De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

οὐ μὴν ἀλλὰ κἀκείνη „ἀπεκάλυψε τὴν ῥύσιν τοῦ αἵματος αὐτῆς“· ῥέουσα γὰρ πᾶσα αἴσθησις πρὸς τὸ ἐκτὸς αἰσθητὸν ἐπικαλύπτεται μὲν καὶ στέλλεται διακρατουμένη λογισμῷ, καταλείπεται δὲ ἔρημος χηρεύσασα ἡγεμόνος ὀρθοῦ· κακὸν δὲ βαρύτατον ὡς πόλει τὸ ἀτείχιστον, καὶ ψυχῇ τὸ ἀφύλακτον. πότ’ οὖν ἀφύλακτος γίνεται;

ἢ ὅταν ἄστεγος μὲν ὅρασις κεχυμένη πρὸς τὰ ὁρατά, ἄστεγος δὲ ἀκοὴ φωναῖς ἁπάσαις ἐπαντλουμένη, ἄστεγοι δὲ ὀσμαὶ καὶ αἱ συγγενεῖς δυνάμεις καταλειφθῶσι, πρὸς ὅ τι ἂν οἱ κατατρέχοντες βούλωνται διαθεῖναι παθεῖν ἑτοιμόταται, ἄστεγος δὲ καὶ ὁ προφορικὸς λόγος, ὃς μυρία τῶν ἀπορρήτων, ἅτε μηδενὸς τὴν φορὰν ἀνωθοῦντος, ἀκαίρως ἐξελάλησε; ῥυεὶς γοῦν ἀκωλύτως μεγάλας βίων ὑποθέσεις ὀρθὰς οἷα ἐν γαλήνῃ πλεούσας περιέτρεψεν.

οὗτός ἐστιν ὁ μέγας κατακλυσμός, ἐν ᾧ „ἀνεῴχθησαν μὲν οἱ καταρράκται τοῦ οὐρανοῦ,“ λέγω δὲ τοῦ νοῦ, „ἀπεκαλύφθησαν δὲ αἱ πηγαὶ τῆς ἀβύσσου“ (Gen. 7,11), τουτέστι τῆς αἰσθήσεως. μόνως γὰρ οὕτως ἡ ψυχὴ κατακλύζεται, ἄνωθεν μὲν ὥσπερ ἀπ’ οὐρανοῦ τοῦ νοῦ καταρραγέντων ἀδικημάτων, κάτωθεν δὲ ὥσπερ ἀπὸ [*](6 αὑτῆς V 8 δὲ] δὲ ἡ V νοῦν Mang.: οὑν codd. 11 τῆ πηγῆ Η1, ut vid. 12 αὐτὸν Η2: αὐτόν GH1, fort. secl. ὅπερ G ἔφη Η1 ἡ G: τῆ Η1, τῆς Η2 15 αὑτῆς v ῥέπουσα coni. Mang. 15. 16 ἀποκαλύπτεται H, ἐπέχεται coni. Mang. 16 καταλίπεται G 17 δὲ] γὰρ Turn. 18 καὶ om. Η ἦ V 20 ἐναντλουμένη H 21 καταλειφθῶσι scripsi: καταλείφωσι G, καταλείφουσι Η1, καταλείφουσαι H2L, καταλείπουσαι Turn., καταλειφθεῖσαι Markland 21 βούλωνται Maug.: βούλονται codd. 22 παθεῖν Markland: ἀπαθεῖν G, ἃ παθεῖν H 23 ἀντωθοῦντος coni. Mang. 26 καταράκται G 29. 152,1 καταρραγέντων et ἀνομβρησάντων alterum in alterius locum transpon. Mang.)

v.3.p.152
γῆς τῆς αἰσθήσεως ἀνομβρησάντων παθῶν.