De Congressu Eruditionis Gratia
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 3. Berlin: Reimer, 1898.
„Σάρα δὲ ἡ γυνὴ Ἀβραὰμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. εἶπε δὲ Σάρα πρὸς Ἀβραάμ· ἰδού, συνέκλεισέ με κύριος τοῦ μὴ τίκτειν, εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς“ (Gen. 16,1.2).
τὸ Σάρας ὄνομα μεταληφθέν ἐστιν „ἀρχή μου“· φρόνησις δὲ ἡ ἐν ἐμοὶ καὶ σωφροσύνη ἡ ἐν ἐμοὶ καὶ ἡ ἐπὶ μέρους δικαιοσύνη καὶ ἑκάστη τῶν ἄλλων ἀρετῶν, ἣν περὶ ἐμὲ μόνον εἶναι συμβέβηκεν, ἀρχή ἐστιν ἐμοῦ μόνου· ἐπιστατεῖ γάρ μου καὶ ἡγεμονεύει πειθαρχεῖν ἐγνωκότος, βασιλὶς ἐκ φύσεως ὑπάρχουσα.
ταύτην Μωυσῆς, τὸ παραδοξότατον, καὶ στεῖραν ἀποφαίνει καὶ πολυγονωτάτην, εἴ γε τὸ πολυανθρωπότατον τῶν ἐθνῶν ἐξ αὐτῆς ὁμολογεῖ γενέσθαι. τῷ γὰρ ὄντι ἡ ἀρετὴ πρὸς μὲν τὰ φαῦλα πάντα ἐστείρωται, τῶν δὲ ἀγαθῶν εὐτοκίᾳ χρῆται τοιαύτῃ, ὡς μηδὲ μαιευτικῆς τέχνης — φθάνει γὰρ ἀποτίκτουσα — δεῖσθαι.
τὰ [*](φίλωνος περὶ τῆς πρὸς τὰ προπαιδεύματα συνόδου ΜΑ: φίλωνος περὶ τῆς εἰς τὰ προπαιδεύματα συνόδου G, τοῦ αὐτοῦ περὶ τῆς εἰς κτλ. F, περὶ τῆς εἰς τὰ προπαιδεύματα συνόδου H 1.2 bis Σάρρα codd. καὶ αὐτὴ δούλη ἣν Αἰγυπτία καὶ ὄνομα αὐτὴ Ἄγαρ GF 3 με] μοι G 6 ante κύριος add. v μὴ τίκτειν ΜΑΗ: τεκεῖν GF δὴ ante πρὸς add. GF 4 ἶνα τεκνοποιήσῃς MAH: εἴ πως οἰκοδομηθήσομαι GF Σάρρας MAH, Σάρρα GF 5 ληφθέν G 6 μέρος G καὶ ἡ ἑκάστων ἄλλων GF 7 μόνου om. F 8 μου om. GF 9 ταύτης Α Μωσῆς G 10 πολυάνθρωπον GF 13 μαιευτικὴ G δεῖσθαι post τέχνης transpos. Fv, pro δεῖσθαι habet οἶς (hoc add. G2) δεῖ χρῆσθαι G) [*](6 Clem. Alex. Slrom. I § 31 p. 334 P.; ἑρμηνεύει δὲ 6 Φίλων . . . . . τὴν Σάρραν (leg. Σάραν) δὲ „ἀρχὴν μου“·)
ἀλλ’ οὔτε πλοῦτος, ᾧ μὴ δυνατόν ἐστι χρῆσθαι, τοὺς κεκτημένους ὠφελεῖ οὔτε ἡ φρονήσεως εὐτοκία, ἐὰν μὴ καὶ ἡμῖν αὐτοῖς τὰ ὠφέλιμα τίκτῃ. τοὺς μὲν γὰρ εἰσάπαν ἀξίους ἔκρινε τῆς συμβιώσεως αὐτῆς, οἱ δ’ οὔπω τὴν ἡλικίαν ἔδοξαν ἔχειν, ὡς ἐπαινετῆς καὶ σώφρονος οἰκουρίας ἀνέχεσθαι· οἷς τὰ προτέλεια τῶν γάμων ἐφῆκε ποιεῖσθαι, ἐλπίδα καὶ τοῦ θύσειν τοὺς γάμους παρασχοῦσα.
Σάρα οὖν, ἡ ἄρχουσά μου τῆς ψυχῆς ἀρετή, ἔτικτε μέν, ἐμοὶ δ’ οὐκ ἔτικτε· οὐ γὰρ ἠδυνάμην πω νέος ὢν τὰ γεννήματα αὐτῆς παραδέχεσθαι, τὸ φρονεῖν, τὸ δικαιοπραγεῖν, τὸ εὐσεβεῖν, διὰ τὸ πλῆθος τῶν νόθων παίδων, οὓς ἀπεκύησάν μοι αἱ κεναὶ δόξαι. τροφαὶ γὰρ αἱ τούτων καὶ συνεχεῖς ἐπιμέλειαι καὶ φροντίδες ἄληκτοι τῶν γνησίων καὶ ὡς ἀληθῶς ἀστῶν ὀλιγωρεῖν ἠνάγκασαν.
καλὸν οὖν εὔχεσθαι τὴν ἀρετὴν μὴ μόνον τίκτειν, ἣ καὶ δίχα εὐχῆς εὐτοκεῖ, ἀλλὰ καὶ ἡμῖν αὐτοῖς τίκτειν, ἵνα τῶν σπερμάτων καὶ γεννημάτων αὐτῆς μεταλαγχάνοντες εὐδαιμονῶμεν. εἴωθε γὰρ θεῷ μόνῳ τίκτειν, τὰς ἀπαρχὰς ὧν ἔτυχεν ἀγαθῶν εὐχαρίστως ἀποδιδοῦσα τῷ τὴν ἀειπάρθενον μήτραν, ὥς φησι Μωυσῆς, ἀνοίξαντι (Gen. 29, 31).
καὶ γὰρ τὴν λυχνίαν, τὸ ἀρχέτυπον τοῦ μιμήματος παράδειγμα, ἐκ τοῦ ἑνὸς μέρους φησὶ φαίνειν, δηλονότι τοῦ πρὸς θεόν· ἑβδόμη γὰρ οὖσα καὶ μέση τῶν ἓξ καλαμίσκων δίχα διῃρημένων εἰς τριάδας, ἑκατέρωθεν δορυφορούντων, ἄνω τὰς αὐγὰς ἀποστέλλει πρὸς τὸ ὄν, λαμπρότερον ἡγουμένη τὸ φέγγος ἢ ὡς δύνασθαι [*](2. 3 ἀριθμὸν] χρόνον conicio 3 ἑκάστοις om. GF 4 δὲ] τὲ A 7 ἡ] εἰ ἡ M ἐὰν] ἂν GF 8 γὰρ τελείους coni. Mang. 9 αὐτῆς om. F τὴν addidi 10 οἷς] ἧς ΑL2 11 ἀφῆκε Α θήσειν H2, θύειν FL 12 Σάρρα codd. ἀρετὴν G ἔτικτεν GF μὲν Om G 12. 13 ἐμοὶ δ’ οὐκ ἔτικτεν MA, bis habet G: οὐκ ἔτικτε δ’ ἐμοὶ H, om. F 13 ἐδυνάμην G πω om. A, πως F ταύτης F 14 εὐτοκεῖν GF ult. τὸ om. F 15 παιδίων Η οὕς] ἅς F 16 ἄληκτοι Mang.: ἄλεκτοι codd. 17 ἀστείων G εὔχεσθαι GFH2: δέχεσθαι MA(H1) 18 ἥ] ἢ AGF εὐτοκεῖν GF, ἀτοκεῖ Turn. 19 γενημάτων M μεταλαχόντες GF 20 μόνον F 21 ἀεὶ παρθένον F Μωσῆς GF 22 τὸ om. G 23 δῆλον ὅτι G 24 οὔσα om. F καυλίσκων L1 24. 25 διειρημένων H 25 τριάδας GF (Mang.): τριάδος M, τριάδα ΑΗ 26 ὄν Mang.: ἒν MAH, om. GF ἐλλαμπρότερον GF, λαμπρότατον Turu. φέγγος MAU: τέλος GF)
θνητὴν αὐτῷ προσβάλλειν ὄψιν (Exod. 25,37.31). διὰ τοῦτο οὔ φησι μὴ τίκτειν τὴν Σάραν, ἀλλ’ αὐτῷ τινι μὴ τίκτειν. οὐ γάρ ἐσμεν ἱκανοὶ δέξασθαί πω γονὰς ἀρετῆς, εἰ μὴ πρότερον ἐντύχοιμεν αὐτῆς τῇ θεραπαινίδι· θεραπαινὶς δὲ σοφίας ἡ διὰ τῶν προπαιδευμάτων ἐγκύκλιος μουσική.
ὥσπερ γὰρ ἐν μὲν οἰκίαις αὔλειοι πρόκεινται κλισιάδων, ἐν δὲ πόλεσι τὰ προάστεια, δι’ ὧν εἴσω βαδίζειν ἔνεστιν, οὕτως καὶ ἀρετῆς πρόκειται τὰ ἐγκύκλια· ταῦτα γὰρ ὁδός ἐστιν ἐπ’ ἐκείνην φέρουσα.
Χρὴ δ’ εἰδέναι, ὅτι τῶν μεγάλων ὑποθέσεων μεγάλα καὶ τὰ προοίμια εἶναι συμβέβηκε. μεγίστη δὲ ὑπόθεσις ἀρετή· καὶ γὰρ περὶ μεγίστην ὕλην καταγίνεται, τὸν σύμπαντα ἀνθρώπων βίον. εἰκότως οὖν οὐ βραχέσι χρήσεται προοιμίοις, ἀλλὰ γραμματικῇ, γεωμετρίᾳ, ἀστρονομία, ῥητορικῇ, μουσικῇ, τῇ ἄλλῃ λογικῇ θεωρίᾳ πάσῃ, ὧν ἐστι σύμβολον ἡ Σάρας θεραπαινὶς Ἄγαρ, ὡς ἐπιδείξομεν.
„εἶπε“ γάρ φησι „Σάρα πρὸς Ἀβραάμ· ἰδοὺ συνέκλεισέ με κύριος τοῦ μὴ τίκτειν· εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς“ (Gen. 16,1). τὰς σωμάτων πρὸς σώματα μίξεις καὶ ὁμιλίας ἡδονὴν ἐχούσας τὸ τέλος ὑπεξαιρετέον τοῦ παρόντος λόγου· νοῦ γὰρ πρὸς ἀρετήν ἐστι σύνοδος ἐξ αὐτῆς ἐφιεμένου παιδοποιεῖσθαι, εἰ δὲ μὴ δύναιτο εὐθύς, ἀλλά τοι τὴν θεραπαινίθα αὐτῆς,
τὴν μέσην παιδείαν, ἐγγυᾶσθαι διδασκομένου. ἄξιον δὲ τῆς αἰδοῦς καταπλαγῆναι σοφίαν, ἥτις τὸ βραδὺ πρὸς γένεσιν ἢ τελέως ἄγονον οὐκ ἠξίωσεν ἡμῖν ὀνειδίσαι, καίτοι τοῦ χρησμοῦ τἀληθὲς εἰπόντος, ὅτι „οὐκ ἔτικτεν,“ οὐ διὰ φθόνον, ἀλλὰ διὰ τὴν ἡμῶν αὐτῶν ἀνεπιτηδειότητα· „συνέκλεισε“ γάρ φησι "μὲ κύριος τοῦ μὴ τίκτειν“, καὶ οὐκέτι προστίθησιν „ὑμῖν“, ἵνα μὴ προφέρειν ἀτυχίαν καὶ ὀνειδίζειν ἑτέροις δοκῇ.
„εἴσελθε“ οὖν φησι „πρὸς τὴν παιδίσκην μου,“ τὴν τῶν μέσων καὶ ἐγκυκλίων ἐπιστημῶν μέσην παιδείαν, "ἵνα τεκνοποιήσῃ πρότερον ἐξ αὐτῆς“· αὖθις γὰρ δυνήσῃ καὶ τῶν πρὸς τὴν δέσποιναν ὁμιλιῶν ἐπὶ γενέσει παίδων γνησίων ἀπόνασθαι.
γραμματικὴ μὲν γὰρ ἱστορίαν τὴν παρὰ ποιηταῖς καὶ συγγραφεῦσιν ἀναδιδάξασα νόησιν καὶ πολυμάθειαν ἐργάσεται καὶ καταφρονητικῶς ἔχειν ἀναδιδάξει τῶν ὅσα αἱ κεναὶ δόξαι τυφοπλαστοῦσι, διὰ τὰς κακοπραγίας, αἷς τοὺς ᾀδομένους παρ’ αὐτοῖς ἥρωάς τε καὶ ἡμιθέους λόγος ἔχει χρήσασθαι.
μουσικὴ δὲ τὸ μὲν ἄρρυθμον [ἐν] ῥυθμοῖς, τὸ δ’ ἀνάρμοστον ἁρμονίᾳ, τὸ δ’ ἀπῳδὸν καὶ ἐκμελὲς μέλει κατεπᾴδουσα τὸ ἀσύμφωνον εἰς συμφωνίαν ἄξει. γεωμετρία δ’ ἰσότητος καὶ ἀναλογίας ἐμβαλλομένη τὰ σπέρματα εἰς ψυχὴν φιλομαθῆ γλαφυρότητι συνεχοῦς θεωρίας δικαιοσύνης ζῆλον ἐμποιήσει.
ῥητορικὴ δὲ καὶ τὸν νοῦν πρὸς θεωρίαν ἀκονησαμένη καὶ πρὸς ἑρμηνείαν γυμνάσασα τὸν λόγον καὶ συγκροτήσασα λογικὸν ὄντως ἀποδείξει τὸν ἄνθρωπον ἐπιμεληθεῖσα τοῦ ἰδίου καὶ ἐξαιρέτου, ὃ μηδενὶ τῶν ἄλλων ζῴων ἡ φύσις δεδώρηται.
διαλεκτικὴ δὲ ἡ ῥητορικῆς ἀδελφὴ καὶ δίδυμος, ὡς εἶπόν τινες, τοὺς ἀληθεῖς τῶν ψευδῶν λόγους διακρίνουσα καὶ τὰς τῶν σοφισμάτων πιθανότητας ἐλέγχουσα μεγάλην νόσον ψυχῆς, ἀπάτην, ἀκέσεται. τούτοις οὖν καὶ τοῖς παραπλησίοις ἐνομιλῆσαι καὶ ἐμπρομελετῆσαι λυσιτελές· ἴσως γάρ, ἴσως, ὃ πολλοῖς συνέβη, διὰ τῶν ὑπηκόων ταῖς βασιλίσιν ἀρεταῖς γνωρισθησόμεθα.
οὐχ ὁρᾷς, ὅτι καὶ τὸ σῶμα ἡμῶν οὐ πρότερον πεπηγυίαις καὶ πολυτελέσι χρῆται τροφαῖς, πρὶν ἢ ταῖς ἀποικίλοις καὶ γαλακτώδεσιν ἐν ἡλικίᾳ τῇ βρεφώδει; τὸν [*](1 γοῦν GF φησί om. Α 2 μέσην fort. secl. τεκνοποιήσῃς L, fort. recte (cf. § 1) 3 ἐπὶ addidi 4 γραμματικὴν Α ἱστορίας τὰς v 5 prius καὶ] τε καὶ GF ἀναδείξας G, ἀναπτύξασα conicio νόησιν] σύνεσιν G πολυμαθίαν G 6 καὶ] καὶ ἔτι GF αἱ om. GF 7 τυφοπλαστοῦσι AF: τυφλοπλαστοῦσι ceteri 8 τε om. GF 9 ἐν seclusi ante ἁρμονίᾳ add. ἐν Η τὸν Η 10 ἐμμελές G1F1L2 μέλη G, μέλος AF2 Turn., βέλος L2(F1?) μέλεσι conicio ἤξει HL2 11 ἰσότης M ἐμβαλλομένη Α: ἀμβαλομένη M, συμβαλλομένη G, in ras. F, αὐτὰ βαλλομένη Η 12 θεωρίαις Turn. 13 ἀκονισαμένη Α 15 ὃ] ὧ G 19. 20 ἐνπροσμελετῆσαι G 22 πολυτελέσι] τελείαις coni. Mang., πολυειδέσι conicio) [*](1—4 Clem. Alex. Strom. 1 § 30 p. 333 P.: ἠξίου δὲ εἰκότως τὸν ἤδη καιρὸν ἔχοντα προκοπῆς τῇ κοσμικῇ παιδείᾳ . . . . συνευνασθῆναι πρότερον, ὕστερον δὲ καὶ αὐτῇ προσελθόντα κατὰ τὴν θείαν πρόνοιαν γεννῆσαι τὸν Ἰσαάκ. 17 Stoici (Zeller III 1 p. 64, de Arnim, Lebeu und Werke des Dio von Prusa p. 77).)
Οἱ δὲ πρῶτοι τῆς μέσης παιδείας χαρακτῆρες διὰ δυεῖν παρίστανται συμβόλων, τοῦ τε γένους καὶ τοῦ ὀνόματος. γένος μέν ἐστιν Αἰγυπτία, καλεῖται δὲ Ἄγαρ, τοῦτο δὲ ἑρμηνευθέν ἐστι παροίκησις· ἀνάγκη γὰρ τὸν ἐγχορεύοντα ταῖς ἐγκυκλίοις θεωρίαις καὶ πολυμαθείας ἑταῖρον ὄντα τῷ γεώδει καὶ Αἰγυπτίῳ προσκεκληρῶσθαι σώματι, χρῄζοντα καὶ ὀφθαλμῶν, ὡς ἰδεῖν καὶ ἀναγνῶναι, καὶ ὤτων, ὡς προσσχεῖν τε καὶ ἀκοῦσαι, καὶ τῶν ἄλλων αἰσθήσεων, ὡς ἕκαστον τῶν αἰσθητῶν ἀναπτύξαι.