De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

οὗ χάριν ἀπαγορεύει Μωυσῆς „ἀσχημοσύνην πατρὸς καὶ μητρὸς ἀποκαλύπτειν“ (Lev. 18,7), εἰδὼς σαφῶς, ἡλίκον ἐστὶ κακὸν τὰ ἁμαρτήματα τοῦ νοῦ καὶ τῆς αἰσθήσεως μὴ ἐπέχειν καὶ ἐπικρύπτειν, ἀλλ’ ὥσπερ κατορθώματα προφέρειν

εἰς μέσον. αἵδ’ εἰσὶν αἱ τῶν ἁμαρτημάτων πηγαί, τὴν δὲ φρονήσεως ἐρευνητέον. εἰς ταύτην ἡ ὑπομονὴ κάτεισι, Ῥεβέκκα, καὶ τὸ ψυχῆς ὅλον πληρώσασα ἀγγεῖον ἀναβαίνει, τὴν κάθοδον ἄνοδον εἰπόντος τοῦ νομοθέτου φυσικώτατα· πρὸς γὰρ ὕψος ἐξαίρεται τὸ ἀρετῆς, ἥτις ἂν ἀπ’ ἀλαζονείας τῆς ὑπεραύχου διανοῆται κατέρχεσθαι.

λέγει γάρ· „καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν, καὶ ἀνέβη“ (Gen. 24,16). ἥδ’ ἐστὶν ἡ θεία σοφία, ἐξ ἧς αἵ τε κατὰ μέρος ἐπιστῆμαι ποτίζονται καὶ ὅσαι ψυχαὶ φιλοθεάμονες ἔρωτι τοῦ ἀρίστου κατέσχηνται.