De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἤ, ὡς σεμνολογούμενος διεξῄεις, μετ’ εὐφροσύνης τῆς ἐμοὶ λυπηρᾶς καὶ μουσικῶν ἀμούσων καὶ τυμπάνων καὶ κτύπων ἀνάρθρων καὶ ἀλόγων πληγὰς ἐμφορούντων ψυχῇ δι’ ὤτων καὶ μετὰ κιθάρας (ibid.), ἀλύρων καὶ ἀναρμόστων οὐκ ὀργάνων μᾶλλον ἢ τῶν κατὰ τὸν βίον πράξεων; ἀλλὰ γὰρ ταῦτ’ ἐστὶν ὧν ἕνεκα φυγὴν ἐβούλευσα, σὺ δ’, ὡς ἔοικεν, ἀντισπάσματά μου τῆς φυγῆς ἐπενόεις, ἵνα παλινδρομήσω διὰ τὸ ἀπατηλὸν καὶ εὐπαράγωγον φύσει τῶν αἰσθήσεων, αἷς μόλις ἴσχυσα ἐπιβῆναι.

Μῖσος μὲν δὴ τοῦ λεχθέντος δρασμοῦ γέγονεν αἴτιον, φόβος δὲ τοῦ λεχθησομένου. „εἶπε“ γάρ φησι „Ῥεβέκκα πρὸς Ἰακώβ· ἰδού, Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι ἀποκτεῖναί σε. νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι πρὸς Λάβαν τὸν ἀδελφόν μου εἰς Χαρρὰν καὶ οἴκησον μετ’ αὐτοῦ ἡμέρας τινάς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν“ (Gen. 27,42—45).

ἄξιον γὰρ δεδιέναι, μὴ τὸ χεῖρον τῆς ψυχῆς μέρος ἐξ ἐνέδρας λοχῆσαν ἢ καὶ ἐκ τοῦ φανεροῦ κονισάμενον ἀνατρέψῃ καὶ καταβάλῃ τὸ κρεῖττον. συμβουλὴ δ’ ἀρίστη τῆς ὀρθογνώμονος ἐπιμονῆς, Ῥεβέκκας ἥδε·