De Fuga Et Inventione

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

τὸν ἀρραβῶνα τοῦτον εἰ καλῶς ἔδωκε, βασανίζει. τίς οὖν ἡ βάσανος; καθεῖναί τι δέλεαρ ὁλκῷ κεχρημένον δυνάμει, δόξαν ἢ πλοῦτον ἢ ὑγείαν σώματος ἤ τι τῶν ὁμοιοτρόπων, καὶ γνῶναι πρὸς πότερα καθάπερ ἐπὶ πλάστιγγος ταλαντεύσει· ῥοπὴ γὰρ εἰ γένοιτο πρός τι τούτων, ὁ ἀρραβὼν οὐ βέβαιος. ἀπέστειλεν οὖν τὸν ἔριφον κομίσασθαι τὸν ἀρραβῶνα παρὰ τῆς γυναικός, οὐ τοῦτο προῃρημένος πάντως ἀπολαβεῖν, ἀλλ’ εἴ ποτε ἀναξία τοῦ κατέχειν ἐκείνη γένοιτο. γενήσεται δὲ πότε;

ἡνίκα ἂν τὰ διαφέροντα ἀδιαφόρων ἀντικαταλλάξηται, τῶν γνησίων ἀγαθῶν τὰ νόθα προτιμήσασα· γνήσια μὲν οὖν ἀγαθὰ πίστις, εἱρμὸς καὶ ἀκολουθία λόγων πρὸς ἔργα, παιδείας κανὼν ὀρθῆς, ὡς ἔμπαλιν κακὰ ἀπιστία, τὸ ἀνακόλουθον, ἀπαιδευσία, τὰ δὲ νόθα, ὅσα τῆς ἀλόγου φορᾶς ἀπῃώρηται.

ζητῶν οὖν [*](1 αὐτῶ H1 βούλετ’ H τῶν Mang.: τῶ G, τὸ H 4 σπουδαῖς G: σκηναῖς H 5. 6 ἀπέστειλεν Ἰούδας L 6 alt. τοῦ codd.: αὐτοῦ v, αὐτοῦ τοῦ ex LXX conicio Ὀδολαμίτου Η 8 γε μόνη G1 15 δηλοῦσα διὰ conicio, lin. 16 post ῥάβδου add. μηνύουσα Mang., δοῦσα Cohn 24 προηρημένος G(H1 Mang.): προηρημένου H2 τοῦτον conicio ἀλλ’ coni. Cohn μαθεῖν vid. add. 26 ἀδιαφόρων G(Mang.): διαφόρων H 27 ἔργα καὶ ἔργων πρὸς λόγους coni. Mang. 28 ἀνακόλουθον GH1 29 τά] ἀγαθὰ conicio)

v.3.p.143
„οὐκ ἀνεῦρεν αὐτήν“· δυσεύρετον γὰρ ἢ καὶ παντελῶς ἀνεύρετον ἐν πεφυρμένῳ βίῳ τὸ καλόν. κἂν διαπύθηται, εἰ ἔστι περὶ πάντα τὸν τόπον τοῦ καλοῦ πεπορνευμένη ψυχή, ῥητῶς ἀκούσεται, ὅτι οὔτε ἔστιν οὔτε ἦν πρότερον· ἀκόλαστος γὰρ ἢ μαχλὰς ἢ τριοδῖτις σοβὰς ἢ τὸ τῆς ὥρας ἄνθος ἐπευωνίζουσα ἢ καθαρσίοις καὶ λουτροῖς τὰ ἐκτὸς φαιδρυνομένη, τὰ δὲ ἐντὸς ῥυπῶσα, ἢ καθάπερ τὰ πινάκια χρώμασι τὴν ὄψιν ὑπογραφομένη χήτει φυσικῆς εὐμορφίας ἢ τὸ λεγόμενον πολύανδρον κακὸν ὡς ἀγαθὸν μεταδιώκουσα ἢ πολυγαμίας ἐρῶσα ἢ πρὸς μυρία σπειρομένη ἢ ὑπὸ μυρίων σωμάτων ὁμοῦ καὶ πραγμάτων ἐμπαιζομένη καὶ περιυβριζομένη κεῖθι οὐκ ἔστι.