De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἐπειδὰν ἴδῃς, φησί, τὸν φαῦλον πολὺν ῥέοντα κατὰ ἀρετῆς καὶ ὧν ἀλογεῖν προσῆκε πολὺν λόγον ἔχοντα, πλούτου, δόξης, ἡδονῆς, καὶ τἀδικεῖν ἐπαινοῦντα ὡς αἴτιον ἑκάστου τῶν εἰρημένων — πολυαργύρους γὰρ καὶ πολυχρύσους καὶ ἐνδόξους τοὺς ἀδικοῦντας μάλιστα γίνεσθαι —, μὴ τὴν ἐναντίαν ὁδὸν τραπόμενος εὐθὺς ἀχρηματίαν καὶ ἀτυφίαν αὐστηρόν τε καὶ μονωτικὸν βίον ἐπιτηδεύσῃς· ἀνερεθίσεις γὰρ [*](4 alterum καὶ om. G 11 Ῥεβέκα Η 12 Ἡσαῦ GH hic et infra semper σοι ex LXX et § 39 additli 14 post μου add. καὶ G τοῦ om. Η 15 τὸν θυμὸν καὶ G: om. H σου ἀπὸ σοῦ conicio; cf. LXX et vol, II p. 309, 24 18 λοχεῖσαν G κινησάμενον per errorem Mang. 18. 19 καταβάλλῃ G 19 ἐπιγνώμονος G 20 Ῥεβέκας Η ἥδε scripsi: ἡ δ’ eodd. πολύν scripsi: πολὺ codd. 22 καὶ τὸ ἀδικεῖν G2H: κατ’ ἀδικεῖν G1 23 τοὺς] ἐστὶν Turn. 25 ἐπιτηδεύσεις H ἀναιρεθίσεις G1, ἀναιρεῖσθαι G1, ut vid., ἀνερεθιεῖς Cohn) [*](2—7 ibid. 12: sed quomodo me dimisisses? an cum laetitia tua, quae plena est maestitudinis, cnm tympanis scilicet atque organis immoderata modulantibus et sonis tibiarum suavibus insuavia resultantibus, sonis dissonis, crepitibus discrepantibus, vocibus mutis, cymbalis animam ferientibus? . . haec sunt quae ego fugi.)

v.3.p.116
τὸν ἀντίπαλον καὶ βαρύτερον ἐχθρὸν ἀλείψεις κατὰ σεαυτοῦ. τί ἂν οὖν ἐργασάμενος ἐκφύγῃς τὰ παλαίσματ’ αὐτοῦ, σκόπει.

συνενέχθητι τοῖς αὐτοῖς, οὐκ ἐπιτηδεύμασι λέγω, τοῖς δὲ τῶν εἰρημένων ποιητικοῖς, τιμαῖς, ἀρχαῖς, ἀργύρῳ, χρυσῷ, κτήμασι, χρώμασι, σχήμασι διαφόροις, κάλλεσι, καὶ ὅταν ἐντύχῃς, οἷα δημιουργὸς ἀγαθὸς εἶδος ἄριστον ταῖς ὑλικαῖς οὐσίαις ἐγχάραξον καὶ ἐπαινετὸν ἀποτέλεσον ἔργον.

ἢ οὐκ οἶδας, ὅτι ναῦν ἰδιώτης μὲν παραλαβὼν σῴζεσθαι δυναμένην ἀνατρέπει, κυβερνητικὸς δὲ ἀνὴρ καὶ τὴν ἀπολλυμένην πολλάκις ἔσωσε, καὶ τῶν καμνόντων οἱ μὲν ἀπειρίᾳ τῶν θεραπευόντων χρησάμενοι σφαλερῶς τὰ σώματα ἔσχον, οἱ δὲ ἐμπειρίᾳ καὶ τὰς σφαλερὰς νόσους ἀπέφυγον; καὶ τί δεῖ μηκύνειν; ἀεὶ γὰρ τὰ μετὰ τέχνης ἔλεγχός ἐστι τῶν σὺν ἀτεχνίᾳ γινομένων, καὶ ὁ τούτων ἀληθὴς ἔπαινος ἀψευδὴς ἐκείνων ἐστὶ κατηγορία.