De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ταύτῃ ὁ ἱερὸς λόγος τῇ πηγῇ προσφυέστατα ὀνόματα τίθεται, „κρίσιν“ αὐτὴν καὶ „ἁγίαν“ προσαγορεύων. „ἀναστρέψαντες“ γάρ φησιν "ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως, αὕτη ἐστὶ Κάδης“ (Gen. 14,7)· καλεῖται δὲ Κάδης ἁγία. μονονοὺ βοᾷ καὶ κέκραγεν, ὅτι ἡ τοῦ θεοῦ σοφία ἁγία τέ ἐστιν οὐδὲν ἐπιφερομένη γήινον καὶ κρίσις τῶν ὅλων, ᾗ πᾶσαι
αἱ ἐναντιότητες διαζεύγνυνται. λεκτέον δ’ ἤδη περὶ τῆς ἀνωτάτω καὶ ἀρίστης πηγῆς, ἣν ὁ πατὴρ τῶν ὅλων διὰ προφητικῶν ἐθέσπισε στομάτων. εἶπε γάρ που· „ἐμὲ ἐγκατέλιπον πηγὴν ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται συσχεῖν ὕδωρ“ (Ier. 2,13).
οὐκοῦν ὁ θεός ἐστιν ἡ πρεσβυτάτη πηγή, καὶ μήποτ’ εἰκότως· τὸν γὰρ σύμπαντα τοῦτον κόσμον ὤμβρησε. καταπέπληγμαι δ’ ἀκούων, ὅτι ζωῆς ἐστιν ἥδε ἡ πηγή· μόνος γὰρ ὁ θεὸς ψυχῆς καὶ ζωῆς καὶ διαφερόντως λογικῆς ψυχῆς καὶ τῆς μετὰ φρονήσεως ζωῆς αἴτιος. ἡ μὲν γὰρ ὕλη νεκρόν, ὁ δὲ θεὸς πλέον τι ἢ ζωή, πηγὴ τοῦ ζῆν, ὡς αὐτὸς εἶπεν, ἀένναος.
οἱ δ’ ἀσεβεῖς ἀποδράντες, ἄγευστοι τοῦ τῆς ἀθανασίας ποτοῦ διατελέσαντες, ὤρυξαν, οἱ [*](1 ἀνομβρησάντων G1: ἀνομβρῆσαν τῶν G2, ἀνομβρησάντων τῶν Η 2 Μωσῆς codd. 7 τὸ codd.: τὸ τῆς v 9 ἥτις G: εἰ τις H διανοεῖται H 13 ὁ] δ’ ὁ conieio 15 Κάδδης Η 16 Κάδδης H ἅγιος H, ἁγία ὥστε conicio μόνον οὐ GH ἐκβοᾷ Η τοῦ θεοῦ GH: τοῦ τοῦ om. v 18 αἱ om. H post ἤδη add. καὶ H 20 σωμάτων L 21 ἑαυτοὺς H1 22 πηγή addidi 23. 24 #x003E; καταπέπληγμαι coni. Mang. 25 λογικῶς H1 ut vid. 26 νεκρῶν H1) [*](6 sqq. cf. Orig. Homil. in Num. XII p. 311 sqq.)
ἔπειτα ὀρύττουσιν οὐχ ὡς Ἀβραὰμ καὶ Ἰσαάκ, οἱ σοφοί, φρέατα (Gen. 21,30. 26,18), βαθείας ἐπιστήμας ποτίμους λόγους ἀναδιδούσας, ἀλλὰ λάκκους, ἴδιον οὐδὲν ἐξ ἑαυτῶν ἔχοντας τρόφιμον καλόν, τῆς δ’ ἔξωθεν χρῄζοντας ἐπιρροῆς, ἣ γένοιτ’ ἂν ἐκ διδασκαλίας ἐπαντλούντων ἀεὶ τῶν ὑφηγητῶν ἀκοαῖς τῶν μανθανόντων ἀθρόα τὰ ἐπιστήμης δόγματα καὶ θεωρήματα, καὶ φρενὶ κατασχεῖν καὶ μνήμῃ τὰ παραδοθέντα ταμιεύεσθαι.