De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
„ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας“ φησί „γῆ ἁγία ἐστί“ (ibid. 5). ποῖος τόπος; ἢ δῆλον ὅτι ὁ αἰτιολογικός, ὃν μόνον ταῖς θείαις ἀνῆψε φύσεσιν, ἀνθρώπων οὐδένα νομίσας ἱκανὸν εἶναι αἰτιολογίας ἐφάψασθαι;
ὁ δ’ ἄρα διὰ πόθον ἐπιστήμης ὑπερκύψας ἅπαντα τὸν κόσμον ζητεῖ περὶ τοῦ κοσμοποιοῦ, τίς ἐστιν ὁ δυσόρατος οὗτος καὶ δυστόπαστος, σῶμα ἢ ἀσώματος ἢ ὑπεράνω τι τούτων ἢ φύσις ἁπλῆ, οἵα μονάς, ἢ σύγκριμα ἢ τί τῶν ὄντων. καὶ τοῦθ’ ὁρῶν ὡς ἔστι δυσθήρατον καὶ δυσπερινόητον, [*](2 συνειδὼς Η Μωσῆς GH 4 μόνον H1 5 ἀληθοῦς G2H2: ἀληθῶς G1H1, tum καὶ add., sed rursus del. Η 6 φάσκῃ sciipsi: φάσκει codd. ὁ G: om. H 7 τῶν] τὸν G1 εἰς s. s. G2 8 ποτὲ om. G, ποτὲ ὁ προφήτης φήτης conicio 12 τί G: om. Η οὐ secl. Mang. 13 χῶρον H1: χορὸν G, χῶρον ὡς H2, χῶρον, ὃς Mang. 15 διελθεῖν L1 πάντα G 17 περιεργείας Η 19 τὰς G: στάς, τὰς Η 20 φησὶ γῆ ἁγία G: φησὶν ἅγιος H 21 δηλονότι G ὃν H: ὃ, tum ras. G 22 ἀνθρώπων G: ἄνθρωπον H οὐδὲν ἀνομίσας G1 24 δυσθήρατος coni. Mang. 25 ἀσώματον conicio ἢ φύσις G1H: καὶ φύσις G2 26 ἤ τι v)
ἀλλ’ ὅμως ἴσχυσε μηδὲν περὶ τῆς τοῦ ὄντος ἐρευνᾶν οὐσίας· „τὰ γὰρ ὀπίσω μου“ φησίν „ὄψει, τὸ δὲ πρόσωπον οὐ μὴ ἴδῃς“ (Exod. 33, 23). αὔταρκες γάρ ἐστι σοφῷ τὰ ἀκόλουθα καὶ ἑπόμενα καὶ ὅσα μετὰ τὸν θεὸν γνῶναι, τὴν δ’ ἡγεμονικὴν οὐσίαν ὁ βουλόμενος καταθεάσασθαι τῷ περιαυγεῖ τῶν ἀκτίνων πρὶν ἰδεῖν πηρὸς ἔσται.