De Congressu Eruditionis Gratia

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

ἀφ’ ἑκάστου δὴ τῶν τριῶν μέτρων τούτων ἀπαρκτέον ὥσπερ τινὰ ἱερὰν δεκάτην, ἵνα καὶ τὸ λέγειν καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ καταλαμβάνειν ἀνυπαιτίως καὶ ὑγιεινῶς κατὰ θεὸν ἐξετάζηται· τὸ γὰρ ἀληθινὸν καὶ δίκαιον μέτρον τοῦτ’ ἐστί, τὰ δὲ

καθ’ ἡμᾶς ψευδῆ τε καὶ ἄδικα. εἰκότως οὖν καὶ ἐπὶ τῶν θυσιῶν τὸ μὲν δέκατον τοῦ μέτρου τῆς σεμιδάλεως τοῖς ἱερείοις ἐπὶ τὸν [*](1 τἀς corr. ex τῆς Η 2 αὐτῶν AGF 3 ἀσκητικὸς MA: ἀσκητὴς HGF 4 εἶπε] εἶπε καὶ GF 7 γὰρ vid. secl. φησιν αὐτῶ GF 8 ἀπὸ τῶν om. MH1, ἀπὸ om. Α Turn. 9 alterum εὖ om. M 10 παραδείγματος F2 11 μνημόσυνον e Clem. Mang. 12 τὸ δέκατον GF (Clem.): δέκατον MAH 14. 15 τῶν τοῦ λόγου μερῶν conicio 15 6 seduderem, nisi Clem. haberet 15 μέτρων om. GF 16 ὥσπερ τινὰ ἱερὰν Gv: ὥσπερ τινὰ MAHL1, ὥστ’ ἄν ἱερὰν FL2 17 ὑγιῶς GF 18 τοῦτό ἐστι Α δέ] γὰρ GF) [*](10—15 Clem. Alex. Strom. II § 50 p. 4-55 P.: ἡνίκα γοῦν τῆς οὐρανίου καὶ θείς τὸ μνημόσυνον ἐν στάμνῳ χρυσῷ καθιεροῦσθαι προσετάττετο, „τὸ γόμορ“ φησί „τὸ δέκατον τῶν τριῶν μέτρων ἦν“. ἐν ἡμῖν γὰρ αὐτοῖς τρία μέτρα, τρία κριτήρια μηνύεται, αἴσθησις μὲν αἰσθητῶν, λεγομένων δὲ ὀνομάτων καὶ ῥημάτων 6 λόγος, νοητῶν δὲ νοῦς. 19—93,14 ibid. § 51 χρὴ δέ ὡς ἔπος εἰπεῖν τῶν ἄλλων πάντων ὑπεραναβαίνοντας ἐπὶ τὸν νοῦν ἵστασθαι, ὥσπερ ἀμέλει κἀν τῴ κόσμῳ τὰς ἐννέα μοίρας ὑπερπηδήσαντας, πρώτην μέν τὴν διὰ τῶν τεσσάρων στοιχείων ἐν μιᾷ χώρᾳ τιθεμένων διὰ τὴν ἴσην τροπήν, ἔπειτα δὲ τὰς ἑπτὰ τὰς πλανωμένας τήν τε ἀπλανῆ ἐνάτην ἐπὶ τὸν τέλειον ἀριθμὸν τὸν ὑπεράνω τῶν ἐννέα ἐννέα Potter e Philone pro θεῶν, Mang. αἰσθητῶν), τὴν δὲ (δὲ vid. del., δὴ Lowth) δεκάτην μοῖραν, ἐπὶ τὴν γνῶσιν ἀφικνεῖσθαι τοῦ θεοῦ, συνελόντι φάναι μετά τὴν κτίσιν τὸν ποιητὴν ἐπιποθοῦντας. διὰ τοῦτο αἰ δεκάται τοῦ τε οἶφι τῶν τε ἱερείων τῷ θεῷ προσεκομίζοντο.)

v.3.p.93
βωμὸν συνανενεχθήσεται (Exod. 29,40), ὁ δὲ ἔνατος ἀριθμός, τὸ λείψανον τοῦ δεκάτου, παρ’ ἡμῖν αὐτοῖς παραμενεῖ.

τούτοις συνᾴδει καὶ ἡ τῶν ἱερέων ἐνδελεχὴς θυσία· τὸ γὰρ δέκατον τὸ τοῦ οἶφι σεμιδάλεως ἀεὶ διείρηται προσφέρειν αὐτοῖς (Lev. 6,20). ἔμαθον γὰρ τὸν ἔνατον ὑπερβαίνοντες αἰσθητὸν δοκήσει θεὸν τὸν δέκατον καὶ μόνον ὄντα ἀψευδῶς προσκυνεῖν. ἐννέα γὰρ ὁ κόσμος ἔλαχε μοίρας,

ἐν οὐρανῷ μὲν ὀκτώ, τήν τε ἀπλανῆ καὶ ἑπτὰ τὰς πεπλανημένας ἐν τάξεσι φερομένας ταῖς αὐταῖς, ἐνάτην δὲ γῆν σὺν ὕδατι καὶ ἀέρι· τούτων γὰρ μία συγγένεια τροπὰς καὶ μεταβολὰς παντοίας δεχομένων.

οἱ μὲν οὖν πολλοὶ τὰς ἐννέα ταύτας μοίρας καὶ τὸν παγέντα κόσμον ἐξ αὐτῶν ἐτίμησαν, ὁ δὲ τέλειος τὸν ὑπεράνω τῶν ἐννέα, δημιουργὸν αὐτῶν, δέκατον θεόν· ὅλον γὰρ ὑπερκύψας τὸ ἔργον ἐπόθει τὸν τεχνίτην, καὶ ἱκέτης καὶ θεραπευτὴς ἐσπούδαζεν αὐτοῦ γενέσθαι· διὰ τοῦτο δεκάτην ἐνδελεχῆ τῷ δεκάτῳ καὶ μόνῳ καὶ αἰωνίῳ ὁ ἱερεὺς ἀνατίθησι.

τοῦτ’ ἐστὶ κυρίως εἰπεῖν τὸ ψυχικὸν Πάσχα, ἡ ἀπὸ παντὸς πάθους καὶ παντὸς αἰσθητοῦ διάβασις πρὸς τὸ δέκατον, ὃ δὴ νοητόν ἐστι καὶ θεῖον· λέγεται γάρ· „δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἰκίαν“ (Exod. 12, 3), ἵνα ἀπὸ τῆς δεκάτης τῷ δεκάτῳ καθιερωθῇ τὰ θύματα διατηρηθέντα ἐν τῇ ψυχῇ κατὰ δύο μοίρας ἐκ τριῶν πεφωτισμένῃ, μέχρις ἂν ὅλη δι’ ὅλων γενομένη φέγγος οὐράνιον, οἷα πλησιφαὴς σελήνη κατὰ δευτέρας ἑβδομάδος παραύξησιν, μὴ μόνον φυλάττειν ἀλλὰ καὶ ἱερουργεῖν ἤδη δύνηται τὰς ἀσινεῖς καὶ ἀμώμους προκοπάς.

τοῦτ’ ἐστὶν ἱλασμός — καὶ γὰρ οὗτος δεκάτῃ τοῦ μηνὸς [*](1 συναπενεχθήσεται Α, συναπενεγχθήσεται Η ἔννατος AHF 2 παραμενεῖ MAHL1: καταμένει GFL2 τούτω GF 3 ἡ om. Α δέκατον] ὂν ex corr. Η2 alt. τὸ om. F τοῦ om. AHL1 οἶφι FL2: οἰφὶ G, ὕφι HL1, ὑφὴ MA 4 ἀεὶ om. GF διήρηται AG ἔννατον AHF 5 δοκήσει — δέκατον om. G 7 ἑπτὰ om. Turn., post τὰς add. Mang. 8 ἐννάτην AFH γῆν σὺν scripsi: τὴν σὺν FL2, τὴν ἐν ceteri 9 ἐπιδεχομένων GF 11 τόν] τῶν Α δημιουργῶν Α θεὸν δέκατον Η 12 οἰκέτης A 15 ἢ F ἀπὸ add. Mang., om. etiam. Clem. πάθος F 17 ante δεκάτη add. τῆ in mg. Η2 τούτου GF: τοῦ δεκάτου MAH2, δεκάτου H1 18 ἶν’ GF 19 τῇ om. GF 19. 20 πεφωτισμένη] ἡ e corr. 2 21 δευτέραν HL1 22 δύνηται e corr. Η 23 τοῦτ’ ἐστὶν ἱλασμός (vel ταὐτὸ καὶ περὶ ἱλασμοῦ) Mang. : τουτέστιν ἱλασμούς codd. 23. 94,1 βεβαιοῦνται Α) [*](15. 16 ibid.: καὶ ἡ τοῦ Πάσχα ἑορτὴ ἀπό δεκάτης ἤρχετο παντὸς πάθους καὶ παντὸς αἰσθητοῦ διάβασις οὖσα.)

v.3.p.94
βεβαιοῦται (Lev. 23,27), τὸν δέκατον ἱκετευούσης θεὸν ψυχῆς καὶ τὴν ταπεινότητα καὶ οὐδένειαν τοῦ γενητοῦ περίνοιαν λογισμοῦ πεποιθυίας καὶ τὰς ἐν ἅπασι τοῖς καλοῖς ὑπερβολὰς καὶ ἀκρότητας τοῦ ἀγενήτου δεδιδαγμένης. ἵλεως οὖν καὶ ἄνευ ἱκετείας ἵλεως εὐθὺς γίνεται τοῖς ἑαυτοὺς κακοῦσι καὶ συστέλλουσι καὶ μὴ καυχήσει καὶ οἰήσει φυσωμένοις —, τοῦτ’ ἐστὶν ἄφεσις (Lev. 25,9 sqq.),

τοῦτ’ ἐλευθερία παντελὴς ψυχῆς ὃν ἐπλανήθη τε πλάνον ἀποσειομένης καὶ πρὸς τὴν ἀπλανῆ φύσιν μεθορμιζομένης καὶ ἐπὶ τοὺς κλήρους ἐπανιούσης, οὓς ἔλαχεν, ἡνίκα λαμπρὸν | ἔπνει καὶ τοὺς περὶ τῶν καλῶν πόνους ἤθλει. τότε γὰρ αὐτὴν [*](p. 535 M.) τῶν ἄθλων ἀγάμενος ὁ ἱερὸς λόγος ἐτίμησε, γέρας ἐξαίρετον δούς, κλῆρον ἀθάνατον, τὴν ἐν ἀφθάρτῳ γένει τάξιν.

τοῦτο καὶ Ἀβραὰμ ὁ σοφὸς ἱκετεύει, μελλούσης ἐμπίπρασθαι λόγῳ μὲν τῆς Σοδομίτιδος γῆς, ἔργῳ δὲ τῆς ἐστειρωμένης τὰ καλὰ καὶ τυφλῆς τὸν λογισμὸν ψυχῆς, ἵν’, ἐὰν εὑρεθῇ τὸ δικαιοσύνης μνημεῖον, ἡ δεκάς, ἐν αὐτῇ, τύχῃ τινὸς ἀμνηστίας (Gen. 18, 32)· ἄρχεται μὲν οὖν τῆς ἱκεσίας ἀπὸ τοῦ τῆς ἀφέσεως ἀριθμοῦ, πεντηκοντάδος, λήγει δὲ εἰς δεκάδα, τὴν τελευταίαν

ἀπολύτρωσιν. ἀφ’ οὗ μοι δοκεῖ καὶ Μωυσῆς μετὰ τὴν χιλιάρχων καὶ ἑκατοντάρχων καὶ πεντηκοντάρχων αἵρεσιν ἐπὶ πᾶσι δεκαδάρχους χειροτονεῖν (Exod. 18,25), ἵν’, εἰ μὴ δύναιτο διὰ τῶν πρεσβυτέρων τάξεων βελτιοῦσθαι ὁ νοῦς, ἀλλά τοι διὰ τῶν ὑστάτων καθαίρηται.

πάγκαλον δὲ δόγμα καὶ ὁ τοῦ φιλομαθοῦς παῖς ἔμαθεν, ἡνίκα τὴν θαυμαστὴν ἐκείνην ἐπρέσβευε πρεσβείαν, αὐτομαθεῖ σοφῷ προξενῶν οἰκειοτάτην ἀρετήν, ἐπιμονήν. „δέκα γὰρ καμήλους λαμβάνει,“ τὴν δεκάδος, λέγω δὲ παιδείας ὀρθῆς, ἀνάμνησιν, ἀπὸ πολλῶν [*](1 ψυχῆς θεόν H 2 οὐδένειαν HF, οὐδενίαν G1: οὐθένειαν MA, οὐδεμίαν G2 τοῦ γενητοῦ περὶ πάντα λογισμῷ μεμαθηκυίας conicio γενητοῦ MH : γεννητοῦ A, γενικοῦ GF, νοητοῦ L περινοίας Α, περινοίᾳ coni. Mang. περινοίᾳ καὶ λογισμῷ πεπονθυίας coni. Cohn 3 τὰς] τοῖς H ἄλλοις GFL τοῦ] τὸ τοῦ ΑΗ (hic τὸ rursus del.) ἀγεννήτου codd. 3. 4 δεδιγμένης F, δεδειγμένης L2 4 καὶ] ὁ καὶ G ἱκεσίας GF γίγνεται M 5 στέλλουσι G καὶ οἰήσει om. GF 7 ὃν G τε om. F 9 τοὺς et πόνους Mang.: τοῖς et πόνοις codd. ἤθλει Mang.: ἤνθει MAHF, ἤνθη G 10 ἐτίμησεν H 11 κλῆρον] καὶ λόγον H φθαρτῷ GF #x003E; τοῦτο Mang. 14 ἶνα G σημεῖον coni. Mang. 15 ἀμνηστείας F 17 Μωσῆς codd. 18 χιλιαρχῶν καὶ ἑκατονταρχῶν καὶ πεντηκονταρχῶν GF 19 δεκάρχους GH2 20 πρεσβυτάτων AH τοι] τι F 21 δὲ δόγμα Mang. ex codice Oxon. Collegii Novi 143: δίδαγμα MAGFH, δεῖγμα L καὶ om. G 24 OE om. A)

v.3.p.95
ἀπείρων μὲν οὖν τοῦ κυρίου μνημῶν.

„λαμβάνει δὲ καὶ τῶν ἀγαθῶν ἐκείνου„ (Gen. 24,10) δῆλον ὡς οὐκ ἄργυρον οὐδὲ χρυσὸν ἤ τινα ἄλλα τῶν ἐν ὕλαις φθαρταῖς — τὴν γὰρ ἀγαθοῦ πρόσρησιν οὐδέποτε τούτοις ἐπεφήμισε Μωυσῆς —, ἀλλὰ τὰ γνήσια, ἃ δὴ ψυχῆς ἐστι μόνα, ἐφοδιάζεται καὶ ἐμπορεύεται, διδασκαλίαν, προκοπήν, σπουδήν, πόθον, ζῆλον, ἐνθουσιασμούς, προφητείας, τοῦ κατορθοῦν ἔρωτα·

οἷς ἐμμελετῶν καὶ ἐνασκούμενος, ὅταν ὥσπερ ἐκ πελάγους ἐνορμίζεσθαι λιμένι μέλλῃ, λήψεται δύο μὲν ἐνώτια, ἀνὰ δραχμὴν ὁλκήν, ψέλια δὲ δέκα χρυσῶν ἐπὶ τὰς χεῖρας τῆς προξενουμένης (Gen. 24,22). ὢ θεοπρεποῦς κόσμου, δραχμὴν μίαν εἶναι τὸ ἄκουσμα καὶ μονάδα ἀρραγῆ καὶ ὁλκὸν φύσει — ἀκοὴν γὰρ οὐδενὶ σχολάζειν ἐμπρεπές, ὅτι μὴ λόγῳ ἑνί, ὃς ἂν τὰς τοῦ ἑνὸς ἀρετὰς καὶ μόνου θεοῦ καλῶς διεξέρχηται —, δέκα δὲ χρυσῶν τὰ ἐγχειρήματα· πράξεις γὰρ αἱ κατὰ σοφίαν τελείοις ἀριθμοῖς βεβαιοῦνται, καὶ ἔστιν ἑκάστη τιμιωτέρα χρυσοῦ.

τοιαύτη τίς ἐστι καὶ ἡ ἀριστίνδην ἐπικριθεῖσα τῶν ἀρχόντων εἰσφορά, ἣν ἐποιήσαντο, ἡνίκα ἡ ψυχὴ κατασκευασθεῖσα ὑπὸ φιλοσοφίας ἱεροπρεπῶς τὰ ἐγκαίνια ἦγεν αὐτῆς εὐχαριστοῦσα τῷ διδασκάλῳ καὶ ὑφηγητῇ θεῷ. „θυΐσκην γὰρ δέκα χρυσῶν πλήρη θυμιάματος ἀνατίθησιν“ (Num. 7,14), ἵνα τὰς ὑπὸ φρονήσεως καὶ πάσης ἀρετῆς ἀναδιδομένας αὔρας ὁ μόνος ἐπικρίνῃ σοφός.

ἐπειδὰν δὲ δόξωσιν εἶναι προσηνεῖς, τὸ ἐφύμνιον ᾄσεται Μωυσῆς λέγων· „ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας“ (Gen. 8,21), τὸ ὀσφρανθῆναι τιθεὶς ἐπὶ τοῦ συναινέσαι· οὐ γὰρ ἀνθρωπόμορφος οὐδὲ μυκτήρων ἤ τινων ἄλλων ὀργανικῶν μερῶν χρεῖος.

προϊὼν δὲ καὶ τὸ θεῖον ἐνδιαίτημα, τὴν σκηνήν, „δέκα αὐλαίας“ (Exod. 26,1) ἐρεῖ· τὸ γὰρ τῆς ὅλης πῆγμα σοφίας ἀριθμὸν τέλειον εἴληχε, δεκάδα· σοφία δὲ αὐλὴ καὶ βασίλειόν ἐστι τοῦ πανηγεμόνος καὶ μόνου βασιλέως αὐτοκράτορος.

ὁ μὲν δὴ νοητὸς οἶκος [*](1 ἀπείρων μὲν οὗν MA(H1): ἀποπειρωμένου (τῶν add. G) GFH2, καὶ ἀπείρων ὅσων conicio τοῦ] τῶν τοῦ G λαμβάνειν F ἀπὸ τῶν ex LXX conicio 2 ἀργύριον MA, quo servato fort. leg. χρυσίον οὐδέ] καὶ GF 2.3 ἤ τινα ἀλλὰ (sic) GF: τινα ἀλλὰ MAH, τιν᾿ ἢ ἄλλο v 3 ἐν om. F πρόρρησιν Α 4 Μωσῆς AFH 6 ἐνθουσιασμοῦ GF 8 μέν δύο H ψέλια MH: ψέλλια AGF 10 μίαν Markland: μὲν codd., μὲν μίαν conicio 11 φύσει Α: φύσιν ceteri ἀκοὴν MA: ἀκοὴ F, ἀκοῆ GΗ 12. 13 διεξέρχεται G 13 χρυσῶν ΗL1 16 κατασκηθεῖσα Mang. 16. 17 σοφίας GF 17 ἑαυτῆς GF, αὑτῆς H2 διδασκαλίῳ F 19 ἀπὸ conicio 21 Μωσῆς GF 22 τοῦ MAF: tw H2 om. G 22. 23 συνῄνεσεν F, ωνηνεσ, lacuna 5 litt., ἱ [τ· 2-4 προιδὼν A(H’) 25 αὐλέας MA ἔχειν ἐρεῖ Mang.)

v.3.p.96
οὗτος, αἰσθητὸς δ’ ὁ κόσμος ἐστίν, ἐπεὶ καὶ τὰς αὐλαίας ἐκ τοιούτων συνύφηνεν, ἃ τῶν τεττάρων στοιχείων σύμβολά ἐστιν· ἐκ γὰρ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου δημιουργοῦνται (ibid.), τεττάρων, ὡς ἔφην, ἀριθμῶν. σύμβολον δὲ γῆς μὲν ἡ βύσσος — φύεται γὰρ ἐκ ταύτης —, ἀέρος δὲ ὁ ὑάκινθος — μέλας γὰρ οὗτος φύσει —, ὕδατος δὲ ἡ πορφύρα — τὸ γὰρ τῆς βαφῆς αἴτιον ἐκ θαλάττης, ἡ ὁμωνυμοῦσα κόγχη —, πυρὸς δὲ τὸ κόκκινον· ἐμφερέστατον γὰρ φλογί.

πάλιν γε μὴν Αἴγυπτον ἀφηνιάσασαν, ἡνίκα τὸν ἀντίθεον ἀπεσέμνυνε νοῦν τὰ παράσημα τῆς βασιλείας ἀναδοῦσα αὐτῷ, τὸν θρόνον, τὸ σκῆπτρον, τὸ διάδημα, δέκα πληγαῖς καὶ τιμωρίαις ὁ τῶν ὅλων ἐπίτροπος καὶ κηδεμὼν νουθετεῖ.

τὸν αὐτὸν δὲ τρόπον καὶ Ἀβραὰμ ὑπισχνεῖται τῷ σοφῷ οὔτε πλειόνων οὔτε ἐλαττόνων, ἀλλὰ αὐτὸ μόνον δέκα ἐθνῶν ἀπώλειαν καὶ παντελῆ φθορὰν ἐργάσεσθαι καὶ τὴν τῶν ἀναιρεθέντων χώραν δώσειν τοῖς ἐγγόνοις αὐτοῦ (Gen. 15,18—20), πανταχοῦ δεκάδι καὶ πρὸς ἔπαινον καὶ πρὸς ψόγον καὶ πρὸς τιμὴν καὶ πρὸς κόλασιν καταχρῆσθαι δικαιῶν.

καίτοι τί τούτων μεμνήμεθα; τὴν γὰρ ἱερὰν καὶ θείαν νομοθεσίαν δέκα τοῖς σύμπασι λόγοις Μωυσῆς ἀναγέγραφεν· οὗτοι δέ εἰσι θεσμοί, τῶν κατὰ μέρος ἀπείρων νόμων γενικὰ κεφάλαια, ῥίζαι καὶ ἀρχαὶ καὶ πηγαὶ ἀέναοι διαταγμάτων προστάξεις καὶ ἀπαγορεύσεις περιεχόντων ἐπ’ ὠφελείᾳ τῶν χρωμένων.