De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τὰ γὰρ πρὸς γένεσιν τῶν πρὸς θεὸν μακρὰν ἀπέζευκται· τῇ μὲν γὰρ τὰ φανερὰ μόνα, τῷ δὲ καὶ τὰ ἀφανῆ γνώριμα. παραπαίει δ’, ὃς ἂν τοῦ ἀληθοῦς καταψευδόμενος ἔτ’ ἀδικῶν μετανενοηκέναι φάσκῃ· ὅμοιον ὡς εἰ καὶ ὁ νοσῶν τὸν ὑγιαίνοντα καθυποκρίνοιτο· μᾶλλον γάρ, ὡς ἔοικε, νοσήσει μηδὲν τῶν εἰς ὑγίειαν προσφόρων ἐπιτηδεύειν ἀξιῶν.

ἐζήτει ποτὲ προαχθεὶς ὑπὸ τοῦ φιλομαθοῦς καὶ τὰς αἰτίας, αἷς τἀναγκαιότατα τῶν ἐν τῷ κόσμῳ πραγμάτων ἐπιτελεῖται· θεώμενος γὰρ ὅσα ἐν γενέσει φθειρόμενα καὶ γεννώμενα, ἀπολλύμενά τε αὖ καὶ διαμένοντα, τέθηπε καὶ καταπέπληκται καὶ ἐκβοᾷ φάσκων·

„τί, ὅτι ὁ βάτος καίεται καὶ οὐ κατακαίεται“ (Exod. 3,2. 3)· τὸν γὰρ ἄβατον οὐ πολυπραγμονεῖ χῶρον, θείων ἐνδιαίτημα φύσεων, ἀλλ’ ἤδη μέλλων ἀνήνυτον καὶ ἀτελῆ πόνον διαθλεῖν ἐπικουφίζεται ἐλέῳ καὶ προμηθείᾳ τοῦ πάντων σωτῆρος θεοῦ, ὃς ἔχρησεν ἐκ τῶν ἀδύτων· „μὴ ἐγγίσῃς ὧδε“ (ibid. 5), ἴσον τῷ μὴ πρόσιθι τοιαύτῃ διασκέψει· περιεργίας γὰρ καὶ φιλοπραγμοσύνης μείζονος ἢ κατὰ ἀνθρωπίνην δύναμιν τὸ ἔργον· ἀλλὰ τὰ μὲν γεγονότα θαύμαζε, τὰς δὲ αἰτίας, δι’ ἃς ἢ γέγονεν ἢ φθείρεται, μὴ πολυπραγμόνει.