De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
νυνὶ δ’ εἰσὶν „οἱ λάκκοι συντετριμμένοι“, τουτέστι πᾶσαι τῆς ἀναγώγου ψυχῆς αἱ δεξαμεναὶ τεθραυσμέναι καὶ διαρρέουσαι, μὴ δυνάμεναι συσχεῖν καὶ φυλάξαι τὴν τῶν οἵων τε ὠφελεῖν ἐπιρροήν.
Ἃ μὲν οὖν περὶ πηγῶν καιρὸς ἦν εἰπεῖν λέλεκται. πάνυ δ’ ἐξητασμένως τὴν Ἄγαρ εἰσάγουσιν οἱ χρησμοὶ εὑρισκομένην μὲν ἐπὶ τῆς πηγῆς (Gen. 16,7), οὐκ ἀρυτομένην δ’ ἀπ’ αὐτῆς. οὔπω γάρ ἐστιν ἱκανὴ ψυχὴ προκόπτουσα τῷ σοφίας ἀκράτῳ ποτῷ χρῆσθαι, πλησίον δ’ οὐ κεκώλυται ποιεῖσθαι τὰς διατριβάς.
ἔστι δὲ καὶ λεωφόρος πᾶσα ἡ κατὰ παιδείαν ὁδὸς ἐχυρωτάτη καὶ εὐερκεστάτη. διό φησιν "ἐν τῇ ὁδῷ Σοὺρ“ αὐτὴν εὑρεθῆναι (ibid.), τεῖχος δὲ ἢ εὐθυσμὸς ἑρμηνεύεται Σούρ. ἐνλαλῶν οὖν ὁ ἔλεγχος τῇ ψυχῇ φησιν αὐτῇ· „πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ“ (ibid. 8). τοῦτο δ’ οὐκ ἐνδοιάζων καὶ οὐ πυνθανόμενος μᾶλλον ἢ δυσωπῶν καὶ ὀνειδίζων προφέρεται·
θέμις γὰρ οὐδὲν ἀγνοεῖν τῶν καθ’ ἡμᾶς ἀγγέλῳ. σημεῖον δέ· καὶ τὰ κατὰ γαστρός, ἅπερ ἄδηλα γενέσει, σαφῶς οἶδεν ἐν οἷς φησιν· "ἰδοὺ σὺ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ παιδίον, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ“ [*](1 ἰδίους Η1, fort. recte 3 οἱ σοφοί om. L 4 ἐπιστήμης conicio 4. 5 ἀναδιδόντα conicio 5 ἑαυτῶν G: αὐτῶν H1, αὑτῶν Η2 8 alt. καὶ] ὡς Gohn, nisi potius deest part. κελευόντων Mang., παραινούντων couicio) φρενὶ G2 in ras.: φέρει Η, φρεσὶ conicio 9 δέ εἰσιν Η 10 ἐναγώγου H αἱ om. V 11 συσχεῖν G(Mang.): τυχεῖν Η 12 ἐπιρροεῖν Η1 13 ἦν om. Turn. 14 ante τὴν ras. 2 litt. G ἄγουσιν Η 15 ἀρυτομένην G: ἀρρυομένην Η, ἀρυομένην v 16 ψυχὴ GH: πηγὴ L 18 ἡ om. V 19 εὐθυσμός suspectum 20 ἐνλαλῶν GHL2: καὶ λαλῶν L1, ἐκλαλῶν V, ἐντυχὼν coni. Mang., συλλαλῶν coni. Cohn, ἐνομιλῶν vel ἐνδιατρίβων conicio 23 ἀγγέλων G, ἐλέγχῳ coni. Mang. 24 κατὰ om. L 25 τέξεις Η) [*](3—5 Origenes contra Cels. IV 44 p. 537: οἱ δίκαιοι λάκκους μέν κατασκευάζουσι, φρέατα δὲ ὀρύσσουσι, τὴν ἐνυπάρχουσαν γῆν (leg. πηγὴν) καὶ ἀρχὴν τῶν ποτίμων ἀγαθῶν ἐξευρεῖν ζητοῦντες.)
τὸ "πόθεν οὖν ἔρχῃ“ πρὸς ἐπίπληξιν λέγεται τῆς ἀποδιδρασκούσης ψυχῆς τὴν ἀμείνω καὶ κυρίαν γνώμην, ἧς θεραπαινὶς οὐ λεγομένη μᾶλλον ἢ ἔργοις ὑπάρχουσα μέγα κλέος ἔμελλεν [ἐξ]οἴσεσθαι. „ποῖ δὲ καὶ πορεύῃ“; τὰ ἄδηλα μετατρέχεις, τὰ ὁμολογούμενα ἀπορρίψασα.