De Fuga Et Inventione
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
ὅ τε γὰρ τοῦ ὄντος λόγος δεσμὸς ὢν τῶν [*](1 παρέχουσαν H1 4 οἱ μέν addidi, οἱ μὲν γὰρ μακροβιώτατοι coni. Alang. 4 οἱ δὲ ὀλιγοχρονιώτατοι s. s. H2 10 ἔγγιστα v ἀνηρημένων G2: ἀνημέρων ’H II. 12 ἐφαπτόμενοι coni. Mang. 13 μόνων H 15 Μωσῆς codd. 16 ἔλαχε G 18 κέχριται G 23 ἀπομητρώσει G)
οὗτος „ἐπὶ πᾶσαν ψυχὴν τετελευτηκυῖαν“, ᾗ φησι Μωυσῆς, „οὐκ εἰσελεύσεται“ (Lev. 21, 11)· θάνατος δὲ ψυχῆς ὁ μετὰ κακίας | ἐστὶ βίος, ὥστε οὐδέ τινος ἄγους, ὧν προσβάλλειν ἀφροσύνη φιλεῖ, ποτὲ [*](p. 563 M.) προσάψεται.
τούτῳ καὶ παρθένος ἐκ τοῦ ἱεροῦ γένους ἁρμόζεται, καθαρὰ καὶ ἀμίαντος καὶ ἀδιάφθορος εἰς ἀεὶ γνώμη· χήρας γὰρ καὶ ἐκβεβλημένης καὶ βεβήλου καὶ πόρνης ἀνὴρ οὐδέποτε γίνεται (ibid. 13.14), πόλεμον ἄσπονδον καὶ ἀκήρυκτον πρὸς αὐτὰς ἀεὶ συγκροτῶν. ἐχθρὸν γὰρ αὐτῷ τὸ χηρεύειν ἀρετῆς καὶ ἐκβεβλῆσθαι καὶ πεφυγαδεῦσθαι πρὸς αὐτῆς καὶ πᾶν ὅ τι ἂν ᾖ βέβηλον πεῖσμα καὶ ἀνίερον· τὸ δὲ πολυμιγὲς καὶ πολύανδρον καὶ πολύθεον, ἄθεον μὲν οὖν κακόν, πόρνην, οὐδὲ προσιδεῖν ἀξιοῖ, τὴν ἕνα ἄνδρα καὶ πατέρα τὸν ἡγεμόνα θεὸν ἐπιγεγραμμένην ἠγαπηκώς.