De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ταῦτα ὁ διαπεμψάμενος ἀκούσας, φθόνον ἠλλοτριωκὼς ἀφ’ αὑτοῦ καὶ τὴν φύσιν ἵλεως γέγηθεν οὐ μετρίως καί φησι· μὴ γὰρ οὐ δι’ εὐχῆς ἐστί μοι τὴν διάνοιαν ἀστείαν τε καὶ ἀστὴν ὡς ἀληθῶς εἶναι, κοσμιότητι καὶ σωφροσύνῃ καὶ ταῖς ἄλλαις διαπρέπουσαν ἀρεταῖς, ἑνὶ προσέχουσαν ἀνδρὶ καὶ τὴν ἑνὸς οἰκουρίαν ἀγαπῶσαν καὶ μοναρχίᾳ χαίρουσαν. εἰ δὴ τοιαύτη τίς ἐστιν, ἐχέτω τὰ δεδομένα, καὶ τὴν παιδείαν καὶ τὸν εἱρμὸν λόγου πρὸς βίον καὶ βίου πρὸς λόγον καὶ τὸ ἀναγκαιότατον, βεβαιότητα καὶ πίστιν.

ἀλλὰ μή ποτε γελασθῶμεν ἀνάξια κεχαρίσθαι δόξαντες, καίτοι γ’ ὑπολαβόντες ἐπιτηδειότατα τῇ ψυχῇ δεδωρῆσθαι. ἀλλὰ γὰρ ἐγὼ μέν, ὅπερ εἰκὸς ἦν ἐργάσασθαι τὸν βουλόμενον τρόπου βάσανον καὶ δοκιμασίαν λαβεῖν, πεποίηκα, δέλεαρ καθεὶς καὶ διαπεμψάμενος, ὁ δὲ ἐπεδείξατο τὴν ἑαυτοῦ φύσιν οὐκ εὐάλωτον.

δῆλον δὲ ἐμοὶ τὸ διὰ τί οὐκ εὐάλωτος· μυρίους γὰρ εἶδον τῶν ἄγαν φαύλων τὰ αὐτὰ δρῶντας ἔσθ’ ὅτε τοῖς λίαν ἀγαθοῖς, ἀλλ’ οὐκ ἀπὸ διανοίας τῆς αὐτῆς, ἐπειδὴ τοῖς μὲν ἀλήθεια, τοῖς δὲ ὑπόκρισις ἀσκεῖται· χαλεπὴ δ’ ἡ διάγνωσις ἀμφοῖν· πολλάκις γὰρ ὑπὸ τοῦ δοκεῖν παρευημερήθη τὸ εἶναι. [*](1 post γάρ add. αὐτὴν H1 ἢ] εἰ G 4 τριοδίτης H tertium ἢ] ἡ conicio 7 χήτη H2 8 πολύανδρον scripsi: πολυάνδρειον G, πολυάνδριον Η 9 μυρίας G, ἢ πρὸς μυρία σπειρομένη del. Mang. 10 ἔστιν Η 19 ἐπιτηδειότητα GL 20 τρόπου (vel τρόπων) Mang. (G?): τρόπον Η τρόπου G ut vid.) 22 δῆλον (vel οὐκ ἄδηλον) scripsi: ἄδηλον codd. 23 ἄγαν om. D fol. 265 24 ἔσθ’ ὅτε D: om. codd. ἀλλ’ D fol. 135: om. codd., D fol. .265 25 ἀσκεῖται D (Markland): κεῖται GHL2, γίνεται L1 δὲ D) [*](1. 2 Antonius Mel. II 77 col. 1193 Flor. Paris. No. 17 Georgides p. 26,23 Boiss. Φίλωνος: δυσεύρετον—καλόν. 23—26 DK fol. 135r Φίλωνος ἐκ τοῦ φυγῆς καὶ εὑρέσεως, fol. 265v Φίλωνος ἐκ τοῦ περὶ φυγῆς. μυρίους ἐστὶν ἰδεῖν τῶν— εἶναι.)

v.3.p.144