδύαστος H 15 Βαιθουὴλ codil. τοὐ om. G 16 σεαυτῷ ἐκεῖθεν conicio; v. LXX et de post. Caini § 76 18 Ῥεβέκας Η1 20 ἐπικλυσθεὶς H1: ἐπικλυσθῆς GH2 ἐνκαταποθῆς (sic) G: ἐγκαταποθείς Η)
τὸν γὰρ σοφίας οἶκον εὔδιον καὶ γαληνὸν λιμένα εὑρήσεις, ὃς ἐνορμιζόμενόν σε ῥᾳδίως ὑποδέξεται· σοφίας δὲ ὄνομα Βαθουὴλ ἐν χρησμοῖς ᾄδεται, τοῦτο δὲ μεταληφθὲν θυγάτηρ θεοῦ προσαγορεύεται, καὶ γνησία γε θυγάτηρ καὶ ἀειπάρθενος, ἀψαύστου καὶ ἀμιάντου φύσεως ἐπιλαχοῦσα διά τε τὴν ἑαυτῆς κοσμιότητα καὶ διὰ τὸ ἀξίωμα τοῦ γεννήσαντος.