De Congressu Eruditionis Gratia

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.

δίχα γὰρ τοῦ κρίνοντος τὸ κρινόμενον οὐ πέφυκε καταλαμβάνεσθαι· κρίνει δὲ τὸ αἰσθητὸν αἴσθησις, ὥστ’ ἀκριβωθῆναί τι τῶν κατὰ τὸν αἰσθητὸν κόσμον, ἐν οἷς ἡ πλείων μοῖρα τοῦ φιλοσοφεῖν, οὐκ ἐνῆν ἄνευ αἰσθήσεως. αἴσθησις δέ, τὸ σωματοειδέστερον ψυχῆς μέρος, τῷ τῆς ὅλης ψυχῆς ἀγγείῳ προσερρίζωται, τὸ δὲ τῆς ψυχῆς ἀγγεῖον Αἴγυπτος διὰ συμβόλου προσονομάζεται.

χαρακτὴρ μὲν εἷς ὁ ἀπὸ τοῦ γένους οὗτος, ὃν ἡ θεραπαινὶς ἀρετῆς ἔλαχεν· ὁ δὲ ἀπὸ τοῦ ὀνόματος ποῖός ἐστιν, ἐπισκεψώμεθα. τὴν μέσην παιδείαν παροίκου λόγον ἔχειν συμβέβηκεν· ἐπιστήμη μὲν γὰρ καὶ σοφία καὶ ἀρετὴ πᾶσα αὐθιγενὴς καὶ αὐτόχθων καὶ πολῖτις ὡς ἀληθῶς ἐστι μόνη τοῦ παντός, αἱ δὲ ἄλλαι παιδεῖαι δευτέρων καὶ τρίτων καὶ ὑστάτων ἄθλων τυγχάνουσαι μεθόριοι ξένων καὶ ἀστῶν εἰσιν· οὐδετέρου τε γὰρ γένους ἀκράτου καὶ πάλιν ἀμφοῖν κατά τινα κοινωνίαν ἐφάπτονται.

πάροικος γὰρ τῷ μὲν ἐνδιατρίβειν ἀστοῖς, τῷ δὲ μὴ κατοικεῖν ἀλλοδαποῖς ἰσοῦται· καθάπερ, [*](1 νόησον L2 ηὐτρεπίσθαι MAH τροφὰς εὐτρεπίσθαι εὐτρεπεῖσθαι F) GF 2 ἑκάστην GF τελειωτέρας F 4 δυοῖν Η 4. 5 συνίστανται GF 5 μέν] γάρ GF, μὲν γάρ conicio 6 δ’ GF 7 πολυμαθείας G (Mang.): πολυμαθείαις MAF, πολυμαθίαις H 8 ἕτερον G 8. 9 χρήζονται Α 9 προσχεῖν MA, προσέχειν FL2 12 δὲ HGF: γὰρ MA τῶν] τὸν G 13 πλείω F 14 ἐνῆν H2GF: ἄν ἣν MA(H1?) τῆς ψυχῆς L2 15 τῆς om. G ἀγγεῖον HGF: αἴτιον MA 16 Αἴγυπτος H: αἴσθησις ceteri 6 om. G 17 θεραπὶς G 18 post ποῖος add. ἡ τίς GFL2, ποῖός τις conicio 19 πᾶς GF ἰθαγενὴς Α 20 πολίτης AGH1 δ’ GF 21 καὶ τρίτων om. Turn. 23 πάροικοι HL1 24 αὐτοῖς Η μὴ] μόνω G ἀλλοδαπεῖς A, ἀλλοδαπῆς G1 ἰσοῦνται HL1) [*](6 Clem. Alex. Strom. 1 31 p. 334 P.: ἑρμηνεύει δὲ ὁ Φίλων τὴν μέν Ἄγαρ παροίκησιν. 8 ibid. § 30 Αἴγυπτος δὲ ὁ κόσμος ἀλληγορεῖται.)

v.3.p.77
οἶμαι, καὶ οἱ θετοὶ παῖδες, ᾗ μὲν κληρονομοῦσι τὰ τῶν θεμένων, τοῖς γνησίοις, ᾗ δ’ οὐ γεγέννηνται πρὸς αὐτῶν, τοῖς ὀθνείοις. ὃν δὴ λόγον ἔχει δέσποινα μὲν πρὸς θεραπαινίδα, γυνὴ δὲ ἀστὴ πρὸς παλλακήν, τοῦτον ἕξει τὸν λόγον ἀρετὴ Σάρρα πρὸς παιδείαν Ἄγαρ· ὥστ’ εἰκότως τοῦ θεωρίαν καὶ ἐπιστήμην ἐζηλωκότος, Ἀβραὰμ ὄνομα, γένοιτ’ ἂν ἡ μὲν ἀρετή, Σάρρα, γυνή, παλλακὴ δὲ Ἄγαρ, ἡ ἐγκύκλιος μουσικὴ πᾶσα.

ᾧτινι μὲν οὖν φρόνησις ἐκ διδασκαλίας περιγίνεται, τὴν Ἄγαρ οὐκ ἂν ἀποδοκιμάζοι· πάνυ γὰρ ἀναγκαία ἡ τῶν προπαιδευμάτων κτῆσις. εἰ δέ τις τοὺς ὑπὲρ ἀρετῆς ἄθλους ἐγνωκὼς διαπονεῖν μελέταις χρῆται συνεχέσιν ἀνενδότως ἔχων πρὸς ἄσκησιν, δύο μὲν ἀστάς, παλλακὰς δὲ τὰς ἴσας, τῶν ἀστῶν θεραπαινίδας, ἄξεται.

φύσιν δὲ καὶ ἰδέαν ἔλαχεν αὐτῶν ἑκάστη διάφορον. αὐτίκα τῶν ἀστῶν ἡ μέν ἐστιν ὑγιεινοτάτη καὶ εὐσταθεστάτη καὶ εἰρηνικωτάτη κίνησις, ἣν ἀπὸ τοῦ συμβεβηκότος ὠνόμασε Λείαν. ἡ δὲ ἔοικεν ἀκόνῃ, καλεῖται δὲ Ῥαχήλ, πρὸς ἣν ὁ φίλαθλος καὶ φιλογυμναστὴς νοῦς παραθηγόμενος ὀξύνεται· ἑρμηνεύεται δὲ ὅρασις βεβηλώσεως, οὐκ ἐπειδὴ βεβήλως ὁρᾷ, ἀλλὰ τοὐναντίον, ὅτι τὰ ὁρατὰ καὶ αἰσθητὰ παρὰ τὴν ἀκήρατον φύσιν τῶν ἀοράτων καὶ νοητῶν οὐκ εὐαγῆ βέβηλα δὲ εἶναι νομίζει.

τῆς γὰρ ψυχῆς ἡμῶν διμεροῦς ὑπαρχούσης καὶ τὸ μὲν λογικὸν τὸ δὲ ἄλογον ἐχούσης, ἀρετὴν ἑκατέρῳ ὑπάρχειν συμβέβηκε, Λείαν μὲν τῷ λογικῷ, τῷ δὲ ἀλόγῳ Ῥαχήλ.

γυμνάζει γὰρ ἡμᾶς ἡ μὲν διὰ τῶν αἰσθήσεων καὶ τῶν τοῦ ἀλόγου μερῶν πάντων καταφρονητικῶς ἔχειν ὧν ἀλογεῖν ἄξιον, δόξης καὶ πλούτου καὶ ἡδονῆς, ἃ περίβλεπτα καὶ περιμάχητα ὁ πολὺς καὶ ἀγελαῖος [*](1 ᾗ] οἱ A, εἰ G 2 ᾗ] οἱ Α, εἰ G γεγένηνται MGH1 3 θεραπαινίδα GF: θεραπαινίδας MAH 4 ὡς F 5 ὄνομα γένοιτο in ras., post ὄνομα ras. 3 litt. H2 ὄνομα post ἄν transpos. Α γένοιτ᾿ ἄν MA: γένοιτο HF, ἐγένοντο G 6 ἡ δέ παλλακὴ GF 7 διδασκάλων H 8 ἡ om. ΑΗ (habet L) ἡ κτῆσις Η2L2 10 αὐτάς Α 11 ἄξεται FL2: ἕξεται ceteri 14 ὠνόμασαν H δ’ GF ἢν] ἧς coni. Mang. 15 φιλομναστὴς F ὀξῦναι G 17 τὰ αἰσθητὰ Α 17. 18 νοητῶν in ras. H2 18 γὰρ om. G διαμεροῦς A(F1) 19 δ’ HGF ἑκατέρω MA(H1): ἑκατέρου H2, ἑκάτερον GF (probat Cohn) 20 ὑπάρχειν MAH: ἔχειν GF (probat Cohn) τῴ λογικῶ, τῷ δ’ ἀλόγῳ scripsi: τὸ λογικόν, τὸ δ’ ἄλογον codd. (probat Cohn), τοῦ λογικοῦ τοῦ δὲ ἀλόγου V Ραχιήλ G 21 ἀσκήσεων coni. Mang. 21. 22 καὶ—μερῶν om. G 21 ἀλόγου Α: λόγου MHF 23 ἀπερίβλητα G ἀπεριμάχητα G 23.78,1 ὁ πλεῖστος ἀνθρώπων GF) [*](13. 14. 78,15—17 cf. Epicurea p. 279. 280.)

v.3.p.78
ἀνθρώπων ὄχλος κρίνει δεδεκασμέναις μὲν ἀκοαῖς, δεδεκασμένῳ δὲ καὶ τῷ ἄλλῳ τῶν αἰσθήσεων δικαστηρίῳ·

ἡ δὲ ἀναδιδάσκει τὴν ἀνώμαλον καὶ τραχεῖαν ὁδὸν ἄβατον φιλαρέτοις ψυχαῖς ἐκτρέπεσθαι, λείως δὲ διὰ τῆς λεωφόρου βαίνειν ἄνευ πταισμάτων καὶ τῶν ἐν ποσὶν ὀλίσθων.

ἀναγκαίως οὖν τῆς μὲν προτέρας ἔσται θεραπαινὶς ἡ διὰ τῶν φωνητηρίων ὀργάνων ἑρμηνευτικὴ δύναμις καὶ ἡ λογικὴ σοφισμάτων εὕρεσις εὐστόχῳ πιθανότητι καταγοητεύουσα, τῆς δὲ ἀναγκαῖαι τροφαί, πόσις τε καὶ βρῶσις.

ὀνόματα δὲ ἡμῖν τῶν δυεῖν θεραπαινίδων ἀνέγραψε, Ζέλφαν τε καὶ Βάλλαν (Gen. 30,3.9). ἡ μὲν οὖν Ζέλφα μεταληφθεῖσα πορευόμενον καλεῖται στόμα, τῆς ἑρμηνευτικῆς καὶ διεξοδικῆς σύμβολον δυνάμεως, ἡ δὲ Βάλλα κατάποσις, τὸ πρῶτον καὶ ἀναγκαιότατον θνητῶν ζῴων ἔρεισμα· καταπόσει γὰρ τὰ σώματα ἡμῶν ἐνορμεῖ, καὶ τὰ τοῦ ζῆν πείσματα ἐκ ταύτης ὡς ἀπὸ κρηπῖδος ἐξῆπται.

πάσαις οὖν ταῖς εἰρημέναις δυνάμεσιν ὁ ἀσκητὴς ἐνομιλεῖ, ταῖς μὲν ὡς ἐλευθέραις καὶ ἀσταῖς, ταῖς δὲ ὡς δούλαις καὶ παλλακίσιν. ἐφίεται μὲν γὰρ τῆς Λείας κινήσεως — λεία δὲ κίνησις ἐν μὲν σώματι γινομένη ὑγείαν, ἐν δὲ ψυχῇ καλοκἀγαθίαν καὶ δικαιοσύνην ἂν ἐργάσαιτο —, Ῥαχὴλ δὲ ἀγαπᾷ πρὸς τὰ πάθη παλαίων καὶ πρὸς ἐγκράτειαν ἀλειφόμενος καὶ τοῖς αἰσθητοῖς πᾶσιν ἀντιταττόμενος.

διττοὶ μὲν γὰρ ὠφελείας τρόποι, ἢ κατὰ ἀπόλαυσιν ἀγαθῶν ὡς ἐν εἰρήνῃ ἢ κατὰ ἀντίταξιν καὶ ὑφαίρεσιν κακῶν ὡς ἐν πολέμῳ. Λεία μὲν οὖν ἐστι, καθ’ ἣν συμβαίνει τὰ πρεσβύτερα καὶ ἡγεμονεύοντα ἀγαθὰ καρποῦσθαι, Ῥαχὴλ δέ, καθ’ ἣν τὰ ὡς ἂν ἐκ πολέμου λάφυρα. τοιαύτη μὲν ἡ πρὸς τὰς ἀστὰς συμβίωσις.

χρῄζει δὲ ὁ ἀσκητὴς Βάλλας μέν, καταπόσεως, ἀλλὰ ὡς δούλης καὶ παλλακίδος — ἄνευ γὰρ τροφῆς καὶ ζωῆς οὐδ’ ἂν τὸ εὖ ζῆν περιγένοιτο, ἐπειδὴ τὰ μέσα τῶν ἀμεινόνων ἀεὶ θεμέλιοι —, χρῄζει δὲ καὶ Ζέλφας, διεξοδικῆς [*](1 δεδασμέναις et δεδασμένω Α prius δεδεκασμένος Η1 ut vid. μὲν ἀκοαῖς bis habet F καὶ s. s. H2 2 ἄλλω τῶν ΜΑΗ: τῶν ἄλλων GF αἰσθητηρίων Τurn. αἰσθητηρίων ὄχλω ἡ GF δ’ GF 3 ἐκτρεπέσθαι Η, ἐκτραπέσθαι v λεῖος Α 4 πταίσματος GF 6 εὐστόχων G1F εὐστόχως G2 7 πιθανότητι om. GF τῆς] ταῖς G post δὲ add. αἱ G, δ’ ἑτέρας conicio 7. 8 βρῶσίς τε καὶ πόσις Η 8 δ’ GF δυοῖν H 10 τῆς] τὸ F 12 ἐν ὁρμῆ Α, ἐνορμῆ G 13 κρηπίδας Α 15 τῆς om. GF λήας G 16 λήα G, Λεία v μὲν] μέσω G γινομένη Μ: γινομένην Α, γενομένη HGF 17 ἂν ἐργάσαιτo MAH (sed ἐρ e corr. H2): ἀπειργάσατο GF ῾Ραχιὴλ G 18 alt. καὶ om. H 18. 19 ἀντιτασσόμενος F 19 μὲν om. GF 20 prius ὡς om. H prius ἐν om. GF 21 λήα G 21. 22 εἰρηνεύοντα coni. Mang. 22 ῾Ραχιὴλ G τὰς G 24 ἀλλ’ GF 25 γὰρ] γὰρ καὶ GF ζωῆς] πόσεως coni. Mang. 26 δελφᾶς G)

v.3.p.79
ἑρμηνείας, ἵνα τὸ λογικὸν αὐτῷ διχόθεν συνερανίζηται πρὸς τελείωσιν, ἔκ τε τῆς κατὰ διάνοιαν πηγῆς καὶ ἐκ τῆς περὶ τὸ φωνητήριον ὄργανον ἀπορροῆς.

ἀλλ’ οὗτοι μὲν καὶ πλειόνων γυναικῶν καὶ παλλακίδων, οὐκ ἀστῶν μόνον, ἄνδρες ἐγένοντο, ὡς αἱ ἱεραὶ μηνύουσι γραφαί· τῷ δὲ Ἰσαὰκ οὔτε πλείους γυναῖκες οὔτε συνόλως παλλακή, μόνη δ’ ἡ κουρίδιος ἄχρι παντὸς συνοικεῖ. διὰ τί;

ὅτι καὶ ἡ διδακτικὴ ἀρετή, ἣν Ἀβραὰμ μέτεισι, πλειόνων δεῖται, γνησίων μὲν τῶν κατὰ φρόνησιν, νόθων δὲ τῶν κατὰ τὰ ἐγκύκλια προπαιδεύματα θεωρημάτων, καὶ ἡ δι’ ἀσκήσεως τελειουμένη, περὶ ἣν Ἰακὼβ ἐσπουδακέναι φαίνεται· διὰ πλειόνων γὰρ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων, ἡγουμένων ἑπομένων, προαπαντώντων ὑστεριζόντων, πόνους τοτὲ μὲν ἐλάττους τοτὲ δὲ μείζους ἐχόντων.

τὸ δὲ αὐτομαθὲς γένος, οὗ κεκοινώνηκεν Ἰσαάκ, ἡ εὐπαθειῶν ἀρίστη χαρά, φύσεως ἁπλῆς καὶ ἀμιγοῦς καὶ ἀκράτου μεμοίραται, μήτε ἀσκήσεως μήτε διδασκαλίας δεόμενον, ἐν οἷς παλλακίδων ἐπιστημῶν, οὐκ ἀστῶν μόνον, ἐστὶ χρεία. θεοῦ γὰρ τὸ αὐτομαθὲς καὶ αὐτοδίδακτον ἄνωθεν ἀπ’ οὐρανοῦ καλὸν ὀμβρήσαντος ἀμήχανον ἦν ἔτι δούλαις καὶ παλλακαῖς συμβιῶναι τέχναις, νόθων δογμάτων οἷα παίδων ὀρεχθέντα.

δεσποίνης γὰρ καὶ βασιλίδος ἀρετῆς ὁ τούτου λαχὼν τοῦ γέρως ἀνὴρ ἀναγράφεται· καλεῖται δὲ παρὰ μὲν Ἕλλησιν ὑπομονή, παρὰ δὲ Ἑβραίοις Ῥεβέκκα. ζητεῖ γὰρ ὁ ἄπονον καὶ ἀταλαίπωρον εὑράμενος σοφίαν δι’ εὐμοιρίαν φύσεως καὶ εὐτοκίαν ψυχῆς οὐδὲν τῶν εἰς [*](1 αὐτὸ V 2 περὶ om. Α 4 αἱ om. AH1 5 πλείω GF δὲ MA 5. 6 δὲ οἰκουρίδιος Α 6 μέχρι GF καὶ om. GF διδακτὴ coni. Potter ad. Clem. 8 προπαιδεύματα F: προπαιδευμάτων MAH, προπαιδευμένων G θεωρημάτων ’F: θεωρήματα ceteri 9 τελουμένη Η 11 πρὸ ἁπάντων τῶν GF, πρὸ ἁπάντων H1 prius τοτὲ] ποτέ GF 12 δ’ GF οὐ Α, post οὗ ras. in H κεκοινώνηκεν MA: ἐκοινώνησεν HGF ἡ om. Α 14. 15 οὐ παλλακίδων ἐπιστημῶν, ἀστῶν δέ G2 15 μόνων Η 16 καλὸν H2: τὸ καλὸν ceteri, τέλειον ἀγαθὸν conicio 17 παλλακίσι GF 18 ὀρεχθέντων Α 19 γέρους Α ἐπιμονή GF 20 τοῖς ante Ἑβραίοις add. H ταλαίπωρον H1 21 εὐτοκίαν] εὐγονίαν GF #x003E; τῶν conicio) [*](5 sqq. Clem. Alex. l. c. § 31 p. 334 P. : διδακτικὴν εἶναι τὴν σοφίαν, ἣν μετῆλθεν Ἀβραὰμ .... Ἰσαὰκ δὲ τό αὐτομαθὲς ἐνδείκνυται . . . . οὗτος μιᾶς γυναικὸς ἀνὴρ τῆς Ῥεβέκκας, ἣν ὑπομονὴν μεταφράζουσιν. πλείοσι δὲ συνέρχεσθαι ὁ Ἰακὼβ λέγεται ὡς ἄν ἀσκητὴς ἑρμηνευόμενος, διὰ πλειόνων δὲ καὶ διαφερόντων αἱ ἀσκήσεις δογμάτων . . . . . εἴη δ’ ἄν τι καὶ ἄλλο δηλούμενον διὰ τῶν τριῶν προπατόρων, κυρίαν εἰνὶ τὴν σφραγῖδα τῆς γνώσεως ἐκ φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως συνεστῶσαν.)

v.3.p.80
βελτίωσιν.

ἔχει γὰρ ἐν ἑτοίμῳ τέλεια τὰ τοῦ θεοῦ δῶρα χάρισι ταῖς πρεσβυτέραις ἐπιπνευσθέντα, βούλεται δὲ καὶ εὔχεται ταῦτα ἐπιμεῖναι. παρό μοι δοκεῖ καὶ ὁ εὐεργέτης, ἵνα διαιωνίζωσιν αἱ χάριτες αὐτοῦ τῷ λαβόντι, γυναῖκα τὴν ἐπιμονὴν ἐγγυῆσαι.

Ἀνάμνησίς γε μὴν μνήμης τὰ δευτερεῖα φέρεται καὶ ὁ ἀναμιμνῃσκόμενος τοῦ μεμνημένου· ὁ μὲν γὰρ ἔοικε τῷ συνεχῶς ὑγιαίνοντι, ὁ δὲ τῷ ἐκ νόσου ἀναλαμβάνοντι· λήθη γὰρ νόσος μνήμης.

ἀνάγκη δὲ τὸν ὑπομνήσει χρώμενον ἐκλαθέσθαι πρότερον ὧν ἐμέμνητο. τὴν μὲν οὖν μνήμην Ἐφραΐμ, ἑρμηνευόμενον καρποφορίαν, ὁ ἱερὸς ὀνομάζει λόγος, τὴν δὲ ἀνάμνησιν ἐκ λήθης Μανασσῆν προσαγορεύουσιν Ἑβραῖοι.