De Congressu Eruditionis Gratia

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

Δίδωσι δ’ οὐκ εὐθὺς εἰς τὴν Χαναναίων γῆν ἀφικομένῳ, ἀλλὰ μετὰ δεκαετίαν τῆς ἐκεῖ διατριβῆς. τί δὲ τοῦτ’ ἐστίν, οὐκ ἀμελῶς ἐπισκεπτέον· ἐν ἀρχῇ μὲν τῆς γενέσεως ἡμῶν ἡ ψυχὴ συντρόφοις τοῖς πάθεσι μόνοις χρῆται, λύπαις, ἀλγηδόσι, πτόαις, ἐπιθυμίαις, ἡδοναῖς, ἃ διὰ τῶν αἰσθήσεων ἐπ’ αὐτὴν ἔρχεται, μήπω τοῦ λογισμοῦ βλέπειν δυναμένου τά τε ἀγαθὰ καὶ κακὰ καὶ ᾗ διαφέρει ταῦτα ἀλλήλων ἀκριβοῦν, ἀλλ’ ἔτι νυστάζοντος καὶ ὡς ἐν ὕπνῳ βαθεῖ καταμεμυκότος.

χρόνου δὲ προϊόντος ὅταν ἐκβαίνοντες τῆς παιδικῆς ἡλικίας μειρακιοῦσθαι μέλλωμεν, τὸ δίδυμον στέλεχος εὐθὺς ἐκ μιᾶς, ἀρετὴ καὶ κακία, φύεται ῥίζης· καὶ ποιούμεθα μὲν τὴν κατάληψιν ἀμφοῖν, αἱρούμεθα δὲ πάντως τὴν ἑτέραν, οἱ μὲν εὐφυεῖς ἀρετήν, κακίαν δ’ οἱ ἐναντίοι.

τούτων προϋποτυπωθέντων εἰδέναι χρή, ὅτι παθῶν μὲν Αἴγυπτος σύμβολόν ἐστι, κακιῶν δὲ ἡ Χαναναίων γῆ· ὥστ’ εἰκότως [*](1 γὰρ] δὲ GF2 2 τῶν om. GF 3 αἰτιῶν v φιλοσοφία MA 4 ἐγκράτεια Α 5 prius ἐγκράτεια AF post prius δέ add. καὶ GF γλώσσης GF 6 δι’ αὑτὰ αὐτὰ Α) MAH: τά αὐτὰ GF φαίνοιτ’ ἄν scripsi: φαίνοιτο (φανεῖται Clem.) 7 ἕνεκα καὶ ἀρεσκείας transp. GF μεμνήμεθα GFL2 οὖν] μὲν οὖν L2 δεῖ om. GF 8 μέλοιμεν G τὰς addidi 8. 9 λεγόμεθα GF 9 δὲ GF 11 δίδωσιν εὐθὺς GF 14 πτόαις MG1F1N: πτοίαις HG2F2, om. Α 15 post αἰσθήσεων add. ἡμῶν Α μήπου G 16 τε ora. G ἡ MA: ἢ Α, εἰ GFN 17 ἀκριβοῦντος GFN, ἀκριβοῦντες L2 ὥσπερ G 18 παιδίσκης G 19 στέλεχον M ἀρετὴ M, ἀρετῆς G 20 κακίας G ἀμφοῖν ex αὐτοῖν corr. L 21 δὲ GFN 23 σύμβολον Αἴγυπτός transpos. GF ὥστ’] ὥσπερ GF) [*](1—3 cf. Doxographi p. 273, 12, Cic. De fin. II 37 Tusc. IV 57 V 13. 14. 89,2. 3 cf. Epicurea fragm. 398 p. 274 (Philonis Opera I p. 56,7 sqq.). 13—22 N fol. 167v: ἐν ἀρχῇ—ἐναντίοι. 22. 23 Clcm. Alex. Strom. p. 453 P.: παθῶν καὶ κακιῶν σύμβολον Αἴγυπτος καὶ ἡ Χανανῖτις γῆ.)

v.3.p.89
ἀναστήσας ἀπ’ Αἰγύπτου τὸν λεὼν εἰς τὴν Χαναναίων εἰσάγει χώραν.

ἄνθρωπος γάρ, ὡς ἔφην, ἅμα μὲν τῇ γενέσει τὸ Αἰγύπτιον πάθος ἔλαχεν οἰκεῖν ἡδοναῖς καὶ ἀλγηδόσι προσερριζωμένος, αὖθις δ’ ἀποικίαν στέλλεται τὴν πρὸς κακίαν, ἤδη τοῦ λογισμοῦ πρὸς τὸ ὀξυωπέστερον ἐπιδεδωκότος καὶ καταλαμβάνοντος μὲν ἀμφότερα, ἀγαθόν τε αὖ καὶ κακόν, τὸ δὲ χεῖρον αἱρουμένου διὰ τὸ πολὺ μετέχειν τοῦ θνητοῦ, ᾧ τὸ κακὸν οἰκεῖον, ἐπεὶ καὶ τοὐναντίον τῷ θείῳ, τὸ ἀγαθόν.

ἀλλ’ αἱ μὲν φύσει πατρίδες αὗται, παιδικῆς μὲν ἡλικίας τὸ πάθος, Αἴγυπτος, ἡβώσης δὲ κακία, ἡ Χανανῖτις. ὁ δὲ ἱερὸς λόγος, καίτοι σαφῶς ἐπιστάμενος τὰς τοῦ θνητοῦ γένους πατρίδας ἡμῶν, ὑποτίθεται τὰ πρακτέα καὶ συνοίσοντα παραγγέλλων μισεῖν τὰ ἔθη καὶ τὰ νόμιμα καὶ τὰ ἐπιτηδεύματα αὐτῶν ἐν οἷς φησι· „καὶ εἶπε κύριος πρὸς Μωυσῆν λέγων·

λάλησον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν· κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ κατοικήσατε ἐπ’ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε· καὶ τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε· τὰ κρίματά μου ποιήσετε, καὶ τὰ προστάγματά μου φυλάξεσθε, πορεύεσθε ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν. καὶ φυλάξεσθε πάντα τὰ προστάγματά μου καὶ τὰ κρίματά μου, καὶ ποιήσετε αὐτά. ὁ ποιήσας αὐτὰ ζήσεται ἐν αὐτοῖς· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν“ (Lev. 18,1—5).

οὐκοῦν ἡ πρὸς ἀλήθειαν ζωὴ περιπατοῦντός ἐστιν ἐν ταῖς τοῦ θεοῦ [*](1 λαὸν Η ἄγει V 2 τὴν Αἴγυπτον Mang. 3 ἄλγεσι GF δὲ GF 6 τοῦ θνητοῦ GFL2: τούτου MAHL1 7 τὸ θεῖον G 8 φύσεως H παιδίσκης GF 9 κακία F(?) H2L1: κακίας MAGH1L2 χανανίτης FH δ’ GF σάφος F 10 ἡμῖν H 11 ἔθη MA: ἔθνη GFH 12 Μωυσῆν Α: Μωσῆν ceteri λέγων MAH, τῶ λέγειν GF 13 ἐρεῖ GF 14 ἡμῶν G γῆς ex LXX et Clem. scripsi: τῆς MAH, αὐτῆς L, om. GF κατοικήσατε MAGL2: ἐκατοικήσατε HL1, κατοικήσετε F, κατῳκήσατε v (Clem.) 14. 15 ἐπ’ αὐτῆς MAH: ἐν αὐτὴ GF (Clem.) 15. 16 καὶ κατά τὰ—ποιήσετε om. Η, in mg. add. L, lin. 17 post ποιήσετε falso inserit V 15 γῆς HGF: τῆς MA 16. 17 καὶ τοῖς νομίμοις—μου ποιήσετε om. GF 17. 18 φυλάξασθε καὶ πορεύεσθαι G 18 ἐγώ] ὅτι ἐγὼ (iF 6 om. F 18—20 καὶ φυλάξεσθε—ὑμῶν om. F 18 φυλάξεσθε M: φυλάξασθε 19 καὶ τὰ κρίματά μου om. Clem. αὐτά om. Α 20 post αὐτὰ ex LXX et Clem. vid. add. ἄνθρωπος post ὑμῶν add. καὶ φυλάξασθε πάντα τά προστάγματά μου καὶ τά κρίματά μου GH 21 περιπατοῦντός scripsi: περὶ παντός codd., περίπατος Markland ἐστι καὶ ἐν G τοῦ om. H) [*](12—20 locum biblicum ex Philone sumpsit Clem. Alex. ibid. § 46, iiui praeter supra adnotatas cum nostro textu consentit.)

v.3.p.90
κρίσεσι καὶ προστάξεσιν, ὥστε θάνατος ἂν εἴη τὰ τῶν ἀθέων ἐπιτηδεύματα. τινὰ δὲ ἀθεώρητα πάθους καὶ κακιῶν ἐστιν, ἐξ ὧν τὰ ἀσεβῶν καὶ ἀνοσιουργῶν πλήθη φύεται.

μετὰ δεκαετίαν οὖν τῆς πρὸς Χαναναίους μετοικίας ἀξόμεθα τὴν Ἄγαρ, ἐπειδήπερ εὐθὺς μὲν γενόμενοι λογικοὶ τῆς φύσει βλαβερᾶς ἀμαθίας καὶ ἀπαιδευσίας μεταποιούμεθα, χρόνῳ δ’ ὕστερον καὶ ἐν ἀριθμῷ τελείῳ, δεκάδι, νομίμου παιδείας τῆς ὠφελεῖν δυναμένης εἰς ἐπιθυμίαν ἐρχόμεθα.

Τὸν δὲ περὶ δεκάδος λόγον ἐπιμελῶς μὲν ἠκρίβωσαν μουσικῶν παῖδες, ὕμνησε δὲ οὐ μετρίως ὁ ἱερώτατος Μωυσῆς, ἀναθεὶς αὐτῇ τὰ κάλλιστα, τὰς ἀρχάς, τὰς ἀπαρχάς, τὰ τῶν ἱερέων ἐνδελεχῆ δῶρα, τὴν τοῦ Πάσχα διατήρησιν, τὸν ἱλασμόν, τὴν διὰ πεντηκονταετίας ἄφεσίν τε καὶ εἰς τὰς ἀρχαίας λήξεις ἐπάνοδον, τὴν κατασκευὴν τῆς ἀδιαλύτου σκηνῆς, ἄλλα μυρία, ὧν μακρὸν ἂν εἴη μεμνῆσθαι.

τὰ δὲ καίρια οὐ παρετέον. αὐτίκα τὸν Νῶε ἡμῖν — πρῶτος δ’ οὗτος δίκαιος ἐν ταῖς ἱεραῖς ἀνερρήθη γραφαῖς — ἀπὸ τοῦ διαπλασθέντος ἐκ γῆς εἰσάγει δέκατον, οὐκ ἐνιαυτῶν πλῆθος παραστῆσαι βουλόμενος, ἀλλὰ διδάξαι σαφῶς, ὅτι ὥσπερ δεκὰς ἀριθμῶν τῶν ἀπὸ μονάδος ἐστὶ πέρας τελειότατον, οὕτω τὸ δίκαιον ἐν ψυχῇ τέλειον καὶ πέρας ὄντως τῶν κατὰ τὸν βίον πράξεων.

τὴν μὲν γὰρ πολλαπλασιαζομένην ἐφ’ ἑαυτὴν τριάδα πρὸς ἐνάτου γένεσιν ἀριθμοῦ πολεμιωτάτην ἐξεῖπον οἱ χρησμοί, τὴν δὲ ἐπιβεβηκυῖαν μονάδα πρὸς ἐκπλήρωσιν δεκάδος ὡς φίλην ἀπεδέξαντο.

σημεῖον δέ· τὰς ἐννέα τῶν βασιλέων ἀρχάς, ἡνίκα ἡ ἐμφύλιος ἀνερριπίσθη στάσις, τῶν τεττάρων παθῶν πρὸς τὰς πέντε αἰσθήσεις κονισαμένων καὶ πόρθησιν καὶ κατασκαφὴν κινδυνευούσης τρόπον πόλεως τῆς ὅλης ἀναδέχεσθαι ψυχῆς, ἐκστρατεύσας ὁ σοφὸς Ἀβραὰμ κατέλυσε δέκατος ἐπιφανείς (Gen. 14).

οὗτος ἀντὶ χειμῶνος γαλήνην καὶ ὑγείαν ἀντὶ νόσου καὶ ζωήν, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἀντὶ θανάτου παρεσκεύασε, [*](2 ἅτινα δὴ coni. Markland τινὲς δὲ εὐπαράδεκτοι conicio 2 ἐστιν MAH: εἰσιν GF, fort. recte, cf. ad lin. 2 3 πλήθη] εἰσι πλήθη καὶ F, πλήθη καὶ L2 4 ἀξόμεθα F: ἐξώμεθα Η2, ἀρξώμεθα MA (H1), ἀξιώμεθα G 5 τῆς] τῆ GF 6 νομίμου Mang.: νομίμῳ ΜΑΗ, νομίμως GF 9 δ’ Η ὁ] καὶ 6 F Μωσῆς GFH αὐτὴ H2: αὐτῶ ceteri 10 ἀρχάς M: εὐχάς ceteri; de locis biblicis, quos respicit, v. infra 12 τε om. GF διαλυτοῦ F 13 μνησθῆναι (GF οὐ om. H1 14 παρετέον scripsi: παραιτέον Α, παρεατέον MGFL2, παριτέον HL1 16 ἐπιστῆσαι H 18 τέλειον ἀγαθὸν conicio 18 τόν] τῶν G 20 έννάτου AFH δ’ GF 23 τεττάρων GF: τεσσάρων MAH 23. 24 ἐγκονισμένων Mang. 24 alterum καὶ] εἰς G 25 ὅλης GFH2: αὐλῆς MA(H1), ἁλούσης conicio ἀναδεδέχθαι GF 27 παρασκευάσαι GF)

v.3.p.91
τοῦ νικηφόρου θεοῦ τροπαιοφόρον αὐτὸν ἀναδείξαντος, ᾧ καὶ τὰς δεκάτας χαριστήρια τῆς νίκης ἀνατίθησι (Gen. 14,20).

καὶ παντὸς μέντοι τοῦ ἐλθόντος „ὑπὸ τὴν ῥάβδον,“ λέγω δὲ τὴν παιδείαν, ἡμέρου καὶ τιθασοῦ θρέμματος τὸ δέκατον ἀποκρίνεται, νόμου προστάξει γινόμενον „ἅγιον” (Lev. 27,32), ἵν’ ἐκ πολλῶν διδασκώμεθα τὴν δεκάδος πρὸς θεὸν οἰκειότητα καὶ τὴν τοῦ ἐννέα ἀριθμοῦ πρὸς τὸ θνητὸν ἡμῶν γένος.

ἀλλὰ γὰρ οὐκ ἀπὸ ζῴων μόνον ἀπάρχεσθαι δεκάτας, ἀλλὰ καὶ ἀπὸ τῶν ὅσα ἐκ γῆς βλαστάνει διείρηται. „πᾶσα” γάρ φησι „δεκάτη τῆς γῆς ἀπὸ τοῦ σπέρματος καὶ τοῦ καρποῦ τοῦ ξυλίνου ἐστὶν ἅγιον τῷ κυρίῳ· καὶ πᾶσα δεκάτη βοῶν καὶ προβάτων, καὶ πᾶν ὃ ἂν διέλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἔσται ἅγιον τῷ κυρίῳ“ (Lev. 27,30.32).

ὁρᾷς ὅτι καὶ ἀπὸ τοῦ περὶ ἡμᾶς ὄγκου σωματικοῦ, ὃς γεώδης καὶ ξύλινος ὄντως ἐστίν, οἴεται δεῖν ἀπάρχεσθαι; ἡ γὰρ ζωὴ καὶ διαμονὴ καὶ αὔξησις καὶ ὑγίεια αὐτῷ θείᾳ γίνεται χάριτι. ὁρᾷς δ’ ὅτι καὶ ἀπὸ τῶν ἐν ἡμῖν αὐτοῖς ζῴων ἀλόγων — ταῦτα δ’ εἰσὶν αἰσθήσεις — πάλιν ἀπάρχεσθαι διείρηται; τὸ γὰρ ὁρᾶν καὶ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ γεύεσθαι, ἔτι δὲ ἅπτεσθαι δωρεαὶ θεῖαι, ὑπὲρ ὧν εὐχαριστητέον.

ἀλλὰ γὰρ οὐ μόνον ἐπὶ τοῖς ξυλίνοις καὶ γηίνοις σώματος ὄγκοις οὐδ’ ἐπ’ ἀλόγοις ζῴοις, ταῖς αἰσθήσεσι, τὸν εὐεργέτην ἐπαινεῖν διδασκόμεθα, ἀλλὰ καὶ ἐπὶ τῷ νῷ, ὃς κυρίως εἰπεῖν ἄνθρωπός ἐστιν ἐν ἀνθρώπῳ, κρείττων ἐν χείρονι καὶ ἀθάνατος ἐν θνητῷ.

διὰ τοῦτο οἶμαι τὰ πρωτότοκα καθιέρωσε πάντα, τὴν δεκάτην, λέγω Λευιτικὴν φυλήν, ἀντικαταλλαξάμενος πρὸς διατήρησιν καὶ φυλακὴν ὁσιότητος καὶ εὐσεβείας καὶ λειτουργιῶν, αἳ πρὸς τὴν τοῦ θεοῦ τιμὴν ἀναφέρονται. τὸ γὰρ πρῶτον καὶ ἄριστον ἐν ἡμῖν αὐτοῖς ὁ λογισμός ἐστι, καὶ ἄξιον [*](1. 2 δεκάδας GF 2 μέντοι HGF: μὲν MA 3. 4 τιθασσοῦ v 4 θρέμματος MAH: πράγματος GF, mg. H 6 τοῦ om. GF ἐννέα ΜΑ(Η1): ἐννάτου GFH2 8 ἐκ γῆς MAH: γῆς G, γῆ F διήρηται AG 9 ἄγιόν ἐστι GF 10 ἄν] ἐὰν GF 11 ἐστὶν GF 12 περὶ om. GF σωματικὸν G 13 ὃς] ὡς Α(Η1) 14 primum καὶ MAF: καὶ ἡ G(?)H ὑγίεια H: ὑγεία ceteri θείᾳ om. Α δ’ om. v 15. 16 δ’ ἐστὶν αἴσθησις GF αἱ αἰσθήσεις conicio 16 διήρηται AG 16. 17 ἀκούειν ὀσφραίνεσθαί τε GF 17 δὲ GF: τε MAH 17. 18 εὐχαριστέον F 18. 19 σώματος ὄγκοις scripsi: σωματικοῖς codd.; σωματικοῖς ὄγκοις coni. Mang. 20 εἰπεῖν GF: om. MAH ἐν om. F 21 κρείττω F καὶ om. H 22 δεκάτην] ἀπαρχὴν coni. Mang. λόγω GF, ante λέγω add., sed rursus del. δέ H λέγω δὲ bene coni. Mang. 24 αἲ] d GF 25 post ἡμῖν εἶναι λέγεται, sed rursus del. Η 6 s. s. Η2, om. Α ἐστιν G, om. Η1 post καὶ ras. in H)

v.3.p.92
τὰς συνέσεως καὶ ἀγχινοίας καταλήψεώς τε καὶ φρονήσεως καὶ τῶν ἄλλων δυνάμεων, ὅσαι περὶ αὐτόν εἰσιν, ἀπαρχὰς ἀνατιθέναι θεῷ τῷ τὴν εὐφορίαν τοῦ διανοεῖσθαι παρασχόντι.

ἐνθένδε ὁ μὲν ἀσκητικὸς ὁρμηθεὶς εὐχόμενος εἶπε· „πάντων ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοί“ (Gen. 28,22), ὁὁ δὲ χρησμὸς ὁὁ μετὰ τὰς ἐπινικίους εὐχὰς ἀναγραφείς, ἃς ὁ τὴν αὐτομαθῆ καὶ αὐτοδίδακτον λαχὼν ἱερωσύνην ποιεῖται Μελχισεδέκ, "ἔδωκε γὰρ αὐτῷ“ φησίν „δεκάτην ἀπὸ πάντων“ (Gen. 14,20), ἀπὸ τῶν κατ’ αἴθησιν τὸ καλῶς αἰσθάνεσθαι, ἀπὸ τῶν κατὰ λόγον τὸ εὖ λέγειν, ἀπὸ τῶν κατὰ νοῦν τὸ εὖ διανοεῖσθαι.

παγκάλως οὖν καὶ ἀναγκαίως ἅμα ἐν εἴδει παραδιηγήματος, ἡνίκα τῆς οὐρανίου καὶ θείας τροφῆς τὸ μνημεῖον ἐν στάμνῳ χρυσῷ καθιεροῦτο, φησὶν ὡς ἄρα „τὸ γομὸρ τὸ δέκατον τῶν τριῶν μέτρων ἦν“ (Exod. 16,36). ἐν ἡμῖν γὰρ αὐτοῖς τρία μέτρα εἶναι δοκεῖ, αἴσθησις, λόγος, νοῦς· αἰσθητῶν μὲν αἴσθησις, ὀνομάτων δὲ καὶ ῥημάτων καὶ τῶν λεγομένων ὁ λόγος, νοητῶν δὲ νοῦς.