De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ὑπερβολή τις περὶ τὸν τρόπον τοῦτον τελειότητος ἐνορᾶται. τὸν μέν γε τὴν μεγάλην εὐξάμενον εὐχὴν οἶδέ που καὶ ἀκουσίως σφαλλόμενον, εἰ καὶ μὴ ἑκουσίῳ γνώμῃ· λέγει γάρ· „ἐὰν δέ τις ἀποθάνῃ ἐπ’ αὐτῷ ἐξάπινα, παραχρῆμα μιανθήσεται“ (Num. 6, 9)· τὰ γὰρ ἀβούλητα ἔξωθεν αἰφνίδιον κατασκήπτοντα παραχρῆμα τὴν ψυχὴν οὐ πρὸς αἰῶνα μήκιστον μιαίνει, ἅτε ὄντα ἀκούσια. τούτων δ’ ὁ [*](1 ἀπάντων ἄρρηκτος καὶ coni. Mang. ὡς om. GH1 εἴργεται G2 κωλύων G: κωλύει Η, καὶ κωλύει H2 2 ἥ τ’ G2: ἥ τε H2, εἴτε G1 (H1) καθ’ ὅσον codd. 7 παγειοτέρα G, παγιωτάτῃ coni. Mang. 8 οὗτος H2: οὕτως G(H1) τετελευτηκυῖαν H2: τετελευτηκῶσαν G(H1) Μωσῆς codd. 10 προσβάλλει G1 ut vid. 11 ἱερατικοῦ coni. Mang. 14 αὐτοὺς G 17 καὶ ἄθεον ὁμοῦ κακόν conicio ἄθεον secl. Mang., ἄθεον μὲν οὖν secl. Cohn 18 τὴν e corr. Η2 19 τελειότατος G 20 οὐδέπου coni. Mang. 21 μὴ καὶ V 24 τὰ G: τῶν Η ἀβούλητα scripsi: ἀβουλήτων H2, ἀβουλούντων G(H1) fort. τῶν γάρ ἀβουλήτων τινὰ scrib. 25 ἅτε H: ἄν τε G post ἀκούσια add. τύχοι G2)
ταῦτα δ’ οὐκ ἀπὸ σκοποῦ μοι λέλεκται, ἀλλ’ ὑπὲρ τοῦ διδάξαι, ὅτι φυσικωτάτη προθεσμία καθόδου φυγάδων ὁ τοῦ ἀρχιερέως ἐστὶ θάνατος (Num. 35,25).
ἕως μὲν γὰρ ὁ ἱερώτατος οὗτος λόγος ζῇ καὶ περίεστιν ἐν ψυχῇ, ἀμήχανον τροπὴν ἀκούσιον εἰς αὐτὴν κατελθεῖν· ἀμέτοχος γὰρ καὶ ἀπαράδεκτος παντὸς εἶναι πέφυκεν ἁμαρτήματος. ἐὰν δὲ ἀποθάνῃ, οὐκ αὐτὸς διαφθαρείς, ἀλλ’ ἐκ τῆς ἡμετέρας ψυχῆς διαζευχθείς, κάθοδος εὐθὺς δίδοται τοῖς ἑκουσίοις σφάλμασιν· εἰ γὰρ μένοντος καὶ ὑγιαίνοντος ἐν ἡμῖν ἐξῳκίζετο, μετανισταμένου πάντως εἰσοικισθήσεται.